ΑΓΙΟΣ ΣΠΥΡΙΔΩΝΑΣ Ο ΘΑΥΜΑΤΟΥΡΓΟΣ – Ευλογήσαντος του ιερέως αρχόμεθα αναγινώσκοντες τον ΡΜΒ΄ (142) Ψαλμόν.

Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσον μου εν τη δικαιοσύνη σου· και μη εισέλθης εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πας ζων.

Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου, εταπείνωσεν εις γην την ζωήν μου, εκάθισέ με εν σκοτεινοίς ως νεκρούς αιώνος· και ηκηδίασεν επ’ εμέ το πνεύμά μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείράς μου η ψυχή μου ως γη άνυδρός σοι.

Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμά μου· μη αποστρέψης το πρόσωπόν σου απ’ εμού, και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μου το πρωί το έλεός σου, ότι επί σοι ήλπισα· γνώρισόν μοι, Κύριε, οδόν εν η πορεύσομαι, ότι προς σε ήρα την ψυχήν μου· εξελού με εκ των εχθρών μου, Κύριε, προς σε κατέφυγον.

Δίδαξόν με του ποιείν το θέλημά σου, ότι συ ει ο Θεός μου· το Πνεύμά σου το αγαθόν οδηγήσει με εν γη ευθεία. Ένεκεν του ονόματός σου, Κύριε, ζήσεις με, εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου· και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλός σου ειμι.

Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος α΄. Εξομολογείσθε τω Κυρίω, ότι αγαθός, ότι εις τον αιώνα το έλεος αυτού.
Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος β΄. Πάντα τα έθνη εκύκλωσάν με και το ονόματι Κυρίου ημυνάμην αυτούς.
Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου εγένετο αύτη και έστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Είτα τα παρόντα τροπάρια·

Ήχος δ΄. Ο υψωθείς εν τω Σταυρώ.
Τω Θεοφόρω ευλαβώς προσπελάσωμεν, οι χαλεπών υπό δεινών κατεχόμενοι, εν κατανύξει κράζοντες ψυχής προς αυτόν· Άγιε βοήθησον, ιεράρχα Σπυρίδων, πρόφθασον και λύτρωσαι λυπηρών σούς ικέτας, ως παρρησίαν έχων προς Θεόν, σε γαρ προστάτην οι πάντες κεκτήμεθα.

Δόξα. Και νυν.
Θεοτοκίον.
Ου σιωπήσομέν ποτε Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι, ει μη γαρ συ προίστασο πρεσβεύουσα, τις ημάς ερρύσατο εκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν, έως νυν ελευθέρους; Ουκ αποστώμεν Δέσποινα εκ σου, σούς γαρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.

Ο Ψαλμός Ν´(50)
Ελέησόν με, ο Θεός, κατά το μέγα ελεός σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου· επί πλείον πλύνόν με από της ανομίας μου και από της αμαρτίας μου καθάρισόν με. Ότι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιόν μου εστι διαπαντός. Σοι μόνω ήμαρτον και το πονηρόν ενώπιόν σου εποίησα, όπως αν δικαιωθής εν τοις λόγοις σου, και νικήσης εν τω κρίνεσθαί σε. Ιδού γαρ εν ανομίαις συνελήφθην, και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας, τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω, και καθαρισθήσομαι· πλυνείς με, και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπόν σου από των αμαρτιών μου και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί, ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μη απορρίψης με από του προσώπου σου και το Πνεύμά σου το Άγιον μη αντανέλης απ’ εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου και πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι. Ρύσαί με εξ αιμάτων, ο Θεός ο Θεός της σωτηρίας μου· αγαλλιάσεται η γλώσσά μου την δικαιοσύνην σου. Κύριε τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσίν σου. Ότι ει ηθέλησας θυσίαν, έδωκα αν· ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον Κύριε, εν τη ευδοκία σου την Σιών, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ· τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν και ολοκαυτώματα· τότε ανοίσουσιν επί το θυσιαστήριόν σου μόσχους.

Και ευθύς ο Κανών του Αγίου.

Ωδή α΄.Ήχος πλ. δ΄. Αρματηλάτην Φαραώ.
Από χειλέων εναγών προσάδω σοι, ύμνον Σπυρίδων σοφέ, αλλ᾽ ευμενώς τούτον, Ιεράρχα πρόσδεξαι, και τον Χριστόν δυσώπησον, συμπαθέστατε πάτερ, του οικτειρήσαί με τάχιον, βέβλημαι γαρ όλος τοις πάθεσιν.

Αγαλλομένη η Κερκύρα άπασα, την σην φαιδράν εορτήν, άγει ετησίως, πάτερ παμμακάριστε, Σπυρίδων αγιώτατε, ην αεί περιέπειν, μη διαλείπης θεσπέσιε, πρέσβυν σε πλουτούσαν ακοίμητον.

Θεόθεν δώρον το σον σκήνος ένδοξε, ώφθη Σπυρίδων ημίν, ο προφανώς βρύει, ιαμάτων χάριτας, και παύει τα δυσίατα, των ψυχών ημών πάθη, θαυματουργέ ιερώτατε, όθεν ευφροσύνως τιμώμέν σε.

Θεοτοκίον.
Λόγον μοι Λόγε του Θεού πρυτάνευσον, όπως το χαίρε τη ση μητρανάνδρω λέξω, χαίρε όλβος άσυλος, χαίρε αγνείας σκήνωμα, χαίρε ράβδος η θεία, του Ααρών η βλαστήσασα, χαίρε μυριώνυμε Δέσποινα.

Ωδή γ΄. Ουρανίας αψίδος.

Ικετεύω Τρισμάκαρ, αιρετικών τάραχον, και της ασεβείας την ζάλην, διασκεδάσαι σε, συ γαρ θεόληπτε, τον αρχηγόν της γαλήνης, προσκυνείν εδίδαξας Τριάδα ένθεον.

Επί σε καταφεύγω, τον συμπαθή Όσιον, όπως ση πρεσβεία Σπυρίδων, ρυσθώ ο δείλαιος, της αιωνίου ποινής, και αφορήτου αισχύνης, τύχω δε λαμπρότητος θείας και χάριτος.

Αληθώς συ εδείχθης, Αρχιερεύς όσιος, άκακος αμίαντος Πάτερ, Χριστού επόμενος, διδασκαλίαις αεί, και νυν αυλίζη θεόφρων, ένθα φως ανέσπερον ως ιερώτατος.

Θεοτοκίον.
Νούν και φρένα και λόγον, δώρον Θεού είληφα, όπως επιγνούς τον Δεσπότην, έργοις τιμήσω καλοίς, εγώ δε πάθεσι, την δωρεάν ατιμάσας, τον δοτήρα ύβρισα Δέσποινα σώσόν με.

Διάσωσον Σπυρίδων μάκαρ κινδύνων τους σούς ικέτας, ότι πάντες ημείς εν σοι θαρρούντες προστρέχομεν, φρουρόν και προστάτην σε κεκτημένοι.

Επίβλεψον, εν ευμενεία, πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίασαι, της ψυχής μου το άλγος.

Αίτησις και το Κάθισμα.
Ήχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν θερμήν και δέησιν ικέσιον, προσάγαγε νυν Σπυρίδων ιερώτατε, τω Θεώ και αίτησαι, τοις πιστοίς δωρήσασθαι άφεσιν, και εκ κινδύνων ρύσασθαι ημάς, της Νήσου Κερκύρας ο υπέρμαχος.

Ωδή δ΄. Συ μου ισχύς Κύριε.
Άλλην ημείς κιβωτόν αγιάσματος, την τιμίαν, θήκην του Λειψάνου σου, Πάτερ σοφέ, έχομεν πιστώς ην περικυκλούντες, περιδεώς ατενίζομεν, τω θείω σου Λειψάνω, ιεράρχα τιμώντες, τον ενάρετον βίον σου ένδοξε.

Θαύμα συ ει, πάνσοφε ημίν θεώμενος, μετά πότμον, άφθαρτον γαρ έμεινε, το θείον σκήνος Πάτερ το σον, δόξα τω Κυρίω, τω ούτως σε θαυμαστώσαντι· αλλά μη διαλείπης, τω Σωτήρι πρεσβεύειν, υπέρ πάντων των πίστει υμνούντων σε.

Εξ αναγκών, και πάσης άλλης κακώσεως, την σην ποίμνην ρύσαι κινδυνεύουσαν, Σπυρίδων πάτερ θαυματουργέ, των πιστών προστάτα· διό μη παύση δεόμενος, Χριστού του φιλανθρώπου, οικτειρήσαι και σώσαι, τη πρεσβεία σου πάντας εκ θλίψεως.

Θεοτοκίον.
Όλος εσμός, αμαρτιών περικείμενος, δεδεμένος, όλος πλημμελήμασι, και δουλωθείς όλος τω εχθρώ, όλος προαιρέσει, υπέκυψα τω αλάστορι· ουχ έχω πλην σου άλλην, προσδοκίαν Παρθένε, σπεύσον ρύσαί με όπως δοξάζω σε.

Ωδή ε΄. Ίνα τι με απώσω.
Ελλαμπόμενος πάτερ, αίγλη τη του Πνεύματος, πάσιν απήστραψας, θεολόγω γλώττη, της Τριάδος το φέγγος το άχραντον, θείε Ιεράρχα, πιστών το κλέος και η δόξα, της Συνόδου της πρώτης υπέρμαχε.

Νοερώς συν Αγγέλοις, νυν συναυλιζόμενος, Χριστόν δυσώπησον, των παθών ρυσθήναι, και κινδύνων τους σε μακαρίζοντας, λειτουργέ υψίστου, Σπυρίδων πάτερ θεοφόρε, ως λαχών παρρησίας προς Κύριον.

Εν τη θεία σου μνήμη, Άγγελοι και Δίκαιοι πανηγυρίζουσιν, ως των πρωτοτόκων, Εκκλησίαν φαιδρύνας σαίς πράξεσι, σύσκηνον λαβόντες, την σην ψυχήν Σπυρίδων μάκαρ, το δε σώμα ημίν τεθησαύρισται.

Θεοτοκίον.
Τον αχώρητον Λόγον, άνθρωπον γενόμενον, εν σοι εχώρησας, ον αεί δυσώπει, ως υιόν σου Παρθένε και Κύριον, πάσης εναντίας, επιβουλής νυν απαλλάξαι, τους σούς δούλους αγνή θεονύμφευτε.

Ωδή στ΄. Την δέησιν εκχεώ.
Την δέησιν εκτενώς προς Κύριον, μη ελλείπης ιεράρχα προσάγειν, υπέρ ημών, των τιμώντων εκ πόθου, την σην σεβάσμιον μνήμην αοίδιμε, Σπυρίδων καύχημα πιστών, Τριμυθούντος ποιμήν ο πανάριστος.

Παράκλησιν οι πιστοί ευράμενοι, την Σορόν την ιεράν σου Λειψάνου, πάντες θερμώς, προσερχόμεθα ταύτη, και σε λιτάζοντες πόθω κραυγάζομεν, Σπυρίδων, χάρις τω Θεώ, τω προστάτην ημίν σε δωρήσαντι.

Προστάτην μου, της ζωής ως εύροιμι, θεοφόρε Ιεράρχα Κυρίου, των δυσχερών, διαλύοντα νέφος, και ψυχικήν μοι γαλήνην δωρούμενον, πρεσβείαις σου ταίς ιεραίς, Σπυρίδων Πατέρων αγλάισμα.

Θεοτοκίον.
Ου κρύπτω σου τον βυθόν του ελέους, και την βρύσιν των απείρων θαυμάτων και την πηγήν την αέναον όντως, της προς εμέ συμπαθείας σου Δέσποινα, αλλ᾽ άπασιν ομολογώ, και βοώ και κηρύττω και φθέγγομαι.

Διάσωσον Σπυρίδων μάκαρ κινδύνων τους σούς ικέτας, ότι πάντες ημείς εν σοι θαρρούντες προστρέχομεν, φρουρόν και προστάτην σε κεκτημένοι.

Άχραντε, η διά λόγου τον Λόγον ανερμηνεύτως, επ’ εσχάτων των ημερών τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Αίτησις και το Κοντάκιον.
Ήχος β΄. Προστασία των χριστιανών.
Προστασία ει των ευσεβών πάντων άμαχος, ικεσία προς τον ποιητήν ακαταίσχυντος· μη παρίδης ούν ευλαβών ικέσιον φωνήν· αλλά φάνηθι ως συμπαθής, Σπυρίδων πάτερ αρωγός, τοις θερμώς σοι κραυγάζουσι· τάχυνον δη παμμάκαρ, και σπεύσον Χριστώ πρεσβεύσαι, του οικτειρήσαι νυν ημάς, Θεοφόρε τους τιμώντάς σε.

Προκείμενον.
Το στόμα μου λαλήσει σοφίαν.
Στίχος. Ακούσατε ταύτα πάντα τα έθνη.

Ευαγγέλιον.
Εκ του κατά Ιωάννην.
(Κεφ. ι΄. 9-16).

Είπεν ο Κύριος· Εγώ ειμι η θύρα· δι’ εμού εάν τις εισέλθη, σωθήσεται· και εισελεύσεται, και εξελεύσεται, και νομήν ευρήσει. Ο κλέπτης ουκ έρχεται, ειμή ίνα κλέψη, και θύση, και απολέση· εγώ ήλθον, ίνα ζωήν έχωσι, και περισσόν έχωσιν. Εγώ ειμι ο ποιμήν ο καλός· ο ποιμήν ο καλός την ψυχήν αυτού τίθησιν υπέρ των προβάτων. Ο μισθωτός δε, και ουκ ων ποιμήν, ου ουκ εισί τα πρόβατα ίδια, θεωρεί τον λύκον ερχόμενον, και αφίησι τα πρόβατα και φεύγει· και ο λύκος αρπάζει αυτά, και σκορπίζει τα πρόβατα. Ο δε μισθωτός φεύγει, ότι μισθωτός εστι, και ου μέλει αυτώ περί των προβάτων. Εγώ ειμι ο ποιμήν ο καλός, και γινώσκω τα εμά και γινώσκομαι υπό των εμών. Καθώς γινώσκει με ο Πατήρ, καγώ γινώσκω τον Πατέρα· και την ψυχήν μου τίθημι υπέρ των προβάτων. Και άλλα πρόβατα έχω, α ουκ έστιν εκ της αυλής ταύτης· κακείνά με δεί αγαγείν· και της φωνής μου ακούσουσι· και γενήσεται μία ποίμνη, εις ποιμήν.

Δόξα.
Ταίς του Ιεράρχου πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Και νυν.
Ταίς της Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη, των εμών εγκλημάτων.

Στίχος. Ελέησόν με, ο Θεός, κατά το μέγα έλεός σου και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου.

Και ψάλλομεν το παρόν Ιδιόμελον. Ήχος πλ. β΄.
Ότε καιρός της από γης εκδημίας σου, τότε την ιεράν σου ψυχήν θείοι Νόες ανελάμβανον, Ιεράρχα αοίδιμε, και προς ουρανίους μονάς, ένϑα Ιεραρχών απάντων ο σύλλογος, γηθοσύνως εναπέθεντο· το δε σεβάσμιον σκήνός σου Τριάς η μεγαλουργός αφθαρτίσασα, πηγήν θαυμάτων ανέδειξε, και πάντων Ορθοδόξων παράκλησιν· διό και ημείς συνελθόντες, αγιώτατε πάτερ, Σπυρίδων σοφέ, πόθω και δέει την θείαν περικυκλούμέν σου Λάρνακα, και το ιερόν και άγιον σώμά σου περιχαρώς ασπαζόμενοι, ρώσιν ψυχών τε και σωμάτων λαμβάνομεν, μεγαλύνοντες τον σε δοξάσαντα Κύριον, ω και πρεσβεύεις αδιαλείπτως υπέρ των ψυχών ημών.

Σώσον ο Θεός τον λαόν σου…

Ωδή ζ΄. Παίδες Εβραίων εν καμίνω.
Πλήσον χαράς και ευφροσύνης, τους τω θείω νυν Ναώ σου προσιόντας, και Χριστώ τω Θεώ, συμφώνως μελωδούντας, ευλογητός ει Κύριε, ο Θεός εις τους αιώνας.

Πρόστηθι πάντων ιεράρχα, των εχόντων σε φρουρόν αεί και ρύστην, και Χριστώ τω Θεώ, απαύστως μελωδούντων, ευλογητός ει Κύριε, ο Θεός εις τους αιώνας.

Μη με εάσης ιεράρχα, απροστάτευτον βοώ σοι εκ καρδίας αλλά ρύσαι ο νυν, εκ πονηρών ανθρώπων, τας μηχανάς και ένεδρα, τούτων, Πάτερ διαλύων.

Θεοτοκίον.
Σκέπη, γενού και προστασία, και αντίληψις και καύχημα Παρθένε, γυμνωθέντι μοι νυν, απάσης βοηθείας, αβοηθήτων δύναμις, και ελπίς απηλπισμένων.

Ωδή η΄. Τον εν όρει Αγίω δοξασθέντα.
Την τιμίαν σου Λάρνακα κυκλούντες, ευωδίας πληρούμεθα αρρήτου, όθεν πιστώς, βοώμέν σοι θεόληπτε, πλήρωσον ευχάς τε, θερμάς και ικεσίας, των σε ανευφημούντων.

Μη παρίδης, Σπυρίδων ικεσίαν, του σου δούλου, θερμώς σοι ανακράζω· αλλ᾽ εκτενώς τον Κύριον ικέτευε, δούναί μοι την λύσιν, των πλημμελημάτων, ων έπραξα ο τάλας.

Ιδού Πάτερ, οι πάντες ως λιμένα, σε ευρόντες, σωτήριον εν ζάλαις, από ψυχής, βοώμεν και νυν πρόφθασον, φάνηθι προστάτης, πάντων Ορθοδόξων, αντίπαλος βαρβάρων.

Θεοτοκίον.
Περιστάσεις, και θλίψεις και ανάγκαι, εύροσάν με Αγνή, και συμφοραί του βίου, και πειρασμοί με, πάντοθεν εκύκλωσαν· αλλά πρόστηθι μοι, και αντιλαβού μου, τη κραταιά σου σκέπη.

Ωδή θ΄. Εξέστη επί τούτω ο Ουρανός.
Πληρούμαι ευφροσύνης πνευματικής. θυμηδίας αρρήτου μακάριε, την σην σεμνήν, αναλογιζόμενος βιοτήν, τας αρετάς τα θαύματα, και την θείαν χάριν την προς Χριστού, δοθείσάν σοι θεόφρων, Σπυρίδων ιεράρχα· διό συν πόθω μακαρίζω σε.

Ουκ ένι αριθμήσασθαι δυνατόν, τα πολλά σου και μέγιστα θαύματα, Πάτερ σοφέ, άπερ η τιμία σου προφανώς, θαυματοφόρος, Άγιε, Λάρναξ τοις εν πίστει ειλικρινεί, εκβλύζει προσιούσιν, ως νάματα, Σπυρίδων· διό σε πάντες μακαρίζομεν.

Την δέησιν μου ταύτην την πενιχράν, και παράκλησιν Πάτερ τρισόλβιε, ως συμπαθής, δέξαι ενεχθείσαν πανευλαβώς, και τας αιτήσεις πλήρωσον· δύνασαι γαρ έχων προς τον Θεόν, Σπυρίδων ιεράρχα, πολλήν την παρρησίαν, των Ορθοδόξων ο υπέρμαχος.

Θεοτοκίον.
Την δέησιν μου δέξαι την πενιχράν, και κλαυθμόν μη παρίδης και δάκρυα, και στεναγμόν, αλλ᾽ αντιλαβού μου ως αγαθή, και τας αιτήσεις πλήρωσον· δύνασα γαρ πάντα ως πανσθενούς, Δεσπότου Θεού Μήτηρ· ει νεύσεις έτι μόνον, προς την εμήν οικτράν ταπείνωσιν.

Άξιόν εστιν ως αληθώς, μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον, και Μητέρα του Θεού ημών. Την τιμιωτέραν των Χερουβείμ, και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον, σε μεγαλύνομεν.

Και τα παρόντα Μεγαλυνάρια, ληφθέντα εκ της αυτού Φυλλάδος, εκτός του τελευταίου, όπερ εστί του συγγραφέως του Κανόνος,

Χαίροις Τριμυθούντος η καλλονή, χαίροις Κερκυραίων ο σοφώτατος ιατρός, χαίροις της Τριάδος ο θείος μυστολέκτης Πατέρων μέγα κλέος Σπυρίδων άγιε.

Των θαυμάτων πέλαγος γεγονώς, πάσης τρικυμίας, εν θαλάσση τε και εν γη, μέγιστε Σπυρίδων, διάσωζε ευχαίς σου, τους επικαλουμένους μέγα σον όνομα.

Αινέσωμεν πάντες χαρμονικώς, τον θερμόν Προστάτην, και υπέρμαχον κραταιόν, τον σώσαντα Νήσον, αλώσεως βαρβάρων, Σπυρίδωνα Κερκύρας μέγιστον καύχημα.

Αξίως σε μέλποντες τον λαμπρόν, Κερκύρας φωστήρα, και ευήκοον βοηθόν, και σε δυσωπούντες ου παύσομεν αφθόνως, ίνα ταίς σαίς πρεσβείαις ρυσθώμεν βλάψεων.

Τις εξαριθμήσει σου την πληθύν, των θαυμάτων Μάκαρ, εξανέστησας γαρ νεκρούς, λοίμην, πείναν, νόσους, και δυσμενείς καθείλες, και εκ χειρών ανόμων ημάς εξήγαγες.

Χαίροις Ορθοδόξων προασπιστά, κακοδόξων μάστιξ, Τριμυθούντος κλεινέ ποιμήν, Κερκύρας προστάτης πατήρ τε και ακέστωρ, εμού δε θυμηδία, Σπυρίδων άγιε.

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν, εις το σωθήναι ημάς.

Το Τρισάγιον
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς. (Τρις).
Δόξα Πατρί, και Υιώ, και Αγίω Πνεύματι,
και νυν, και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Παναγία Τριάς, ελέησον ημάς· Κύριε, ιλάσθητι ταίς αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τας ανομίας ημίν· Άγιε, επίσκεψαι και ίασαι τας ασθενείας ημών, ένεκεν του ονόματός σου.

Κύριε, ελέησον· Κύριε, ελέησον· Κύριε, ελέησον.
Δόξα Πατρί…

Πάτερ ημών ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά σου· ελθέτω η βασιλεία σου· γενηθήτω το θέλημά σου, ως εν ουρανώ, και επί της γης. Τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον· και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών· και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.

Ότι σου εστιν η βασιλεία και η δύναμις και η δόξα του Πατρός και του Υιού και
του Αγίου Πνεύματος, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Και τα Τροπάρια ταύτα. Ήχος πλ. β΄.
Ελέησον ημάς, Κύριε, ελέησον ημάς, πάσης γαρ απολογίας απορούντες, ταύτην Σοι την ικεσίαν, ως Δεσπότη, οι αμαρτωλοί προσφέρομεν, ελέησον ημάς.

Δόξα.
Κύριε ελέησον ημάς, επί Σοι γαρ πεποίθαμεν. Μη οργισθής ημίν σφόδρα, μηδέ μνησθής των ανομιών ημών. Αλλ’ επίβλεψον και νυν ως εύσπλαχνος και λύτρωσαι ημάς εκ των εχθρών ημών. Συ γαρ ει Θεός ημών και ημείς λαός Σου, πάντες έργα χειρών Σου και το όνομά Σου επικεκλήμεθα.

Και νυν.
Της ευσπλαγχνίας την πύλην άνοιξον ημίν, ευλογημένη Θεοτόκε, ελπίζοντες εις Σε μη αστοχήσομεν, ρυσθείημεν διά Σου των περιστάσεων, Συ γαρ η σωτηρία του γένους των Χριστιανών.

Αίτησις παρά του Ιερέως, ως δεδήλωται.
Επάκουσον ημών ο Θεός. Και μετά την Εκφώνησιν·

ψάλλομεν τα παρόντα Εξαποστειλάρια.
Απόστολοι εκ περάτων.
Των Κερκυραίων τα πλήθη, συναθροισθέντα ενθάδε, εν ιεράρχου τεμένει, Σπυρίδωνος νυν σκιρτάτω, και ασπαζέσθω το θείον, περιχαρώς τούτου σκήνος.

Ο της Κερκύρας προστάτης, της Τριμυθούντος ο ποιμήν, αιρετιζόντων η μάστιξ, Σπυρίδων φίλε Κυρίου, μη διαλείπης πρεσβεύειν, υπέρ ημών ιεράρχα.

Και σε προβάλλομεν πρέσβυν, προς τον οικτίρμονα Θεόν, ιν᾽ ως φιλάνθρωπος λύσιν, παράσχη καμοί πταισμάτων· παρακαλώ ούν σε πάτερ, Σπυρίδων μη επιλάθη.

Ιερουργέ ιεράρχα, και Αγιώτατε πάτερ, Αρχιερέων η δόξα, το κλέος των Ορθοδόξων, παράδοξον σου το θαύμα, πως και νεκρός, ως ζων φαίνη!

Δέσποινα πρόσδεξαι, τας δεήσεις των δούλων σου, και λύτρωσαι ημάς, από πάσης ανάγκης και θλίψεως.

Την πάσαν ελπίδα μου, εις σε ανατίθημι, Μήτερ του Θεού, φύλαξόν με υπό την σκέπην σου.

Δι’ ευχών των αγίων πατέρων ημών,
Κύριε Ιησού Χριστέ ο Θεός, ελέησον και σώσον ημάς.
Αμήν.

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.