Άγιος Πορφύριος: Παρακλητικός Κανών εις τον Όσιο Πορφύριο τον Καυσοκαλυβίτη τον Διορατικό και Θαυματουργό. Ποίημα Ευαγγέλου Καραδήμου.

Εορτάζεται στις 2 Δεκεμβρίου

Εΰλογήσαντος του ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ (142) Ψαλμόν.

Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησιν μου εν τη αληθεία σου, εισάκουσον μου εν τη δικαιοσύνη σου. και μη εισέλθης εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιωθήσεται ενώπιον σου πας ζων. Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου. Εταπείνωσε εις γην την ζωήν μου. Εκάθισε με εν σκοτεινοίς ως νεκρούς αιώνας, και ηκηδίασεν επ εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείρας μου, η ψυχή μου ως γη άνυδρος σοι. Ταχύ εισάκουσον μου, Κύριε, εξέλιπε το πνεύμα μου. μη αποστρέψης το πρόσωπον σου απ εμού και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μοι το πρωί το ελεός σου, ότι προς σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου, Κύριε, προς σε κατέφυγον, δίδαξόν με του ποιειν το θέλημά σου, ότι συ ει ο Θεός μου. το πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία, ένεκεν του ονόματος σου, Κύριε, ζήσεις με. εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου, και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου, και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλος σου ειμί.

και ευθύς το.
Θεός Κύριος, και επέφανεν ημίν ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
στιχ. α΄ Εξομολογείσθε τω Κυρίω, και επικαλείσθε το όνομα το άγιον Αυτού.
Θεός Κύριος, και επέφανεν ημίν ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
στιχ. β΄ Πάντα τα έθνη εκύκλωσαν με, και τω ονόματι Κυρίου ημυνάμην αυτούς.
Θεός Κύριος, και επέφανεν ημίν ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
στιχ. γ΄ Παρά Κυρίου εγένετο αύτη, και έστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, και επέφανεν ημίν ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Είτα τα παρόντα Τροπάρια.

Ήχος πλ. δ΄. ο υψωθείς εν τω Σταυρώ.
τω υπηρέτη του Χριστού Πορφυρίω, χαριτωθέντι δωρεαίς εξαισίαις, προσείπωμεν δεόμενοι εκ βάθους ψυχής άγιε Πορφύριε, ταπεινών ο προστάτης, λύτρωσαι δεόμεθα, πατρική σου πρεσβεία, πάσης ανάγκης, νόσων και δεινών, τους αιτουμένους την χάριν την θείαν σου.

Δόξα.
Ευαρεστήσας τω Χριστώ εν τω κόσμω, μετά αγγέλων φωτεινών συγχορεύεις, μεθ ων τον αίνον άληκτον προσφέρεις τω Θεώ, όσιε Πορφύριε, μύστα των απορρήτων, αποκρύφων γνώστα τε μυστηρίων βαθέων, α διοράν σοι έδωκε Χριστός, βραβεύων, πάτερ, την σην καθαρότητα.

και νυν. Θεοτοκίον.
ου σιωπήσωμεν πότε Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι. Ειμή γαρ συ προΐστασο πρεσβεύουσα, τις ημάς ερρύσατο, εκ τοσούτων κινδύνων ; τις δε διεφύλαξεν, εώς νυν ελευθέρους ; ουκ αποστώμεν Δέσποινα εκ σου. σους γαρ δούλους σώζεις αεί εκ παντοίων δεινών.

ο Ν΄ (50) Ψαλμός.
Ελέησον με, ο Θεός, κατά το μέγα ελεός σου, και κατά το πλήθος των οικτιρμών σου, εξάλειψον το ανόμημα μου. Επί πλείον πλύνον με από της ανομίας μου και από της αμαρτίας μου καθάρισόν με. Ότι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιον μου έστι δια παντός. σοι μόνω ήμαρτον και το πονηρόν ενώπιον σου εποίησα, όπως αν δικαιωθείς εν τοις λόγοις σου, και νικήσης εν τω κρίνεσθαι σε. Ίδοι γαρ εν ανομίαις συνελήφθην και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας, τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσας μοι. Ραντιείς με υσσώπω και και καθαρισθήσομαι, πλυνείς με και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπον σου από των αμαρτιών μου και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός, και πνεύμα ευθές εγκαίνησον εν τοις εγκάτοις μου. μη απορρίψης με από του προσώπου σου, και το πνεύμα σου το άγιον μη αντανέλης απ εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου, και πνεύματι ηγεμονικώ στηριξόν με. Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι. Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου, αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην σου. Κύριε, τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσιν σου. Ότι ει ηθέλησας θυσίαν, έδωκα αν, ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τη ευδοκίαν σου την σιω, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα. Τότε ανοίσουσιν επί το θυσιαστήριον σου μόσχους.

Είτα ψάλλομεν τον κανόνα.
ο Κανών, ου η ακροστιχίς
Που καταφύγω ; Πορφυρίου σκέπη. Ευαγγέλου.

Ωδή α΄. Ήχος πλ. δ΄. Υγράν διοδεύσας.
Πολλοίς συνεχόμενος πειρασμοίς, προς σε καταφεύγω, ως μεσίτη προς τον Θεόν ειρήνευσον, πάτερ, την ζωήν μου και παύσον σάλον αθλίας καρδίας μου.

Oσίως ανύσας σου την ζωήν, ευχαίς σου νυν εύρες παρρησίαν προς τον Θεόν προς ον μεσιτεύων ασθενούντας ίασαι, πάτερ, και λύεις νοσήματα.

Υμνών τον Σωτήρα εν ουρανοίς φρουροίς τας μονάς σου εν τω Άθω και Αττική, παρέχων την χάριν τοις σοις τέκνοις του εκνικάν τα δαιμόνων φρυάγματα.

Θεοτοκίον.
Καυσοκαλυβίων τον αθλητήν και την Θεοτόκον ανυμνήσωμεν εν ωδαίς, πρεσβεύειν αιτούντες προς Σωτήρα και βοηθείν εν κινδύνοις και θλίψεσι.

Ωδή γ΄. Ουρανίας αψίδος.
Αγαλλόμενοι πάντες, ως εν χορώ, κράζομεν σου τους άθλους, πάτερ, αινούντες και τους αγώνας σου κατά του άρχοντος των ακαθάρτων πνευμάτων, ου μανίας, όσιε, σώζε υμνούντας σε.

Ταπεινώσεως άκρας, υπακοής πρότυπον όντως ασκουμένων εγένου όρει εν Άθωνι και εις την Εύβοιαν, εν τη μονή Χαραλάμπους όθεν χάριν έλαβες πλήττειν τους δαίμονας.

Απορρήτων τον μύστην, θαυματουργόν όσιον, πάσης Αττικής τον προστάτην πάντες δοξάσωμεν, ύμνοις εξαίροντες, των χαρισμάτων το πλήθος, δι ων ο Παράκλητος τούτον εκόσμησε.

Θεοτοκίον.
Φυλακτήριον πάντων από δεινών, θλίψεων, συ υπάρχεις μόνη, Παρθένε φρούρει υμνούντας σε εν τω ελέει σου, πρεσβείαις του Πορφυρίου, πανελλήνων Γέροντος, παντελεήμονος.

Διάσωσον από κινδύνων τους δούλους σου, θείε Πάτερ, τους την σην εν δεινοίς
αιτούντας βοήθειαν και δίωξον άγχος και ακηδίαν.

Eπίβλεψον εν ευμενεία, πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν και ίασαι της ψυχής μου το άλγος.

Αίτησις και το Κάθισμα.
Ήχος β΄. Πρεσβεία θερμή.
Φυλάξαι ημάς δεόμεθα εκ θλίψεων, τηρήσαι πιστούς τη πίστει του Χριστού ημών,
Πορφύριε όσιε, της Ευβοίας άγιον βλάστημα, της Εκκλησίας καύχημα σεπτόν
καί πάντων οσίων εγκαλλώπισμα.

Ωδή δ΄. Εισακήκοα, Κύριε.
Υψωθείς εν παλαίσμασι προς τον φθονερόν των ανθρώπων τύραννον, θείον στέφος, πάτερ, έλαβες νικητής προβάς ως ωραιότατος.

Γέρας πόνοις σου δέδοται το διερμηνεύειν σε τα μυστήρια, και τα μέλλοντα προβλέπειν σε και ιάσθαι πάντα τα νοσήματα.

ω καινά και θαυμάσια τα τη χάριτι σου τερατουργούμενα! Ποίοις λόγοις ύμνους πλέξω σοι ; Δειλιώ, ω πάτερ, και εξίσταμαι.

Θεοτοκίον.
Παναγία μου Δέσποινα, των αγγέλων θαύμα το ακατάληπτον, υμνωδείν σε καταξίωσον του Σωτήρος πάντων την γεννήτριαν.

Ωδή ε΄. Φώτισον ημάς.
Ρώσιν εν δεινοίς σε, Πορφύριε, κεκτήμεθα, σοι προσφεύγοντες θερμαίς εν προσευχαίς, ως μεσίτη προς Θεόν τον πανοικτίρμονα.

Φύλαξον ημάς τους τιμώντας σε, Πορφύριε, χορηγών της μαρτυρίας του Χριστού την προαίρεσιν και ζέσιν θείας πίστεως.

Θεοτοκίον.
Ύμνον σοι, Αγνή, ευφροσύνως αναμέλπομεν, των αγγέλων ούσαν όντως γλυκασμόν, και πικρίαν Εύας λύσασαν τω τόκω σου.

Ωδή στ΄. την δέησιν εκχεώ.
Ρωννύμεθα ταις ευχαίς σου, όσιε, και ψυχάς εις ουρανούς ανυψούμεν, υπομονήν και ανδρείαν πλουτούντες εν πειρασμοίς και δειναίς επιθέσεσι, Πορφύριε, πάτερ ημών όθεν πάντες κοινή ανυμνούμεν σε.

Ιώμενος πάσαν νόσον, όσιε, αγαπάν ημάς Σωτήρα κελεύεις όλη ψυχή, και νοι, και καρδία,
και προς Αυτόν αναπέμπειν την δέησιν, ότι Αυτός προνοητής και ημών αντιλήπτωρ γεγένηται.

Ολόφωτος η σεπτή σου, όσιε, κεφαλή, χάριτι θεία εφάνη τον θείον μύστην Χριστού
προδηλούσα τη προσελθούση γυνή προς προσκύνησιν, πληρώσασα εκ θαυμασμού την ψυχήν ταύτης, μάκαρ Πορφύριε.

Θεοτοκίον.
Υμνούντες σε, Θεοτόκε Άχραντε, τας ψυχάς ημών γαλήνης πληρούμεν, τη του Υιού σου
αγάπη θαρρούντες και μητρικαίς σου πρεσβείαις ελπίζοντες, δεόμενοι επιτυχείν
παραδείσου τερπνού απολαύσεως.

Διάσωσον από κινδύνων, Πορφύριε, σους ικέτας και παράσχου τη ση μονκή βοήθειαν, όσιε, ως έχων προς Κύριον παρρησίαν.

Άχραντε, η δια λόγου τον Λόγον ανερμηνεύτως, επ εσχάτων των ημερών τεκούσα, δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Αίτησις και το Κοντάκιον.
Ήχος β΄. Προστασία των χριστιανών.
Στεναζόντων πάντων η παράκλησις γέγονας, κλονουμένων εν πίστει, τοις θαύμασι στήριγμα. Όθεν πάντες προς την σην χάριν σπεύδομεν πιστοί πολλής δέξασθαι σης αρωγής εν τω πελάγει της ζωής και τη ζάλη των θλίψεων. Δίδου ημίν υγείαν, ψυχής τε την ευρωστίαν, ευχαίς σου, πάτερ, προς Θεόν, ικετεύομεν οι δούλοι σου.

Προκείμενον
Τίμιος εναντίον Κυρίου, ο θάνατος του Οσίου Αυτού. (γ΄)
Στίχος : τοις αγίοις τοις εν τη γη αυτού εθαυμάστωσεν ο Κύριος.

Ευαγγέλιον.
Είπεν ο Κύριος τοις εαυτού Μαθηταίς Πάντα μοι παρεδόθη υπό του Πατρός μου και ουδείς επιγινώσκει τον υιον, ει μη ο Πατήρ ουδέ τον Πατέρα τις επιγινώσκει, ει μη ο υιος, και ω εάν βούληται ο υιος αποκαλύψαι. Δεύτε προς με πάντες οι κοπιώντες και πεφορτισμένοι, καγώ αναπαύσω υμάς. Άρατε τον ζυγόν μου εφ υμάς, και μάθετε απ εμού, ότι πράος είμι και ταπεινός τη καρδία, και ευρήσετε ανάπαυσιν ταις ψυχαίς υμών. ο γαρ ζυγός μου χρηστός, και το φορτίον μου ελαφρόν έστιν.

Δόξα.
ταις του σου Οσίου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη, των εμών εγκλημάτων.

και νυν.
ταις της Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη, των εμών εγκλημάτων.

στιχ. Ελέησον με, ο Θεός
Προσόμοιον
Καυσοκαλυβίων τε του όρους Άθωνος μύστην, μοναχών το σέμνωμα, ιερέων πάντιμον εγκαλλώπισμα, ιατρόν άριστον, ορφανών πατέρα, των πιπτόντων σε ανόρθωσιν έγνωμεν, όσιε, και των δαιμονόντων την λύτρωσιν γαλήνης ημίν πρόξενον και χαράς μεγάλης τον αίτιον. Όθεν σοι βοώμεν μη παύση επισκέπτεσθαι ημάς, ιάσθαι, πάτερ Πορφύριε, και φυλάττειν δούλους σου.

Σώσον ο Θεός τον λαόν σου

Ωδή ζ΄. οι εκ της Ιουδαίας.
εν απλότητι όλην την ζωήν σου διήλθες και υπηρέτησας Θεώ τε και ανθρώποις, νυκτός τε και ημέρας προσευχόμενος, όσιε, και φέρων πόνους ημών, Πορφύριε, παμμάκαρ.

Πατρικήν σου πρεσβείαν, εκζητούμεν, τρισμάκαρ, προς τον Θεόν ημών, ίνα διασωθώμεν
κινδύνων και μανίας πονηρού πολεμήτορος, θαρρούντες, πάτερ, τη ση μεγάλη ευσπλαγχνία.

Ηγαπήθης υφ όλων, ως αγάπην πηγάζων και πλημμυρών ημάς, πληγάς τε θεραπεύων,
δαιμόνια εκβάλλων, και εκ πόνων λυτρούμενος, παρέχων χάριν δ αεί τοις αιτουμένοις πάσι.

Θεοτοκίον.
Ευγνωμόνως υμνούμεν σε, Παρθένε και μήτερ Θεοχαρίτωτε, ως τέξασαν τω κόσμω Σωτήρα απειράνδρως και Θεόν Πανοικτίρμονα, προς ον πρεσβεύεις αεί σωθήναι τους ανθρώπους.

Ωδή η΄. τον Βασιλέα.
Υπέρ υγείας και σωτηρίας του κόσμου τας ευχάς σου Χριστώ συ προσάγεις, όθεν σε υμνούμεν, Πορφύριε, θεόφρον.

Αμαρτιών μου συ την πληθύν άφες, Σώτερ, Πορφυρίου θερμαίς ικεσίαις, και εν μετανοία τον βίον μου παράσχου.

Γαλήνην δίδου τρικυμιζούση καρδία, των δεινών τας οδύνας πραΰνων χάριτι σου, πάτερ, καμνόντων ευεργέτα.

Θεοτοκίον.
Γέγονας μήτηρ, εν παρθενία τελούσα, τον Θεόν και Σωτήρα τεκούσα, ον εκδυσωπούσα, κινδύνων σώζεις πάντας.

Ωδή θ΄. Κυρίως Θεοτόκον.
Ελέησον ικέτας και προσπίπτοντας σοι την ευσπλαγχνίαν την σην αναμένοντας, παρέχων
χάριν, υγείαν και την μετάνοιαν.

Λαλήσας ο κωφός σοι την ευχαριστίαν, ως δια σου σεσωσμένος, προσέφερε, των συγγενών θαυμαζόντων και προσκυνούντων σε.

ο νέος εν οσίοις καταπλήττεις πάντας τερατουργίαις σου, πάτερ Πορφύριε, ελκύσας άνωθεν χάριν τη ταπεινώσει σου.

Θεοτοκίον.
Υμνούμεν σε Παρθένε, Κεχαριτωμένη, ως την ελπίδα τω κόσμω δωρήσασαν, τεκούσα πάσι Σωτήρα Θεόν και άνθρωπον.

Άξιον εστίν, ως αληθώς μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον και μητέρα του Θεού ημών. την τιμιωτέραν των Χερουβείμ και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως, Θεόν Λόγον τεκούσαν την όντως Θεοτόκον, σε μεγαλύνομεν.

και τα παρόντα Μεγαλυνάρια.
Χαίροις των οσίων η καλλονή και των ασκουμένων οδηγός και υπογραμμός, Χαίροις ιερέων το στέφος και η δόξα, Πορφύριε τρισμάκαρ, Άθωνος καύχημα.

Ψάλλομεν σου, πάτερ, τας αρετάς, ταπεινοφροσύνην και την άκραν υπακοήν, την διάκρισιν τε απλότητα, αγνείαν, αγάπης σου το εύρος το απροσμέτρητον.

ως παιδίον γέγονας τη ψυχή, αμνησικακίαν και απλότητα ενδυθείς, θείων χαρισμάτωντόν πλούτον αποκρύπτων, τη ακενοδοξία πολιτευόμενος.

Διορατικών ήσθα κορυφή, προφητών μεγάλων πλησιέστατος συγγενής ιαματικών τε συνόμιλος αγίων, Πορφύριε, εδείχθης, Άθωνος κόσμημα.

της Αποκαλύψεως θεωρός, της προς Ιωάννην, εν τη Πάτμω συ γεγονώς, ώφθης μύστης μέγας των θείων μυστηρίων, τα Χερουβείμ εγγίσας τη ταπεινώσει σου.

Ναυαγών του βίου ώφθης λιμήν και των θλιβομένων η παράκλησις η θερμή, των απολωλότων ποιμήν της Εκκλησίας, και κρήνη ιαμάτων της θείας χάριτος.

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η Δωδεκάς, οι Άγιοι Πάντες, μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν, εις τω σωθήναι ημάς.

το Τρισάγιον
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς. (τρις).
Δόξα Πατρί, και υιω, και αγίω Πνεύματι,
και νυν, και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

Παναγία τριας, ελέησον ημάς Κύριε, ιλάσθητι ταις αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τας ανομίας ημίν Άγιε, επίσκεψαι και ίασαι τας ασθενείας ημών, ένεκεν του ονόματός σου.

Κύριε, ελέησον Κύριε, ελέησον Κύριε, ελέησον.
Δόξα Πατρί

Πάτερ ημών ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά σου ελθέτω η βασιλεία σου γενηθήτω το θέλημά σου, ως εν ουρανώ, και επί της γης. τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.

Ότι σου εστιν η βασιλεία και η δύναμις και η δόξα του Πατρός και του Υιού καί
τού Αγίου Πνεύματος, νυν και αεί και εις τους αιώνας των αιώνων.

και τα Τροπάρια ταύτα. Ήχος πλ. β΄.
Ελέησον ημάς, Κύριε, ελέησον ημάς, πάσης γαρ απολογίας απορούντες, ταύτην σοι την ικεσίαν, ως Δεσπότη, οι αμαρτωλοί προσφέρομεν, ελέησον ημάς.

Δόξα.
Κύριε ελέησον ημάς, επί σοι γαρ πεποίθαμεν. μη οργισθής ημίν σφόδρα, μηδέ μνησθής των ανομιών ημών. αλλ επίβλεψον και νυν ως εύσπλαχνος και λύτρωσαι ημάς εκ των εχθρών ημών. συ γαρ ει Θεός ημών και ημείς λαός σου, πάντες έργα χειρών σου και το όνομά σου επικεκλήμεθα.

και νυν.
της ευσπλαχνίας την πύλην άνοιξον ημίν, ευλογημένη Θεοτόκε, ελπίζοντες εις σε μη αστοχήσομεν, ρυσθείημεν δια σου των περιστάσεων συ γαρ η σωτηρία του γένους των Χριστιανών.

και το Απολυτικόν. Ηχός α΄ της Ερήμου Πολίτης.
της Ευβοίας τον γόνον, Πανελλήνων τον Γέροντα, της Θεολογίας τον μύστην και Χριστού φίλον γνήσιον, Πορφύριον τιμήσωμεν, πιστοί, τον πλήρη χαρισμάτων εκ παιδός. Δαιμονώντας γαρ λυτρούται, και ασθενείς ιάται πίστει κράζοντας δόξα τω δεδωκότι σοι ισχύν, δόξα τω σε αγιάσαντι, δόξα τω ενεργούντι δια σου πάσιν ιάματα.

Εκτενής και Απόλυσις, μεθ ην ψάλλομεν το εξής.

Ήχος β΄. Ότε εκ του ξύλου.
Πάσι τοις τιμώσιν ευλαβώς ιεράν την μνήμην σου, πάτερ, και δεομένοις πιστώς δώρησαι την ίασιν παθών, Πορφύριε και κινδύνων και θλίψεων και ζάλης του κόσμου λύτρωσαι πρεσβείαις σου τους σοι προστρέχοντας έχεις γαρ πολλήν παρρησίαν, ως Χριστού θεράπων και φίλος, μεσιτεύειν, όσιε, προς Κύριον.

Δέσποινα, πρόσδεξαι τας δεήσεις των δούλων σου, και λύτρωσαι ημάς, από πάσης ανάγκης και θλίψεως.

την πάσαν ελπίδα μου εις σε ανατίθημι, Μήτερ του Θεού, φύλαξόν με υπό την σκέπην σου.

δι ευχών των Αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ, ελέησον και σώσον ημάς.
Αμήν.

Δίστιχον
Πορφύριε, φύλαττε θερμαίς ευχαίς σου
Ευάγγελον μέλψαντα θαυμάσιά σου.

Χαιρετισμοί εις τον Όσιον Πορφύριο τον Καυσοκαλιβίτη τον Διορατικό και Θαυματουργό
Εγκώμια εις τον Όσιο και Θεοφόρο Πατέρα ημών Πορφύριο τον Καυσοκαλυβίτη τον διορατικό και θαυματουργό.

Ευαγγέλου Καραδήμου,
Χαίροις, Πάτερ Πορφύριε (Παρακλητικός Κανών και Χαιρετισμοί),
Αθήνα 2008
Σχόλια

Εκκλησία Online

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.