Εορτάζεται στις 26 Οκτωβρίου-Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν. Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν.

Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἀ’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ´. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.
Ἐν τῷ πανσέπτω καὶ ἁγίῳ Ναῷ σου συναθροισθέντες οἱ Πιστοὶ ὁμοφρόνως, ἐκλιπαροῦμεν πόθωσε, Δημήτριε, ῥῦσαι ταῖς πρεσβείαις σου πειρασμῶν καὶ κυνδύνων, ὅπως μεγαλύνωμεν, τοὺς σεπτούς σου ἀγῶνας, οὕς περ ὑπέστης στεῤῥῶς ὑπὲρ Χριστοῦ, στεφανηφόρε ὁπλῖτα Δημήτριε.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Τὸν αείφωτον Δημήτριον σέβω.
ἐν δε τοῖς Θεοτοκίοις, Σεραφείμ

ᾨδὴ α´. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τὸν πάντων Δεσποτὴν καὶ ποιητὴν ἵλέωσαι Μάρτυς, ἐλεῆσαι με καὶ δεινῆς ἐπηρείας, Μάκαρ ῥύσασθαί με τὸν προσφυγόντα πιστῶς ἐν τῇ σκεπῃ σοὺ.

Ο πταίσμασι στενούμενος χαλεποῖς, καὶ πλήθει κινδύνων, πιεζόμενος ἐκβοῶ· Δημήτριε Μάκαρ, πρόστηθί μοι, τῆς συνεχούσης ἀνάγκης καὶ λύτρωσαι.

Νομίμως ἀθλήσας ὑπὲρ Χριστοῦ, ἀνύσταχτος φύλαξ ἐχαρίσθης Χριστιανοῖς· γενήθητι σκέπη καὶ προστάτης, τῶν προσφυγόντων σοι, θεῖς Δημήτριε.

Θεοτοκίον.
Συ σώζουσα πάντας τοὺς γηγενεῖς, ἀεί τε κινδύνων λυτρουμένη τῶν χαλεπῶν· σῶζε νῦν ἐκ βλάβης σοὺς οἰκέτας, κρατούσης ἡμᾶς, Θεονύμφευτε.

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Ανωθεν τοῖς δούλοις σου, τὴν σὴν βοήθειαν δώρησαι, σώζων ἡμᾶς, Δημήτριε Μάκαρ, ἐκ κυνδύνων καὶ θλίψεων. ͵

Ἐντιμος γεγένησαι, τὸ τοῦ Χριστοῦ τιμῶν ὄνομα· διὸ βοῷ λυτρωσαί με πάσης ἀσθενείας, πρεσβείαις σου.

Ιἅματα ἄφθονα, ἣ σὴ Εἰκὼν ἀναβρύουσα, παντοδαπὰς παύει τῶν ἀνθρώπων, ἀσθενείας, Δημήτριε.

Θεοτοκίον.
Επἰσκεψαὶ Ἄχραντε, νοσηλευόμενον ᾿δοῦλόν σου, καὶ τῆς δεινῆς ἀλγηδονος ῥῦσαι, καὶ παντοίας μς θλίψεως.

ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Φωτοφόρε Δημήτριε, ὀλισθήσας πάθεσι κατενήνεγμαι· ἐγειρον με κατακείμενον ἐν βυθῷ κακίας καὶ ἀπογνώσεως.

Ὠ Δημήτριε κέκτημᾶι,σε φρουρόν μου θεῖον καὶ καταφύγιον πρόστηθί μοι μὴ παρίδῃς με ἐν ἡμέρᾳ θλίψεώς μου καὶ σῶσον με.

ΤῶνΜαρτύρων τῷ καύχημα, τῶν ἐμὸν προστατην σε, ὦ Δημῆτριε, δυσωπῶ μὴ καταλίπῃς με, ἐκ δεινῶν καὶ νόσω ἀπολλύμενον.

Θεοτοκίον.
Ῥῶσιν δίδου μοι, Δέσποινα, καὴ τὴν σηπεδόνα ψυχῆς μου ξήρανον, καὶ κινδύνων με ἐξάρπασον, καὶ τῆς κατεχούσης ἀπογνώσεως.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ο υἱὸς τῆς ἡμέρας, ὥφθης ἐν καρδίᾳ σου ἔχων φῶς ἄδυτον, δι᾿ οὗ σκοτομήνη τῆς ἀπάτης μειοῦται καὶ ἅπασι, δαδουχεῖται γνῶσις θείου φωτός· διὸ βοῶσοι φώτισόν με, Δημήτριε ἔνδοξε.

Νοερῶς ἱκετεύω, σὲ νυχτὶ καὶ ἡμέρᾳ, Δημήτρις ἐνδοξε· ἐν πάντί με τόπῳ καὶ καιρῷ ἱκεσίαις σου φύλαξον, ἀπὸ πάσης βλάβης, νόσων παντοίων καὶ κινδύνων, τὸν εἰς σὲ τὴν ἐλπίδα μου θέμενον.

Δεσμευθεὶς ἀῤῥωστίᾳ, τῇ ἐπισκοπῇ τῇ σῇ ταύτης νῦν λέλυμαι· τῶν φρικτῶν δὲ πόνων κουφισμὸν ὑπεδέχθην ἀδόκητον ὑπὲρ ὧν δοξάζων εὐχαριστῶ καὶ μεγαλύνω τὴν θερμήν σου πρεσβείαν, Δημήτριε.

Θεοτοκίον.
Ἀποιρόγαμε κόῤη, ὅλον με μορφοῦται εκ σοῦ ο Πλάστης ον ἀεὶ δυσώπει, οἰκτειρῆσαι λαὸν ἁμαρτάνοντα, καὶ λυτρῶσαι Κόσμον, νόσων δεινῶν καὶ πάσης βλάβης, τὸν εἰς σὲ, Θεοτόκε, ἐλπίζοντα.

ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Ἡγίασε, ὦ Δημήτριε Μάρτυς, σὲ ὁ Πάνσοφος Θεός, ὃν δυσώπει, ἁγιασμὸν τοῖς σοῖς δούλοις ἐκπέμψαι, καὶ φωτισμὸν καὶ πταισμάτων τὴν λύτρωσιν· προστάτης γὰρ παρὰ Θεοῦ, ἐδωρήθης ἡμῖν ἀκαταίσχυντος.

Μακάριον. ἀρεταῖς με ὑπάρχειν, πολυπόθητε εὐδοκησον Μάρτυς, σὲ δυσωπῶ τὸν καλόν μου προστάτην, καὶ πίστει κράζω σοι, Μάκαρ Δημήτριε· γενήθητί μοι βοηθὸς καὶ παντοίας ἀνάγχης μὲ λύτρωσαι.

Η πάνσεπτος καὶ ἁγία Ἑικών σου τοῦ νοῦς μου θεραπεύει τὰ πάθη, σωματικὰς ἀλγηδόνας τε παύει καὶ τῶν Δαιμόνων ἐπήρειαν Ἂγιε· δεῖξόν με οὖν ταῖς σαῖς λιταῖς τῶν δεινῶν τούτων πάντων ὑπέρτερον.

Θεοτοκίον.
Φάνηθι ἐν᾿ κινδύνοις προστάτης, χαριτόβρυτε Ἂγία Παρθένε, τῷ ταπεινῷ καὶ ἀχρείω σου δούλῳ, καὶ θεραπείαν τοὶς νόσοις μου δώρησαι· καὶ κόπασον τὸ χαλεπὸν, τῶν παθῶν μου κλυδώνιον δέομαι.

Πρεσβείαις σου ἐκ περιστάσεως πάσης λύτρωσαι, Ἀθλοφόρε, τοὺς ἐπικαλουμένους σε Μάρτυς, Δημήτριε, καὶ ὑμνοῦντάς σου τὰ θαυμάσια ἄθλα.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Ἀῖτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστάτα τῶν Πιστῶν ἑτοιμότατε, καὶ ἱκέτα πρὸς Θεὸν ἀκαταίσχυντε, μὴ παρίδῃς δούλων σου δεήσεων φωνὰς, ἀλλὰ πρόφθασον ὡς συμπαθὴς, εἰς τὴν βοήθειαν ἡμῶν. τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον ὡς οἰκτίρμων, ἱκέτευσον τῷ Κύρίω, ὅπως ῥυσθῶμιεν τῶν δεινῶν, Δημήτριε ἔνδοξε.

καὶ εὐθὺ τὸ Προκείμενον
Θαυμαστὸς ὃ Θεὸς ἐν τοῖς “Αγίοις αὐτοῦ. Τρίς.
Στίχος. Τοὶς Ἀγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν…

Εὐγγέλιον. Ἐκ τοῦ κατὰ Ματθοῖον (Κεφ. ι’ 1-8)
Τῷ καιρῷ͵ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ιησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαριτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Δόξα.
Ταῖς τῶν Ἀθληφόρου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Μὴ ἐγκαταλίπῃς με.
Γνώμῃ ὀλισθήσαντα, καὶ δουλωθέντα τῷ πλάνῳ, άπάτη πανένδοξε, πρὸς τὴν ὑπερθαύμαστον προστασίαν σου, καὶ θερμὴν δἐήσιν, Δημήτριε Μάκαρ, καταφεύγω ὁ πανάθλιος δεσμοῦ με λύτρωσε τῶν πειρατηρίων καὶ θλίψεων, καὶ σῶσόν με πρεσβεΐαις σου τῶν δαιμονικῶν ἐπιθέσεων· ἵνα σὲ δοξάζω, καὶ πόθῳ ἀνυμνῶ καὶ προσκυνῶ, τὴν σὴν Εἰκόνα. πηγάζουσαν ἄπειρα ἰάματα.

Σῶσον ὁ Θεὸ τὸν λαόν σοὺ….

ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
Τῆς πλάνης τὴν ζόφωσι μειῶν σὺ ὥφθης σαφῶς, Δημήτριε, διαυγέστατον ἄστρου, διὸ ψυχήν μου γνώμῃ τυφλώττουσαν, θεογνωσίας φωτὶ καταλάμπρυνον, ἀποδιώκων τῆς ἀγνωσίας ἀχλύν.

Ῥανίδα ἰάσεων, τῇ ταπεινῆ μου ψυχῇ δώρησαι, Ἂγιε, καὶ τὰ σώματος πάθη ταῖς ἱκεσίαις σου ἐξαφάνισον, ὦ ἀθλοφόρε Δημῆτριε ἔνδοξε, ἵνα δοξάζω, τιμῶ καὶ ἀνυμνῶ σε ἀεί.

Ἲδού σοι πεπλήρωκε, τὰς ὑποσχέσεις Χριστὸς ὁ Κύριος πρὸς αὐτὸν ἀνυψώσας, τῇ ἐκμιμήσει τῶν παθημάτων αὐτοῦ, ὦ παρεστὼς νῦν, Δημήτριε, πρέσβευε, ὑπὲρ ἡμῶν τῶν πιστῶς ὑμνολογούντων σε.

Θεοτοκίον.
Ἐλέησον, Πάναγνε τὸν πλέον πάντων ἀνθρώπων πταίσαντα· οὐχ ἔστι γὰρ ὡς οὕτω. παρώργησε τὸν ποιήσαντα, ζήσας ἀσώτως ὡς ἐγὼ ὀ ἄθλιος· διὸ βοῶ δωρεὰν, Δέσποινα, σῶσον με.

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Ὁ Ἀσωμάτων τάγμασι, καὶ Μαρτύρων στρατεύμασι θρόνῳ, τοῦ Θεοῦ παρεσητικὼς, Δημτριε, καὶ δόξης καὶ χάριτος καὶ φωτισμοῦ πληρούμενος, λῦσον τῶν ἡμῶν ἁμαρτημάτων τὸν ζόφον τῶν πίστει προσκυνούντων τὴν σέπτὴν καὶ τημίαν καὶ πλήρη χαρισμάτων. ἁγίαν σου Εἰκόνα.

Νίκην λαβὼν ὁ δείλαιος ἡδονῶν τῷ ἐκπτώματι, ἔῤῥιμαι εἰς γῆν, θέαμα θρήνων ἄξιον, Παμμάκαρ Δημήτριε, νῦν ἐπ᾿ ἐμὲ ἐπίβλεψον, δεῖξον, ἔν ἐμοὶ τὴν τῶν θαυμάτων σου χάριν, βροτῶν ἰδέτω γένος, ὅτι σύ μου προτάτης καὶ σώζεις ἐκ θανάτου τὸν σὸν ἀχρεῖον δοῦλον

Σὐ Μαρτυρίου κάλλεσιν, ὦ Δημήτριε ἔνδοξε, κατεστολισμένος καὶ τοῖς ἄθλων στίγμασι, πορφύραν ἐξ αἵματος, ἐνδεδυμένος τῆς σῆς σφαγῆς, τῷ Θεῷ παρέστης σὺν Ἀγγέλων χορείαις καὶ τάξεσι Μαρτύρων, ὃν ἀεὶ ἐκδυσώπει, κοσμῆσαι σωτηρίου ἡμᾶς περιβολαίῳ.

Θεοτοκίον.
Ἲασον ταῖς πρεσβείαις σου, καὶ παθῶν ῥῦσαι, Δέσποινα, πλήρωσον χαρᾶς πνευματικῆς τὸν δοῦλόν σου, τῷ κύκλῳ στεφάνωσον τῶν ἀρετῶν, Πανάμωμε, ἔμπλησον παντοίας δωρεῶν μετουσίας, καὶ μέτοχόν με δεῖξον Οὐρανῶν Βασιλείας· κἄν μου ὑπὲο ἀξίαν τὸ αἰτηθὲν ὑπάρχει.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ἐσκήνωσας ταῖς ἄνω θείαις Αὐλαῖς, τὸν μισθὸν ἀπολαύσας τῶν πόνων σου· πρόστηθι οὖν πάντοτε, θεόφρον, τοῦ σοῦ λαοῦ, τὴν Πόλιν ταύτην φύλαττε, σῶζε τοὺς προστρέχοντάς σοι πιστῶς, καὶ βράβευσον εἰρήνην, πάσῃ τῇ Οἰκουμένη, κἀμοῦ τοῦ σοῦ ἱκέτου μέμνησο.

Βραβείων λαμπροτάτων ἀξιωθεὶς, ἐκ Θεοῦ, ᾿Αθλοφόρε Δημήτριε, ἀποσοβεῖς Δαίμονας καὶ νόσους παντοδαπὰς,, καἰ πειρασμοὺς καὶ θάνατον, πᾶσι τὰ αἰτήματα χορηγῶν· διὸ καμοὶ παράσχου εἰρήνην καὶ ὑγείαν, καὶ τῶν πταισμάτων ἀπολύτρῶσιν.

Ὠς ἔχων ἀναφαίρετον θησαυρὸν, τὴν σεπτήν σου Ἐικόνα, Δημήτριε, ὁ σεβαστὸς καὶ θεῖος Ναός σου πάντας Πιστοὺς, καταπλουτίζει πάντοτε ταῖς τῶν χαρισμάτων διανομαῖς. Διὸ κἀγὼ τῶν θείων τύχοιμι δωρεῶν σου, ὁ προσφυγὼν τῇ θείᾳ σκέπῃ σου.

Θεοτοκίον.
Μαρία Θεοτόκε ἐπιτυχεῖν, τῆς τρυφῆς Παραδείσου ἀξίωσόν, τὸν ἐπὶ γῆς μόνην σε ἐλπίδα μετὰ Θεὸν, μόνην πρεσβείαν ἔχοντα, μόνην προστασίαν, μόνην ἰσχύν. Διὸ μὴ ὑπερίδὴς τολμῶντα ταῦτα λέγειν, Δέσποινα σῶσόν με τὸν δοῦλόν σου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Φροὐρει τοὺς τιμῶντάς σε Ἀθλητὰ, καὶ εὐσεβοφρόνως προσκυνοῦντας τὴν σὴν μορφὴν, καὶ ῥῦσαι κινδύνων καὶ πάσης ἄλλης βλάβης, Δημήτριε τρισμάκαρ, ταῖς ἱκεσίαις σοὺ.

Χαίροις τῶν Μαρτύρων ἣ καλλονὴ,, ὀντώς Ἀϑλοφόρε Μυροβλύτα, καὶ τῶν Πιστῶν, λιμήν τε καὶ τεῖχος, προστάτης τε καὶ σκέπη, Δημήτριε Παμμάκαρ, σκέπε τοὺς δούλους σου.

Φύλαττε σοὺς δούλους, ὦ᾽ Αθλητὰ Μάρτυς Μυροβλύτα, τοὺς τιμῶντάς σε, εὐλαβῶς, πίστει τε καὶ πόθῳ τελοῦντάς σου τὴν μνήμην, ἀπὸ παντοίας βλάβης καὶ περιστάσεως.

Δέξαι, ὦ Δημήτριε Ἀθλητὰ, λιτὰς τῶν σῶν δούλων, ἃς ἔκ στόματος ῥυπαροῦ, καὶ γλώττης βεβήλου, προσάγομεν αἰτοῦντες, ἁμαρτημάτων λύσιν ταῖς ἱκεσίαις σου.

Δέσποινα δυσώπει τὸν σὸν Υἱὸν ἀξίους γένέσθαι Βασιλείας τῶν Οὐρανῶν, τοὺς πίστει. τιμῶντας τὴν ἁγίαν, Εἰκόνα τοῦ θείου Δημητρίου τοῦ σοῦ θεράποντος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ το τροπάριον.
Ἦχος γ΄. διορθωθὲν ὑπὸ τὸῦ ἀειμνήστου Νικολάου Λογάδου.
Μέγαν εὕρατο ἐν τοῖς κινδύνοις, σὲ ὑπέρμαχον ἡ Οίκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπούμενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν, ἐν τῷ σταδίῳ θαῤῥύνας τὸν Νέστορα, ούτως ἅγιε Μεγαλομάρτυς Δημῆτριε, Χριστὸν τὸν Θεόν ἰκέτευε καθελεῖν τὸ φρύαγμα τοῦ ἐχθροῦ, καὶ ἡμᾶς ἐνθαῤῤύναι καὶ δωρήσασθαι ἥμιν τὸ μέγα ἔλεος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Μάρτυς Ἀθλοφόρε τοῦ Χριστοῦ, τοὺς ἐν διαφόροις ἀνάγκαις, σῶζε πρεσβείαις σου, πάσης περιστάσεως ἀπολυτρούμενος καὶ διώκων ψυχόλεθρον, δεινὴν ἀθυμίαν, χάριν δὲ και ἔλεος ἡμῖν αἰτούμενος, ὅπως ταῖς λιταῖς σοῦ σωθέντες, χαίροντες γεραίρωμεν πάντες, τοὺς σεπτοὺς ἀγῶνάς σου Δημήτριε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.

Χαιρετισμοί εις τον Άγιο Δημήτριο τον Μυροβλύτη
Παρακλητικός Κανών εις τον Άγιο Μεγαλομάρτυρα Δημήτριο τον Μυροβλύτη
Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου

†Εορτάζεται στις 26 Οκτωβρίου

Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καὶ τὰ κάτωθι Τροπάρια.

Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ
Ὡς τοῦ Σωτῆρος εὐκλεής Ἀθλοφόρος, καί εὐσεβούντων βοηθός καί προστάτης, Μεγαλομάρτυς Ἅγιε Δημήτριε, λύτρωσαι τήν πόλιν σου, συμφορῶν καί κινδύνων, δίδου δέ τοῖς σπεύδουσι, τή πανσέπτω σορῶ σου, ἁμαρτημάτων λύσιν καί παθῶν, ταῖς πρός Θεόν, εὐπροσδέκτοις πρεσβείαις σου.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰμή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἠμας ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους• οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καὶ ὁ Κανὼν τοῦ Ἁγίου

Ὠδή ἅ’. Ἦχος πλ. δ’. Ὑγρᾶν διοδεύσας
Ἰσχύϊ ἀθλήσας τή θεϊκή, Δημήτριε Μάρτυς, ἰσχύν δίδου κατά παθῶν, τή σῆ ἀντιλήψει Ἀθλοφόρε, τοῖς τή θερμή προσίουσι πρεσβεία σου.

Θαυμάτων παράδοξα ἐνεργῶν, λυτροῦσαι κινδύνων, καί παντοίων ἐπιφορῶν, Δημήτριε Μάρτυς τοῦ Κυρίου, τούς προσίοντας πιστῶς τή πρεσβεία σου.

Ἰλέωσαι Μάρτυς ὡς συμπαθής, Χριστόν τόν Σωτήρα, ὡς ἄν εὔρωμεν ἱλασμόν, καί λύσιν παθῶν τέ καί πταισμάτων, οἱ σέ προστάτην πλουτοῦντες Δημήτριε.

Θεοτοκίον
Μαρία Παρθένε ἡ ἐν σαρκί, Θεόν τετοκυία, τῆς σαρκός μου τάς χαλεπᾶς, ἴασαι ὀδύνας καί ψυχῆς μου, τήν σκοτομήνην φωτί σου διαλυσον.

Ὠδή γ’. Οὐρανίας ἁψίδος
Ὑπέρ πάντων δυσώπει, τόν εὐμενῆ Κύριον, πάσης ἐκλυτροῦσθαι ἀνάγκης, καί περιστάσεως, Μάρτυς Δημήτριε, τούς ἀκλινεῖ διανοία τῷ ναῶ σου σπεύδοντας, καί σέ γεραίροντας.

Ρῶσιν δίδου σωμάτων, καί τῶν ψυχῶν ἴασιν, καί πολυειδῶν συμπτώματων, τήν ἀπολύτρωσιν, Μάρτυς Δημήτριε, ταῖς πρός Χριστόν ἰκεσίαις, τοῖς θερμῶς προστρέχουσι τή προστασία σου.

Οἱ τῷ θείω ναῶ σου, μετά σπουδῆς σπεύδοντες, πάσης λυτρωθείημεν βλάβης, τοῦ πολεμήτορος, Μάρτυς Δημήτριε, καί θεϊκῆς εὐσπλαχνίας, τύχοιμεν πρεσβείαις σου, ἀξιοθαύμαστε.

Θεοτοκίον
Χορηγόν του ἐλέους, καί οἰκτιρμῶν πέλαγος, τόν Δημιουργόν τῶν ἁπάντων, Παρθένε τέξασα, δί’ ἀγαθότητα, ἠμᾶς οἰκτείρησον πάντας, τούς τόν ἀνερμήνευτον, ὑμνοῦντας τόκον σου.

Διάσωσον Μεγαλομάρτυς Δημήτριε σαῖς πρεσβείαις, πάσης βλάβης καί θλιβερῶν περιστάσεων, τούς σέ μεσίτην πρόν Κύριον κεκτημένους.

Ἐπιβλεψον ἐν εὐμενεία πανύμνητε Θεοτόκε ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό Κάθισμα.
Ἦχος β’. Πρεσβεία θερμή.
Προστάτης θερμός, Θεσσαλονίκης πέφηνας, ἐκ πάσης ὀργῆς, καί θλίψεως ρυόμενος, Δημήτριε πανεύφημε, τούς θερμῶς ἐκβόωντας ἐκ πίστεως. Ἐπερχομένων ἠμᾶς συμφορῶν, ἀτρώτους διάσωζε δεόμεθα.

Ὠδή δ’. Εἰσακήκοα Κύριε.
Ἐπιφάνηθι Ἅγιε, ἀοράτως ταύτη τή κληρουχία σου, καί τήν λύπην διασκέδασον, τήν νῦν κατασχοῦσαν τάς ψυχᾶς ἠμῶν.

Ὑπερήφανον δράκοντα, καθ’ἠμῶν τά χείρονα τεκταινόμενον, κατασύντριψον Δημήτριε, τή κραταιοτάτη προστασία σου.

Μή ἐλλείπης λυτρούμενος πάσης δυσχερείας ταύτην τήν πόλιν σου, ὡς ἐρρύσω ταύτην Ἅγιε, ἀπειλῆς σεισμοῦ καί ὀλεθρεύσεως.

Θεοτοκίον
Ὡς τεκοῦσα ἐν σώματι, τόν Δημιουργόν Παρθένε τῆς κτίσεως, καθικέτευε δεόμεθα, πάσης ἠμᾶς ρύεσθαι κακώσεως.

Ὠδή ἐ’. Φώτισον ἠμᾶς.
Νόσων καί παθῶν, ἀπολύτρωσαι Δημήτριε, τούς προσπίπτοντας τή θεία σου σορῶ, ἐξ ἤς ρέει Παρακλήτου χάρις ἄφθονος.

Ἤθλησας στερρῶς, καί ἠγίασας τήν πόλιν σου, ταῖς τοῦ αἵματος καί μύρου προχοαῖς, ἤν καί νῦν ἐκ πάσης ρύου Μάρτυς θλίψεως.

Μέγαν ἀρωγόν, καί προστάτην συμπαθέστατον, κεκτημένοι σέ οἱ Θεσσαλονικεῖς, κατά χρέος σέ γεραίρουσι Δημήτριε.

Θεοτοκίον
Ἄλυπον ἠμῶν, τήν ζωήν Παρθένε τήρησον, καί ἐκ πάσης ἀθυμίας τοῦ ἐχθροῦ, τάς ψυχᾶς ἠμῶν ἁπάλλαξον δεόμεθα.

Ὠδή στ’. Τήν δέησιν.
Σορός σου, Μεγαλομάρτυς ἡ θεία, ὥσπερ ἄλλο ἰλαστήριον θεῖον, Θεσσαλονίκη τή πόλει σου ὤφθη, ἁγιασμόν καί παθῶν ἀπολύτρωσιν, καί ἱλασμόν ἁμαρτιῶν, τοῖς πιστοῖς χορηγοῦσα Δημήτριε.

Σκανδάλων, καί νοσημάτων καί πόνων, καί σεισμοῦ τῆς ὀλεθρίου μανίας, ταῖς πρός Χριστόν ἰκεσίαις σου Μάρτυς, τήν κληρουχίαν σου ἄτρωτον φύλαττε, ὅτι τή σή διά παντός, προστασία προστρέχει Δημήτριε.

Κινδύνου, ὡς ἐλυτρώσω παμμάκαρ, ἐκ σεισμοῦ τοῦ βαρυτάτου λιταίς σου, Θεσσαλονίκην τήν πόλιν σου Μάρτυς, οὕτως αὐτήν ἀεί ἄτρωτον φύλαττε, ἐπερχομένων συμφορῶν, παρρησίαν πλουτῶν πρός τόν Κύριον.

Θεοτοκίον
Ἐτέχθη, ἐκ τῶν ἁγνῶν σου αἱμάτων, ὁ τό εἶναι δεδωκῶς πάσι Κόρη, ἐκ τῆς φθορᾶς ἑξαιρούμενος πάντας, τούς προσκυνοῦντας τό μέγα μυστήριον, τοῦ τοκετοῦ σου τοῦ φρικτοῦ, Θεοτόκε Παρθένε Πανύμνητε.

Διάσωσον Μεγαλομάρτυς Δημήτριε σαῖς πρεσβείαις, πάσης βλάβης καί θλιβερῶν περιστάσεων, τούς σέ μεσίτην πρόν Κύριον κεκτημένους.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσαν Μητρικήν παρρησίαν.

Αἴτησις καί τό Κοντάκιον
Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Πάλαι μέν μύρον εὐῶδες ἀνέβλυζεν, ἡ σή σορός ἡ ἁγία Δημήτριε• νῦν δέ παρέχει τήν χάριν τοῦ Πνεύματος, τοῦ ἐν αὐτή ἐνοικοῦντος μακάριε, τοῖς πίστει καί πόθω προστρέχουσι.

Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνω πληθυνθήσεται
Στίχ. Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Εὐαγγέλιον κατά Λουκᾶν (κά΄ 12-19)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Προσέχετε ἀπό τῶν ἀνθρώπων• ἐπιβαλούσι γάρ ἐφ’ ὑμᾶς τάς χείρας αὐτῶν, καί διώξουσι, παραδίδοντες εἰς συναγωγᾶς καί φυλακάς, ἀγομένους ἐπί βασιλεῖς καί ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δέ ὑμίν εἰς μαρτύριον. Θέσθε οὔν εἰς τάς καρδίας ὑμῶν, μή προμελετᾶν ἀπολογηθήναι• ἐγώ γάρ δώσω ὑμίν στόμα καί σοφίαν, ἡ οὗ δυνήσονται ἀντειπεῖν, οὐδέ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμίν. Παραδοθήσεσθε δέ καί ὑπό γονέων, καί ἀδελφῶν, καί συγγενῶν, καί φίλων, καί θανατώσουσιν ἐξ ὑμῶν. Καί ἔσεσθε μισούμενοι ὑπό πάντων διά τό ὄνομα μού• καί θρίξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μή ἀποληται. Ἐν τή ὑπομονή ὑμῶν κτήσασθε τάς ψυχᾶς ὑμῶν.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με….
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλη μετά πίστεως, τή σῆ θερμή προστασία, Ἅγιε Δημήτριε, σπεύδουσα ἡ πόλις σου ἀνακράζει σοί. Ὡς ποτέ ἔσωσας, καί πολλάκις Μάρτυς, χαλεπῶν μέ περιστάσεων, οὕτω διάσωσε, καί ἐπερχομένων κακώσεων, λαόν σου τόν θεοφρονα, τόν εἰλικρινῶς πεποιθότα σοί, πταισμάτων τήν λύσιν, αἰτούμενος ἠμίν παρά Χριστοῦ, καί νοσημάτων τήν ἴασιν, καί παθῶν ἐκλύτρωσιν.

Σῶσον ὁ Θεός τόν λαόν σου…

Ὠδή ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Πειρασμῶν ἀδοκήτων, καί σεισμῶν βαρυτάτων ἠμᾶς ἁπάλλαξον, τή σῆ ἐπιστασία, Δημήτριε τρισμάκαρ, τούς ἐν πίστει κραυγάζοντας• ὁ τῶν Πατέρων ἠμῶν, Θεός εὐλογητός εἰ.

Ὡς λειμών πανευώδης, ἡ σορός τῶν λειψάνων σου πνέει πάντοτε, ὀσμήν ἀθανασίας, ἠμῶν τάς διανοίας, μυστικῶς κατευφραίνουσιν, καί τό δυσῶδες παθῶν, Δημήτριε σοβοῦσαν.

Νεκρωθεῖς τή κακία, τή θερμή σου πρεσβεία σπεύδω Δημήτριε, καί πίστει ἐκβοῶ σοί. Νέκρωσον τῶν παθῶν μου, τά σκιρτήματα ἅπαντα, καί ζώωσόν μου τόν νοῦν, τή χάριτί σου Μάρτυς.

Θεοτοκίον
Γνώσει λάμπρυνον θεία, τόν ἀγνώμονα νοῦν μου Παρθένε Ἄχραντε, ὡς ἄν τῆς μετανοίας, πορεύσωμαι τάς τρίβους, καί ζωῆς τύχω κρείττονος, ὁ καταφεύγων Ἁγνή, τή κραταιά σου σκέπη.

Ὠδή ἡ’. Τόν Βασιλέα.
Ἔχει σέ πόλις, Θεσσαλονίκη προστάτην, διά τοῦτο σου Δημήτριε κηρύττει, τάς εὐεργεσίας, καί χάριτος τόν πλοῦτον.

Ρύου ἀπαύστως, ἐπιφορῶν καί κινδύνων, τούς προστρέχοντας τοῖς θείοις σου Λειψάνοις, καί τήν σήν πρεσβείαν, Δημήτριε ζητοῦντας.

Ἀΰλου μύρου, τή μυστική εὐωδία, τῶν παθῶν ἠμῶν τήν δυσωδίαν λύσον, ἴνα σέ τιμῶμεν, Δημήτριε παμμάκαρ.

Θεοτοκίον
Σύ εἰ Παρθένε, ὡς τοῦ Θεοῦ ἠμῶν Μήτηρ, καταφύγιον καί λύτρον ἐν ἀναγκαις, τῶν ὑπερυψούντων, τόν ἄφραστόν σου τόκον.

Ὠδή θ’. Κυρίως Θεοτόκον.
Ἰάσεις ἀναβλύζει, ἡ σεπτή σορός σου, τή ἐπομβρία του Πνεύματος Ἅγιε, τοῖς ἀδιστάκτω καρδία σέ μεγαλύνουσι.

Μαστίγων ὀλεθρίων, καί σεισμοῦ μανίας, Θεσσαλονίκην τήν πόλιν σου φύλαττε, Μεγαλομάρτυς Δημήτριε εὐφημοῦσαν σέ.

Οἱ πίστει προσιόντες, τή σεπτή σορῶ σου, ἐπηρειῶν χαλεπῶν ἁπαλλάττονται, καί κατά χρέος Δημήτριε ἀνυμνούσι σέ.

Θεοτοκίον
Ὑψίστου ἡ καθέδρα, Κεχαριτωμένη, τήν πεπτωκυίαν ψυχήν μου τοῖς πάθεσι, πρός πολιτείας ἁγίας ὕψωσον ἔλλαμψιν.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Μαρτύρων ἡ καλλονή, καί Θεσσαλονίκης, πολιοῦχος ὁ εὐκλεής• χαίροις Μυροβλύτα, Δημήτριε παμμάκαρ ἠμῶν πρός τόν Σωτήρα, πρέσβυς θερμοτατος.

Δέδεκται ἐν κόλποις τήν ἱεράν, σορόν σου παμμάκαρ, ὡς οὐράνιον θησαυρόν, ἡ Θεσσαλονίκη, ἤς πάλαι ἐστερήθη, καί πόθω εὐφημεῖ σέ Μάρτυς Δημήτριε.

Λύτρωσαι κινδύνων παντοδαπῶν, Δημήτριε Μάρτυς, καί παντοίων δυσχερειῶν, τούς τήν σήν πρεσβείαν, ἀπό ψυχῆς αἰτοῦντας, καί τή σεπτή σορῶ σου, πίστει προσπίπτοντας.

Ὡς ἐρρύσω Μάρτυς φθορᾶς σεισμοῦ, τήν Θεσσαλονίκην, τή θερμή σου ἐπισκοπῆ, οὕτω ταύτην ρύου, καί πάσαν τήν Ἑλλάδα, ἐπερχομένων πόνων, καί περιστάσεων.

Μύρου εὐωδία τοῦ νοητοῦ, Μυροβλύτα Μάρτυς, ἀποδίωξον ἀφ’ ἠμῶν, παθῶν ἀκαθάρτων, τήν δυσωδίαν θάττον, καί τῶν πταισμάτων αἴτει, ἠμίν τήν ἄφεσιν.

Ἴδε τούς ἐστώτας πανευλαβῶς, τή σεπτή σορῶ σου, Μυροβλύτα Μάρτυς σοφέ καί ἄπασι δίδου, τάς σωτηρίους δόσεις, τήν καθ’ ἠμῶν μανίαν, λύων τοῦ δράκοντος.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον Ἦχος γ’.
Μέγαν εὔρατο ἐν τοῖς κινδύνοις, σέ ὑπέρμαχον ἡ οἰκουμένη, ἀθλοφόρε τά ἔθνη τροπούμενον. Ὡς οὔν Λυαίου καθεῖλες τήν ἔπαρσιν, ἐν τῷ σταδίω θαρρύνας τόν Νέστορα, οὕτως ἅγιε Μεγαλομάρτυς Δημήτριε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἠμίν τό μέγα ἔλεος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Ὄτε ἐκ τοῦ ξύλου.
Πάντας τούς προσπίπτοντας πιστῶς, τοῖς σοῖς μυριπνόοις λειψάνοις, καί δυσωποῦντες σέ, Ἅγιε Δημήτριε, Μεγαλομάρτυς Χριστοῦ, ρύσαι πάσης κακώσεως, σεισμοῦ τέ ἀνάγκης, καί παντοίων θλίψεων, ψυχῆς καί σώματος, ἔχων πρός Χριστόν παρρησίαν, καί πληρῶν ἀεί τάς αἰτήσεις, τῶν εἰλικρινῶς μακαριζόντων σέ.

Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ. φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ ευχῶν τῶν ‘Αγίων Πατέρων ἠμῶν.
Κύριε Ίησοῦ Χριστέ ό Θεός ἠμῶν έλέησον ἠμᾶς.
Ἀμήν.

Χαιρετισμοί εις τον Άγιο Δημήτριο τον Μυροβλύτη
Παρακλητικός Κανών εις τον Άγιον Έφιππον Μεγαλομάρτυρα Δημήτριον τον Μυροβλύτην προστάτην Θεσσαλονίκης φονευτήν Σκυλογιάννου
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Ὁ ἔφιππος Ἅγιος Δημήτριος ἐπιφέρει καίριο πλῆγμα στὸν πολεμοχαρῆ Σκυλογιάννη. Ἡ πιὸ διαδεδομένη εἰκόνα τοῦ Ἁγίου Δημητρίου τὸν παριστᾶ «καβαλλάρη» σὲ κόκκινο ἄλογο, νὰ κτυπᾶ μὲ τὸ ἀκόντιό του ἕναν ἐχθρό. Αὐτὸς δὲν εἶναι ἄλλος ἀπὸ τὸν πολεμοχαρῆ τσάρο τῶν Βουλγάρων Ἰωαννίτζη, τὸν γνωστὸ στοὺς Βυζαντινοὺς «Σκυλογίαννη». Ὁ θάνατός του κατὰ Θεία Δίκη ἔγινε τὸν Ὀκτώβριο τοῦ 1207, τὶς παραμονὲς τῆς ἐπιθέσεώς του στὴν
Ἁγιοδημητριοφρούρητη Θεσσαλονίκη μας. Δὲν σκότωσε, λοιπόν, μὲ τὰ ὅπλα του ὁ Ἅγιος τὸν Σκυλογιάννη, ἀλλὰ δι’ εὐχῶν τοῦ Ἁγίου προστάτου τῆς πόλεως ὁ θάνατός του ἐπῆλθε ἀπὸ ἀσθένεια λίγο πρὶν ἐκεῖνος ἐπιτεθεῖ στὴν ὄμορφη καὶ πολύφερνη αὐτὴ νύμφη τοῦ Θερμαϊκοῦ.
Ὁ Σκυλογιάννης, λοιπόν, πέθανε ἀπὸ πλευρίτιδα, ἀλλὰ ὁ θάνατός του ἀποδόθηκε σὲ παρέμβαση τοῦ Ἁγίου, τοῦ φρουροῦ καὶ προστάτου τῆς Πόλεως, Μυροβλύτου, Μεγαλομάρτυρος Δημητρίου.
Σὲ ἱστορικὸ κείμενο τοῦ Σταυρακίου ἀναφέρεται ὅραμα, ὅπου ὁ Ἅγιος ἐμφανίσθηκε νὰ ρίχνει τὸ κοντάρι του στὸν σκληρὸ πολιορκητή, γιὰ νὰ σώσει τὸν λαὸ τῆς πόλεώς του.
Τὸ παράδοξο εἶναι ὅτι τὸ βουλγαρικὸ ἔθνος τίμησε τρομερὰ τὸν Ἅγιο Δημήτριο, τὸν θεώρησε προστάτη του, ἐμψυχωτή του κατὰ τὴν τουρκοκρατία, καὶ μάλιστα βουλγαρικὴ βιογραφία του ἀναφέρει, κάνοντας ἀναχρονισμό, πὼς ὁ πατέρας του ἦταν Βούλγαρος. Αὐτὸ ἔχει ἰδιαίτερη σημασία γιὰ τὸ πὼς οἱ Βούλγαροι ἔβλεπαν τὸν Σκυλογιάννη, ἀφοῦ τίμησαν καὶ οἰκειοποιήθηκαν τὸν Ἅγιο, ὁ ὁποῖος κατὰ τοὺς Βυζαντινούς, ἔβαλε τέρμα στὴν βασιλεία τοῦ δικοῦ τους βασιλιά.
Στὸ πρόσωπο τοῦ Ἁγίου Δημητρίου ἡ Θεσσαλονίκη βλέπει τὸν ἀνύστακτο προστάτη της, τὸν ἐλευθερωτή της, ἀφοῦ ἡ ἀπελευθέρωσή της ἀπὸ τοὺς Τούρκους τὸ 1912 συνέπεσε μὲ τὴν ἡμέρα τῆς μνήμης του. Ἡ εἰκόνα τοῦ ἐφίππου Ἁγίου Δημητρίου, πάνω στὸ κόκκινο ἄλογο, ἀγαπήθηκε πολύ, γιατὶ ἐνσαρκώνει τὰ ἑλληνικὰ ἰδεώδη τῆς παλληκαριᾶς καὶ τῆς λεβεντιᾶς.

Ο Κανών
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἔν τῆ άληθεία σου, εἰσάκουσον μου ἔν τῆ δικαιοσύνῃ σου. Καί μή εἰσέλθῃς εἵς κρίσιν μετά τοϋ δούλου σου, ὅτι οὗ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὅ ἐχθρός τήν ψυχήν μου ἐταπείνωσεν εἵς γῆν τήν ζωήν μου. Ἐκάθισε με ἔν σκοτεινοῖς, ὦς νεκρούς αἰῶνος, καί ήκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἔν έμοι ἐταράχθη ἤ καρδία μου. Ἐμνήσθην ήμερων ἀρχαίων, ἐμελέτησα ἔν πᾶσι τοῖς ἔργοις σου, ἔν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ἤ ψυχή μου ὦς γῆ ἄνυδρος σοι. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἵς λάκκον. Ἀκουστόν ποιῆσον μοι τό πρωΐ τό ἐλεός σου, ὅτι ἐπί σοι ἤλπισα. Γνώρισον μοι, Κύριε, όδόν ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἷ ὅ Θεός μου. Τό Πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει με ἔν γῆ εὐθείᾳ ἕνεκεν τοΰ ὀνόματος σου, Κύριε, ζήσεις με. Ἔν τῆ δικαιοσύνη σου, έξάξεις ἐκ θλίψεως τήν ψυχήν μου. Καί ἔν τῷ έλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σοῦ εΐμι.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καὶ τὸ ἑξῆς·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Μεγαλομάρτυς, ἀρετῆς ὑφηγῆτορ, Θεσσαλονίκης γεραρὲ πολιοῦχε, αὐτῆς ὁ τὸν ἐπίβουλον συντρίψας ἐχθρὸν χάριτι τῇ θείᾳ σου, ἀθλητὰ τροπαιοῦχε, θαυμαστὲ Δημήτριε, χριστωνύμων προστάτα, ἐκδυσωπῶν μὴ παύσῃ τὸν Θεὸν ὑπὲρ τῶν πίστει τιμώντων σὴν ἄθλησιν.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν, οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.

καὶ ὁ Κανὼν, οὗ ἡ Ἀκροστιχίς·
Δημήτριε, Θεσσαλονίκης εἶ προστάτης. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δημήτριε, φύλαξ καὶ ἀρωγὸς Θεσσαλονικέων πέλων ἄγρυπνος, ἐσαεὶ συντήρει σὴν πόλιν ἐπιβούλων ἐχθρῶν, Χριστοῦ στρατηλάτα, ἀπήμονα.

Ἡγίασας αἵματος ἐκροαῖς, Δημήτριε Μάρτυς, χθόνα νύμφης Θερμαϊκοῦ, ἀεὶ καταφεύγουσαν ἐν δίναιςκαὶ συμφοραῖς ἐναργεῖ προστασίᾳ σου.

Μὴ παύσῃ πρεσβεύων ὑπὲρ ἡμῶν, Δημήτριε, θραῦσαι ἐπιβούλων ἡμῶν ὀφρύν, ὁ θραύσας αὐτὴν Σκυλογιάννου, τῇ οὐρανόθεν δοθείσῃ σοι χάριτι.

Θεοτοκίον.
Ἡ πάντων ἐν δίναις καταφυγή, βοήθει, Παρθένε, τοῖς τιμῶσί σε εὐλαβῶς,καὶ σπεύδουσι σῇ ἐπιστασίᾳ ἐν περιστάσεσι, Λαοδηγήτρια.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τεῖχος καὶ προστασία σὲ ἀληθῶς ἔγνωμεν Θεσσαλονικεῖς ἐν κινδύνοις, Μάρτυς Δημήτριε, ἐν μάχαις τὸν κατ’ ἐχθρῶν περιφερόμενον πλῆθος εὐσεβούντων ἔφιππον προασπιζόμενον.

Ῥῦσαι πάντας εὐχαῖς σου μαρτυρικαῖς θλίψεων Θεσσαλονικέων χορείας τάχος, Δημήτριε, ἐξ ἐπιβούλων δεινῶν αὐτὰς ὁ σῴζων ἀπαύστως,τὰς ὡς ἀντιλήπτορα ὑμνολογούσας σε.

Ἰσχυρόν σε προστάτην καὶ ἀρωγὸν τάχιστον Θεσσαλονικέων ἡ πόλις ἔχει, Δημήτριε, σὲ τὸν δυνάμει Θεοῦ ὀφρὺν τοῦ Σκυλογιάννου ἐπηρμένην θραύσαντα, Μάρτυς πολύαθλε.

Θεοτοκίον.
Εὐεργέτην τεκοῦσα ἡμῶν ψυχῶν, Δέσποινα,Μῆτερ τοῦ Θεοῦ, Παναγούδα, κόσμου διάσωσμα, δὸς οὐρανόθεν ἡμῖν
εὐεργεσίας σου πλοῦτον Δημητρίου Μάρτυρος θείαις ἐντεύξεσι.

Διάσωσον Θεσσαλονίκην, Δημήτριε, μυροβλύτα, ἀπὸ πάσης ἐπιβουλῆς ἐχθρῶν, Μάρτυς ἔφιππε, ἧς πέλεις προστάτης καὶ πολιοῦχος.

Ἐπίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἐλευθερωτὰ Θεσσαλονίκης Ἅγιε, ὁ σπεύδων ἀεὶ ἐπὶ τειχῶν ὡς ἔφιππος εὐσταλὲς Δημήτριε, βοηθῆσαι πᾶσι τιμῶσί σε ἀμυνομένοις, Μάρτυς, εὐσεβεῖς παθῶν καὶ κινδύνων ἐλευθέρωσον.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Θαυματόβρυτε Ἅγιε, Θεσσαλονικέων φρουρέ, Δημήτριε, ἐπιβούλους καταδίωξον ταύτης, ὡς προστάτην εὐφημούσης σε.

Ἐν κινδύνοις καὶ θλίψεσιν ἴσθι ἀντιλήπτωρ ταχύς, Δημήτριε, ὁ Σκυλογιάννου μήνιδος τὴν Θεσσαλονίκην λυτρωσάμενος.

Σῶσον ἐν περιστάσεσι τὴν Θεσσαλονίκην, στεῤῥὲ Δημήτριε, καταφεύγουσαν σῇ χάριτι καὶ ὡς πολιοῦχον ἀνυμνοῦσάν σε.

Θεοτοκίον.
Συμπαθείας ὡς ἄβυσσον σὲ ὑμνολογοῦντες, Θεογεννήτρια, σὴν ἀντίληψιν αἰτούμεθα, τῶν Χαλκέων σέμνωμα περίδοξον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄριστε Χριστοῦ στρατιῶτα, ὁ τῇ λόγχῃ σου πρεσβειῶν συντρίβεις ἔπαρσιν ἐχθρῶν, διαφύλαττε ἡμᾶς αὐτῶν ἀπήμονας.

Λόγχευσον ἡμῶν πάθη λόγχῃ σου, Δημήτριε, ἐπιβούλους ὡς ἐλόγχευσας ἐχθροὺς τῆς λαμπρῶς Θεσσαλονίκης εὐφημούσης σε.

Ὅλῃ σε ψυχῇ μεγαλύνομεν, Δημήτριε, θεοδώρητον ὡς ἐλευθερωτὴν ἐξ ἐχθρῶν Θεσσαλονίκης, γενναιότατον.

Θεοτοκίον.
Νίκας κατ’ ἐχθροῦ δίδου πᾶσι τοῦ ἀλάστορος, Παναγία Θεοτόκε, Δεξιά, Δημητρίου Μυροβλύτου παρακλήσεσι.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἱλέωσαι τὸν Χριστόν, Δημήτριε, τοῖς ἐν ὕμνοις σε τιμῶσιν εὐτάκτοις, ἐχθρῶν ὡς πόλεως Θεσσαλονίκης ὀλέτην, οὓς στρατιώτης ὡς ἔφιππος ἐλόγχευσας λόγχῃ εὐχῶν σῶν θερμῶν πρὸς Θεὸν τὸν εἰρήναρχον.

Κατάστειλον ἐπιβούλων πίστεως καὶ πατρίδος σου, τῆς Θεσσαλονίκης ὁρμάς, Δημήτριε Μεγαλομάρτυς, Σκυλογιάννου ὁ λόγχῃ σου φρύαγμα λογχεύσας, ἔφιππε Χριστοῦ στρατιῶτα ἐν μάχαις ἀήττητε.

Ἡ χάρις σου ἐκδιώκει ἅπαντας τοὺς ἐχθροὺς Θεσσαλονίκης, ἧς πέλεις φρουρός, Δημήτριε, καὶ πολιοῦχος, περιπολῶν τὰς ἐπάλξεις ὡς ἔφιππος τῆς πόλεως καὶ θαυμαστῶς ἐπιβούλους λογχεύων θεώμενος.

Θεοτοκίον.
Σὲ μέλπομεν εὐλαβῶς ἑκάστοτε Θεσσαλονικέων δῆμοι, Παρθένε, Πάντων Ἐλπίς, καὶ πιστῶς προσκυνοῦμεν τὴν σὴν εἰκόνα ἀρτίως δακρύσασαν ἐν Κωνσταντίνου τῷ Ναῷ τοῦ Μεγάλου, πιστῶν ὡς προσφύγιον.

Διάσωσον Θεσσαλονίκην, Δημήτριε, μυροβλύτα, ἀπὸ πάσης ἐπιβουλῆς ἐχθρῶν, Μάρτυς ἔφιππε, ἧς πέλεις προστάτης καὶ πολιοῦχος.

Ἄχραντε, ἠ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Μεγαλομάρτυς Κυρίου, Δημήτριε, περιπολεύων μὴ παύσῃ ὡς ἔφιππος Θεσσαλονίκης τὰ τείχη τῆς πόλεως καὶ ἐκδιώκων ἐχθρούς, γενναιότατε, Σκυλογιάννην ὡς πάλαι σκαιότατον.

Προκείμενον.
Θαυμαστός, ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὑαγγέλιον, εκ τοῦ κατᾶ Ιωάννην (Κέφ. ιε`. 17-27, ιστ`. 1-2 ).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν, ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με, εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου, ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε,ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε, ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μάρτυς γενναιότατε, τῆς στρατιᾶς τοῦ Κυρίου στρατιῶτα ἔνδοξε, θαυμαστὲ Δημήτριε, λόγχῃ θείᾳ σου τοὺς ἐχθροὺς λόγχευσον Θεσσαλονικέων, διαθέρμοις σου δεήσεσι πρὸς τὸν Θεάνθρωπον, κλῆσιν Οὗ τρανῶς ὡμολόγησας ἀπίστων κατενώπιον καὶ τοῦ μαρτυρίου διώδευσας δι’ Αὐτὸν τὴν τρίβον, ὡς Νέστορα ηὐλόγησας σεμνῶς τὸν μαθητήν σου πρὸς θρίαμβον τοῦ Λυαίου, γίγαντος.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…..

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Εὐσταλὲς στρατιῶτα στρατιᾶς τοῦ Ὑψίστου, σεπτὲ Δημήτριε, τῶν πίστει προστρεχόντων τῇ θείᾳ χάριτί σου ἀλγηδόνας κατάπαυσον, Θεσσαλονίκης φρουρὲ καὶ φύλαξ καὶ ἀκέστορ.

Ἰσχυροὺς κατ’ ἐχθίστου δεῖξον τοὺς ἀνυμνοῦντας τὴν σὴν ἐνάθλησιν, Δημήτριε, ὁ χάριν λαβὼν Σκυλογιάννου ἐδαφίσαι τὴν ἔπαρσιν, Θεσσαλονίκης, τῆς σῆς πατρίδος, ἐπιβούλου.

Πέμψον πᾶσι σὴν χάριν ὑμνηταῖς σου, ὁπλῖτα Χριστοῦ, Δημήτριε, καὶ Θεσσαλονικέων χορείαις ἐξαιρέτως, ταῖς σπευδούσαις σῇ χάριτι καὶ προσκυνούσαις πιστῶς σοῦ μαρτυρίου τόπον.

Θεοτοκίον.
Ῥῦσαι πάντας, Παρθένε, δυσθυμίας καὶ βλάβης τοῦ παναλάστορος πρεσβείαις Δημητρίου τοῦ μυροβλύτου, Μῆτερ, Παναγούδα πανύμνητε, τοὺς καθ’ ἑκάστην πληθὺν ὑμνοῦντας σῶν χαρίτων.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὁδήγει πάντας πρὸς ἀτραποὺς σωτηρίας, προσκυνοῦντας, Δημήτριε, τάφον ἐν Θεσσαλονίκῃ, τὸν μυροβλύζοντά σου.

Σκυλογιάννην ὁ θανατώσας εὐχαῖς, τὸν ἐπίβουλον Θεσσαλονίκης, τήρει ἐλευθέρους ἡμᾶς χαμαιζηλίας.

Τῆς ἐλευθέρας Θεσσαλονίκης προστάτην, νῦν Δημήτριον ὕμνοις τιμῶμεν, στρατιᾶς Κυρίου ὡς ἔφιππον ὁπλίτην.

Θεοτοκίον.
Ἀεὶ εὐλόγει, Φανερωμένη Παρθένε, θαυμασίων σου μέλποντας πλῆθος καὶ θεοπειθέσι προσφεύγοντας λιταῖς σου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τοὺς σοὺς ἱκέτας τήρει ἀσινεῖς ἐχθίστου ἐπιβουλῆς, μυροβλύτα Δημήτριε, Θεσσαλονίκης προστάτα καὶ φύλαξ ἄγρυπνε.

Ἡ τῆς Θεσσαλονίκης πόλις καταφεύγει σῇ ἀῤῥαγεῖ προστασίᾳ, Δημήτριε, ἣν ἐξ ἐχθρῶν ἐπιβούλων ἀπηλευθέρωσας.

Σκυλογιάννου μῆνιν πολεμάρχου, Μάρτυς, αἱμοχαροῦς ἐδαφίσας, Δημήτριε, Θεσσαλονίκης προστάτης ὤφθης ἀνύστακτος.

Θεοτοκίον.
Χριστοῦ μὴ διαλείπῃς δεομένη, Μῆτερ, ὑπὲρ ἡμῶν, πίστει μακαριζόντων σε, Αὐτοῦ ὡς θρόνον, Παρθένε, Ἀχειροποίητον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

καὶ τὰ παρόντα Μεγαλυνάρια,
Σύμμορφος γενόμενος τῶν παθῶν τοῦ Χριστοῦ ἐτρώθης λόγχῃ, ἔνδοξε, σὴν πλευρὰν καὶ Θεσσαλονίκης ἡγίασας τὴν χθόνα αἱμάτων σου τοῖς ῥείθροις, πάνυ Δημήτριε.

Λόγχῃ τὴν πλευρά σου, Μάρτυς, τρωθεὶς καὶ ταῖς σαῖς ῥανίσι τῶν αἱμάτων πορφυρωθείς, μυροχεῦμον, θεῖε Δημήτριε, ἐπώφθης ἀδάμαστος ὁπλίτης Κτίστου τῆς πίστεως.

Χαίρει προστασίᾳ σου ἀκλινεῖ ἡ Θεσσαλονίκη, ἀντιλήπτωρ ἧς καὶ φρουρὸς ἄγρυπνος ὑπάρχεις, Δημήτριε στεῤῥόφρον, τῆς πίστεως Κυρίου Μάρτυς μεγάλαθλε.

Ἐκ τοῦ πολεμάρχου ἐπιβουλῆς τοῦ Σκυλογιάννου πόλιν ἔσωσας θαυμαστῶς τῆς Θεσσαλονίκης, Δημήτριε, ἧς πέλεις ἐλευθερίας, Μάρτυς ἔφιππε, πρόξενος.

Σὲ Χριστὸς ἐδόξασε θαυμαστῶς τῇ μυροβλυσίᾳ θείου τάφου σου, ἀθλητὰ τοῦ Χριστοῦ ἀνδρεῖε, Δημήτριε, καὶ ῥύστην ἐν τοῖς κινδύνοις πάντων ἔδειξε πρόμαχον.

Φρούρει καὶ ἁγίαζε ἀκλινῶς Θεσσαλονικέων δήμους σπεύδοντας ἐν δεινοῖς, ἔφιππε ὁπλῖτα, Δημήτριε, σῇ σκέπῃ καὶ ἀντιλήψει θείᾳ ἐν περιστάσεσι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

καὶ τὸ Ἀπολυτίκιον. Ἦχος γ΄.
Μέγαν εὕρατο ἐν τοῖς κινδύνοις σὲ ὑπέρμαχον ἡ οἰκουμένη,
Ἀθλοφόρε, τὰ ἔθνη τροπούμενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν ἐν τῷ σταδίῳ θαῤῥύνας τὸν Νέστορα· οὕτως, Ἅγιε Μεγαλομάρτυς Δημήτριε, Χριστόν, τὸν Θεόν, ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἕτερον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Εὐσταλὲς στρατιῶτα Χριστοῦ τῆς πίστεως, Θεσσαλονίκης προστάτα καὶ πολιοῦχε σεπτέ, ἀκατάβλητε Δημήτριε, δυνάμεως ὁ πλήσας Νέστορα σεμνὸν θείας, πλήρωσον ἡμᾶς ἰσχύος πατῆσαι πλάνον ὡς μυροβλύτην τιμῶντας σὲ καὶ χαρίτων κρήνην ἄφθονον.

Ἕτερον. Ὅμοιον.
Ὡς ἱππέα κατεῖδόν σε, γενναιότατε, περιπολεύοντα τείχη Θεσσαλονίκης μακρὰ καὶ ἐχθροὺς αὐτῆς στεῤῥῶς καταδιώκοντα, πλήθη, Δημήτριε, πιστῶν, φύλαξ, ἐλευθερωτά, προστάτα καὶ πολιοῦχε τῆς σῆς ἐνδόξου πατρίδος, ἀεὶ σπευδούσης τῇ σῇ χάριτι.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Μάρτυς, τοῦ σταδίου ἀριστεῦ, ὁ Σκυλογιάννην νικήσας, Θεσσαλονίκης δεινὸν πόλεως ἐπίβουλον ὀφθεὶς ὡς ἔφιππος στρατιώτης ἀκρόπολιν αὐτῆς ἐποπτεύων καὶ συντρίβων φρύαγμα αὐτοῦ τὸ ἄνομον, σπεῦσον πάντας ἐλευθερῶσαι ἐξ ἐχθροῦ παγίδων, τοὺς πίστει σὲ ὑμνοῦντας, ἄλκιμε Δημήτριε.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς
ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.

Δίστιχον.
Δημήτριε, κινδύνων ἐλευθέρωσον
Χρῆστον προσπίπτοντά σοι καὶ Χαραλάμπη.

Χαιρετισμοί εις τον Άγιο Δημήτριο τον Μυροβλύτη

Πηγή

Έτερος Παρακλητικός Κανών εις τον Άγιο Δημήτριο Μυροβλύτη
Ποίημα Μητροφάνης Γρήγορας ἐκ Δωδώνης, ἱερομονάχου·

Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Εἶτα τὸ τροπάριον.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν Μυροβλύτην καὶ πανένδοξον Μάρτυρα, οἱ πολυπλόκοις πειραμσοῖς συνεχόμενοι, ἀνευφημοῦντες κράξωμεν ἐκ βάθους ψυχῆς· Ἅγιε Δημήτριε, ταῖς πρεσβείαις σου ῥῦσαι, ἐκ τῶν ἀναγκῶν ἡμᾶς, καὶ δεινῶν νοσημάτων, καὶ πάσης ἄλλης βλάβης τοῦ ἐχθροῦ, ὡς παῤῥησίαν, ἔχων πρὸς Κύριον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός Ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Φάλαγξ δαιμόνων πονηρῶν βεβύθισται, ἄθλοις τοῖς σοῖς Ἀθλητά, Θετταλίας εὖχος, Μυροβλῦτα ἔνδοξε, καὶ πάνσοφε Δημήτριε, ὀδμῆς θείου σου Μύρου, ψυχὰς τελούντων τὴν μνήμην σου, ἔμπλησον καὶ σῶσον πρεσβείαις σου.

Κατὰ τῆς ποίμνης Ἀλητὰ ἀπόφραξον, τὰ γλωσσαλγοῦντα τῆς σῆς, αἱρετικῶν χείλη, δυσσεβῶς κινούμενα, καὶ πλήθη τὰ ἀλλόφυλα, ἐκστρατείᾳ λιποῦντα, λαὸν τὸν σὸν διασκέδασον, ἔχων παῤῥησίαν πρὸς Κύριον.

Ὄνειδος πᾶσι τοῖς ἐχθροῖς γεγόναμεν, ἕνεκεν ὧν πονηρῶν, ἔργων καθ’ ἑκάστην, πράττομεν οἱ δοῦλοί σου, ἀλλ’ ὡς ταχὺς πάναγνε, εἰς βοήθειαν πάντας, ἡμᾶς Δημήτριε φρούρησον, καὶ πρὸς τρίβους θείας εὐόδωσον.

Θεοτοκίον.
Βάτος ἧν εἶδε Μωϋσῆς ἀνύμφευτε, πυρπολουμένην ποτέ, καὶ μὴ φλεγομένην, ἐμφανῶς τὴν ἄχραντον, νηδύν Σου προεικόνιζεν, ἣν οὐκ ἔφλεξεν ὅλως, ἄϋλον πῦρ τῆς θεότητος, ἐν αὐτῇ τοῦ Λόγου σκηνώσαντος.

ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Ἐπλατύνθησαν μάκαρ χριστιανῶν στόματα, τοῦ τῆς Μυροβλύτου τῷ Μύρῳ ἁγιαζόμενα, πανακηράτου πλευρᾶς, καὶ σοῦ τὴν ἔνδοξον μνήμην, ἐν ᾠδαῖς Δημήτριε πανηγυρίζοντα.

Σὺ ἀπέδειξας ὄντως πρὸ δυσσεβῶς βήματος, ὡς οὐκ ἔστιν ἄλλος Δεσπότης καὶ Ποιητὴς τοῦ παντός, πλὴν τοῦ Κυρίου Χριστοῦ, ὅθεν ὁπλίζεις δυνάμει, τοῦ Χριστοῦ τὸν Νέστορα, κατὰ Λυαίου δεινοῦ.

Μιμητὴς σὺ ἐγένου λόγχῃ νηγεὶς τὴν πελυράν, πάθος τοῦ Κυρίου, τῷ ὄντι μέγα Δημήτριε, ἐξ ἧς τὸ Μῦρον ἡμῖν, βρύεις ἀφθόνως τὸ θεῖον, τῆς ἁγνείας ἅπασι, σοῦ εἰς μαρτύριον.

Θεοτοκίον.
Σὺ ἀλήθεια Μῆτερ τοῦ Ἰησοῦ ὡς Δαβίδ, ἔφη ἐκ τῆς γῆς ἐξανέτειλας ὁ Προπάτωρ Σου, καὶ λόγος ὁ τοῦ Πατρός, ἐξ οὐρανοῦ διακύψας, σάρκα προσελάβεοτ, ἐκ Σοῦ πανάμωμε.

Διάσωσον, ταῖς τοῦ σοῦ Μύρου ἀρδείαις ἀπὸ παντοίαις, Μυροβλῦτα ἐπιβουλῆς ἐχθρῶν τοὺς τιμῶντάς σε, ὡς ἕτοιμος βοηθὸς ἐν κινδύνοις.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῇ σορῷ προσεγγίσωμεν, τοῦ σεπτοῦ καὶ θείου Μεγαλομάρτυρος, Δημητρίου καὶ ὡς ἐκ πηγῆς, πίστει τὰς ἰάσεις ἀρυσώμεθα.

Μυροβλῦτα Δημήτριε, μίαν μοι ῥανίδα τοῦ θείου Μύρου σου, σοὶ προστρέχοντι ἐπίσταξον, καὶ παθῶν τῆς ζάλης με ἐλευθέρωσον.

Κατ’ ἐχθρῶν με καθόπλισον, ὡς κατὰ Λυαίου τὸν θεῖον Νέστορα, καὶ μαχαίρᾳ τῇ τοῦ Πνεύματος, τοὺς ἐχθροὺς ἑλεῖν μοι δὸς Δημήτριε.

Θεοτοκίον.
Ὄρος Σὺ τὸ κατάσκιον, Ἀββακοὺμ ὡς ἔφη ὑπάρχεις Δέσποινα, ταῖς πρεσβείαις Σου περίσωζε, τοὺς προστρέχοντας Μητροπάρθενε.

ᾨδὴ ε΄. Ἴνα τί με ἀπώσω.
Τῆς ψυχῆς σου τὸ κάλλος, καὶ τὸ ἐκ τῶν τύπων τὸ ῥέον Δημήτριε, λογχευμάτων μύρον, τοῦ ἐνδόξου σου σώματος ἔνδοξε, ἐννοεῖν οὐκ ἔχω, ἀλλὰ βοῶ σοι ἐκ καρδίας· ἐκ παντοίων κινδύνων με λύτρωσαι.

Ἀσεβεῖς σοῦ τὴν δόξαν, τοῦ Θεοῦ οὐκ ὄψονται, ἀλλ’ οὐδὲ γνώσονται, τοὺς σεπτοὺς ἀγῶνας, καὶ πρὸς σὲ τὴν μεγίστην καὶ ἄῤῥητον, Σῶτερ παῤῥησίαν τοῦ Μυροβλύτου Δημητρίου, ὅν σοι πρέσβυν ᾀεὶ προβαλλόμεθα.

Ἰαμάτων πλημμύραν, Μάρτυς σοῦ τὸ μῦρον εὑρόντες Δημήτριε, τῆε σαρκὸς τὰ πάθη, καὶ ψυχῆς τὰς ὀδύνας ἰώμεθα, Μυροβλῦτα θεῖε, διὸ τὴν ἔνδοξον καὶ θείαν, σοῦ μυρόβλυσιν πίστει ἐγέραιρομεν.

Θεοτοκίον.
Σύ μου σκέπη καὶ κράτος, πάναγνε καὶ στήριγμα, καὶ τεῖχος ἄῤῥηκτον, καὶ σὲ προσκαλοῦμαι, ἐν νυκτὶ καὶ ἡμέρᾳ με φύλαττε, ἐκ παντοίας βλάβης, ἐπερχομένης τοῦ βελίαρ, ἵνα πίστει καὶ πόθῳ δοξάζω Σε.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Δημήτριε τὴν ψυχήν, ὀφθεὶς στεῤῤότερος ἔνδοξε, ἀδάμαντος ἀπειλάς, τυράννου καὶ κάθειρξιν, καὶ βίαιον θάνατον, οὐδὲν ἐλογίσω, τῷ Χριστῷ συζῇν ἑλόμενος.

Λόγχῃ νυγείσης πλευρᾶς, τῆς δεξιᾶς σου Δημήτριε, ἠξίωσαι τῷ Χριστῷ, τῷ πάθος μιμήσασθαι, καὶ σώζειν τοὺς πίστει σε, ἐπικαλουμένους, ἐκ κινδύνων ἀξιάγαστε.

Καθάπερ πῦρ ἐπιστάς, Θεσσαλονίκης τοῖς τείχεσι, τὴν ἔφοδον τῶν ἐχθρῶν, Δημήτριε ἔτρεψας, οὕτω διασκέδασον, καὶ νῦν πᾶσαν βλάβην, ἀφ’ ἡμῶν τοῦ πολεμήτορος.

Θεοτοκίον.
Θεὸν τεχθέντα ἐκ Σοῦ, ἐπέγνωμεν Θεονύμφευτε, Ὃν ἐξιλέωσαι νῦν, ἡμῖν ὡς ἰσχύουσα, τοῖς πίστει κραυγάζουσα· δωρηθῆναι λύσιν, τῶν πταισμάτων παναμώμητε.

Διάσωσον, ταῖς τοῦ σοῦ Μύρου ἀρδείαις ἀπὸ παντοίαις, Μυροβλῦτα ἐπιβουλῆς ἐχθρῶν τοὺς τιμῶντάς σε, ὡς ἕτοιμος βοηθὸς ἐν κινδύνοις.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Προκείμενον
Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἐξανθήσεται.

Εὐαγγέλιον μαρτυρικόν.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις έλεήμον έξάλειψον τά πλήθη τών έμών έγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις έλεήμον έξάλειψον τά πλήθη τών έμών έγκλημάτων.

Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην ἐνδυσάμενος, τὴν τοῦ Σταυροῦ πανοπλίαν, καὶ τὸν ἀδιάῤῥηκτον, θυρεὸν τῆς πίστεως περιθέμενος, φοβερὸς γέγονας, ταῖς ἀντικειμέναις, τῶν δαιμόνων παρατάξεσιν, οὓς καὶ ἐδίωξας, μάστιγι τῇ πίστει χρησάμενος, καὶ θείαις ἐπικλήσεσι, καὶ τοὺς ὁδοιπόρους διέσωσας, βλάβης τῆς ἐκείνων, Δημήτριε θεράπον τοῦ Χριστοῦ, Ὃν παῤῥησίᾳ δυσώπησον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δεῦτε προσκυνήσωμεν, λαὸς ἐν οἴκῳ Κυρίου, ὅπου τὸ πανάγιον σκῆνος τεθησαύρισται τοῦ παμμάκαρος, ὦ τερπνοῖς ᾄσμασι, καὶ φαιδροῖς λαμπᾶσι, λιτανεύοντες βοήσωμεν, Ἅγιε Δημήτριε πρόφθασον, καὶ τοὺς ἐν ἀνάγκαις, ἐλέησον καὶ κλύδωνος ἐξάρπασον, καὶ τῆς καταιγίδος τῶν θλίψεων, ἵνα τὴν τερπνήν σου, καὶ πάντιμον δοξάζομεν σορόν, καὶ τὴν Εἰκόνα σεβώμεθα, μῦρον ἀναβλύζουσιν.

Γνώμη ὀλισθήσαντα, καὶ δουλωθέντα τῷ πλάνῳ, ἀπάτῃ πανένδοξε, πρὸς τὴν ὑπερθαύμαστον προστασίαν σου, καὶ θερμὴν δέησιν, Δημήτριε μάκαρ, καταφεύγω ὁ πανάθλιος, δεσμοῦ με λύτρωσαι, τῶν παρατηρίων καὶ θλίψεων, καὶ σῶσόν με πρεσβείαις σου, τῶν δαιμονικῶν ἐπιθέσεων, ἵνα σὲ δοξάζω, καὶ πόθῳ ἀνυμνῷ καὶ προσκυνῷ, τὴν σὴν Εἰκόνα πηγάζουσαν, ἄπειρα ἰάματα.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οἱ ἐκ Θεσσαλονίκης καταντήσαντες ὅσοι ἐν ἄλλαις πόλεσιν, εἴπατε Δημητρίου, ἡμῖν τοῖς ἐρωτῶσι, τὴν μυρόβλυσιν ψάλλοντες· Εὐλογητὸς ὁ Θεός, τοῦ Μυροβλύτου ἀμήν.

Σῶμα δεδοξασμένον μυροβλύσαι Ἁγίου ὡς τὸ τοῦ Μάρτυρος, τὶς εἶδε Δημητρίου, Μαρτύρων ταξιάρχου, ὃν δοξάζοντες ψάλλομεν· Εὐλογητὸς ὁ Θεός, τοῦ Δημητρίου ἀμήν.

Ὀσμὴ θείου σου μύρου ἀπελαύνεις δαιμόνων δυσῶδες ἄθροισμα, ἐκ πάντων σου τὴν θείαν, μυρόβλυσσιν τιμώντων, καὶ βοώντων ἐκ πίστεως· Εὐλογητὸς ὁ Θεός, τοῦ Δημητρίου ἀμήν.

Θεοτοκίον.
Θεῷ ἐκλελεγμένη ἀνεδείχθης καὶ ὅλη καλὴ πρὸ κτίσεως, ὡς Σολομὼν ὁ θεῖος, ᾀσματογράφων ἔφη, διὸ πάντες κραυγάζομεν· Εὐλογητὸς ὁ Υἱός, τῆς Θεοτόκου ἀμήν.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοῦ Δημητρίου, ταῖς εὐπροσδέκτοις πρεσβείαις, Ἐλεῆμον δειναῖς ἁμαρτίαις, τὸν ἐμπεπτωκότα, σῶσόν με Ζωοδότα.

Τοῦ Μυροβλύτου, τῆς ζωτικῆς εὐωχίας, ἀπελαῦσαι χείλεσι καρδίας, δεῦτε ἐπιχθῶμεν, καὶ δόξαν Θεῷ δῶμεν.

Ταῖς τρικυμίαις, τῶν πειρασμῶν βαλλομένους, μὴ παρίδῃς ἡμᾶς δεομένους, σοῦ τῆς βοηθείας, Δημήτριε τῆς θείας.

Θεοτοκίον.
ραυματισθεῖσάν μου, τὴν ψυχὴν ἁμαρτίαις, δραστικῷ φαρμάκῳ Σῆς πρεσβείας, ἴασαι Παρθένε, ἐλπὶς τῶν Σὲ ὑμνούντων.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὡς γάλα τὴν πλευράν σου, πᾶσι χορηγοῦσαν, ἡμῖν τὸ μύρον Δημήτριε δέδωκας, τὸ ψυχοτρόφον διὸ σὲ πόθῳ γεραίρομεν.

Τὸ αἷμα Δημητρίου, τοῦ παμβασιλέως, ἡ εὐωδία τῶν μύρων εἰργάσατο, μῦρον καινὸν ἀναβλύζον πιστοῖς ἰάματα.

Ἀρδείαις τοῦ σοῦ μύρου, νόσων καὶ δαιμόνων, ἐπιβουλῆς καὶ βαρβάρων διάσωσον, ἐπιδρομῆς στεφηφόρε ἡμᾶς Δημήτριε.

Θεοτοκίον.
Συμφώνως Θεοτόκε, Σὲ δοξολογοῦμεν, ὅτι παθῶν καὶ κινδύνων λυτροῦσαι ἡμᾶς, καὶ τὰς ἡμῶν ἱκεσίαις ἐπ’ ἀγαθοῖς συμπληροῖς.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὸν μέγαν ὁπλίτην καὶ ἀθλητήν, καὶ στεφανηφόρον, ἐν τοῖς Μάρτυσι θαυμαστόν, τὸν λόγχη τρωθέντα, πλευρὰν ὡς ὁ Δεσπότης, Δημήτριον τὸν θεῖον, ὕμνοις τιμήσωμεν.

Χαίροις τῶν Μαρτύρων κλέος στεῤῥόν, ὄντως Ἀθλοφόρε, Μυροβλῦτα καὶ τῶν πιστῶν, ὁ λόγχῃ πλευράν σου, νηγεὶς ὡς ὁ Δεσπότης, ῥείθροις τῶν σῶν αἱμάτων, πάντας ἁγίασον.

Ἄστρον ἀνατέτλακε φαεινόν, ἐκ Θεσσαλονίκης, ὁ πολύαθλος τοῦ Χριστοῦ, Μάρτυς καὶ φωτίζει, πιστῶν ἅπαν τὸ πλῆθος, Δημήτριος ὁ μέγας, ὁ νῦν γεραίρομεν.

Τὸν Μεγαλομάρτυρα τοῦ Χριστοῦ, καὶ ἐν τοῖς κινδύνοις ἑτοιμότατον βοηθόν, αἰχμαλώτων ῥύστην, πιστοὶ τὸν Μυροβλύτην, δημήτριον τὸν θεῖον, ὕμνοις τιμήσωμεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Μάρτυς, Ἀθλοφόρε τοῦ Χριστοῦ, τοὺς ἐν διαφόροις ἀνάγκαις, σῷζε πρεσβείαις σου, πάσης περιστάσεως, ἀπολυτρούμενος, καὶ διώκων ψυχόλεθρον, δεινὴν ἀθυμίαν, χάριν δὲ καὶ ἔλεος, ἡμῖν αἰτούμενος, ὅπως, ταῖς λιταῖς σου σωθέντες, χαίροντες γεραίρομεν πάντες, τοὺς σεπτοὺς ἀγῶνάς σου Δημήτριε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.

Παρακλητικός Κανών εις τον Άγιο Μεγαλομάρτυρα Δημήτριο τον Μυροβλήτη των Όπλων
Ποίημα Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ Δημητρίου μεγαλύνωμεν δεῦτε, τοὺς θαυμαστοὺς ἐν τῷ σταδίῳ ἀγῶνας, πῶς καρτερῶς ὑπέμεινε, δεσμὰ φυλακῆς, ἄλγη πολυώδυνα, καὶ τῆς λόγχης τὰς τρώσεις, θραύσας διὰ Νέστορος, τοῦ Λυαίου τὸ θράσος, νικητικῶς δοξάσας τὸν Θεόν, Ὃς διὰ μύρου, αὐτὸν ἀντεδόξασεν.

Δόξα. Ὅμοιον.
Τὸ θαυμαστόν σου ὦ Δημήτριε θαῦμα, τὸ ἐν Ναῷ σου τῷ σεπτῷ ἐν Ἀθήναις, ἐν ἐθνικῆς ἐγέρσεως, τοῖς χρόνοις συμβάν, Ἅγιε Δημήτριε, πανοπλίτα τιμῶμεν, σὺ γάρ ἐξ εἰκόνος σου, «εἰς τὰ ὅπλα» βοήσας, τὸν τῶν Ἑλλήνων ἔσωσας στρατόν, διαφυγόντα, ἐχθρῶν τὴν παράταξιν.

Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Σκέπε ἡμᾶς Δημήτριε τῶν ὅπλων. Ἰσιδώρας.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σκιρτῶντες αἰνέσωμεν οἱ πιστοί, Χριστοῦ τὸν ὁπλίτην, καὶ ἐν Μάρτυσι θαυμαστόν, τὸν νίκαις καλαῖς ἠγλαϊσμένον, τὸν Μυροβλύτην καὶ μέγαν Δημήτριον.

Κραταίωμα ἄσειστον ἐν δεινοῖς, ἐν πᾶσι κινδύνοις, παραστάτην καὶ βοηθόν, ἐν ζάλαις σε ἔχομεν λιμένα, Μεγαλομάρτυς τῶν ὅπλων Δημήτριε.

Ἐπέστης Δημήτριε ἐναργῶς, Ναῷ σου ἐν θείῳ, καὶ ἐξήγειρας τὸν στρατόν, Ἑλλήνων ὑπνούντων πρὸς ὀλίγον, τὸ εἰς τὰ ὅπλα εἰπὼν ἐξ εἰκόνος σου.

Θεοτοκίον.
Παράδεισος ἤνοικται διὰ Σοῦ, ὁ πρὶν κεκλεισμένος, καὶ ἐλάβομεν οἱ θνητοί, Ἁγνὴ ἀειπάρθενε Μαρία, τῆς αἰωνίου ζωῆς τὴν ἀπόλαυσιν.

ᾨδή γ΄. Οὐρανίας ἁψῖδος.
Ἐγερτήριος σάλπιγξ, ἡ σὴ φωνὴ γέγονεν, ἔνδον τοῦ Ναοῦ σου τοῦ θείου, Μάρτυς Δημήτριε, καὶ τῶν Ἑλλήνων στρατόν, τὸν πρὸς ὀλίγον ὑπνοῦντα, ἐξ ἐχθρῶν διέσωσε, τῆς ἐπιθέσεως.

Ἡ καρδία σου ὅλη, πρὸς τὸν Θεὸν δέδοται, ὅθεν ὑπερεῖδες τοῦ κόσμου, δόξαν τὴν πρόσκαιρον, μετὰ σπουδῆς δὲ πολλῆς, εἰς τοὺς ἀγῶνας προσῆλθες, τοὺς καλούς Δημήτριε, Μάρτυς πολύαθλε.

Μυριάδας δαιμόνων, τῶν νοητῶν ἔθραυσας, Ἅγιε Δημήτριε ἔχων, ὅπλον ὡς κράτιστον, τὸν ζωηφόρον Σταυρόν, καὶ διὰ νίκης ἐνδόξου, τὸν Θεὸν ἐδόξασας, τὸν Ἀθλοθέτην σου.

Θεοτοκίον.
Ἀδιστάκτῳ καρδίᾳ, τῇ κραταιᾷ σκέπῃ Σου, πάντες οἱ τοῦ βίου ταῖς ζάλαις, περιδονούμενοι, ὦ Παναγία Σεμνή, καταφυγόντες βοῶμεν, συμπαθῶς ἐπίβλεψον, ἐπὶ τούς δούλους Σου.

Ἐξέγειρον, ἡμᾶς εἰς νῆψιν ὡς ἥγειρας ἐν Ναῷ σου, «εἰς τὰ ὅπλα» ἀναβοῶν στρατὸν τὸν φιλόχριστον, Δημήτριε θεῖε Μεγαλομάρτυς.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.
Τὴν πίστιν Χριστοῦ, ἀνδρείως ὡμολόγησας, καὶ ἄλγη πικρῶν, βασάνων καθυπέμεινας, Ἀθλητὰ Δημήτριε, καὶ Λυαίου ἔπαρσιν ἔθραυσας, ἐν τῷ σταδίῳ Νέστορι διδούς, τὸ θάῤῥος τῆς θείας βοηθείας σου.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σελασφόροις ἀκτῖσί σου, τοῖς τοῦ μαρτυρίου σου ἐναπέσβεσας, τῶν εἰδώλων τὴν σκοτόμαιναν, καὶ τὴν κτίσιν ηὔγασας Δημήτριε.

Δεσμευθεὶς ὦ Δημήτριε, διὰ τὴν ἀγάπην Χριστοῦ ἐδέσμευσας, τὴν ἀπάτην καὶ ἐτήρησας, τῆς ψυχῆς τὸ φρόνημα ἀδούλωτον.

Ἡ εἰκών σου ἐφώνησεν, ἐν Ναῷ ἁγίῳ σου ὦ Δημήτριε, «εἰς τὰ ὅπλα» καὶ ἀφύπνισε, τὸν στρατὸν Ἑλλήνων εἰς διέγερσιν.

Θεοτοκίον.
Μετὰ τόκον ἁγνεύουσα, ὡς καὶ πρὸ τοῦ τόκου Σου πάλιν ἔμεινας, Παναγία Ἀειπάρθενε, τῶν θαυμάτων θαῦμα ὑπερθαύμαστον.

ᾨδὴ ε΄. Φώτισον ὑμᾶς.
Ἥδυσμα γλυκύ, ἐν τῷ ἔαρι ἐφέστηκε, ἡ τῶν ὅπλων ἱερά σου ἑορτή, χαροποιοῦσα, τοὺς τιμῶντάς σε Δημήτριε.

Τρώσεις σου τιμῶ, τὰς τῆς λόγχης ὦ Δημήτριε, δι’ ὧν εὗρες οἰκειότητα πολλήν, πρὸς τὸν Δεσπότην, τὸν τὴν λόγχην ὑπομείναντα.

Ῥεύματα δεινά, τῆς κακίας ἐξηράνθησαν, ταῖς τοῦ μύρου σου Δημήτριε ῥοαῖς, καὶ ἀληθείας, ἡ εὐπρέπεια ἐξήνθισεν.

Θεοτοκίον.
Ἴδετε λαοί, τὸ παράδοξον μυστήριον, τῆς ἁγνῆς ἀειπαρθένου Μαριάμ, πῶς ἀπειράνδρως, τὸν Θεὸν ἐκυοφόρησεν.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Εὐφραίνονται, ἐπὶ σοὶ Δημήτριε, τῶν Ἀγγέλων αἱ οὐράνιαι τάξεις, τῶν Ἀθλητῶν, αἱ χορεῖαι σκιρτῶσι, καὶ τῶν Μαρτύρων τὰ πλήθη εὐφραίνονται, πιστοὶ δὲ πάντες ἐν χαρᾷ, ὑπαντῶσι σοί ὕμνους προσᾴδοντες.

Τρανότερον, τὸν Θεὸν ἐδόξασας, ἐν τοῖς ἄθλοις σου Δημήτριε Μάρτυς, τῆς φυλακῆς, τὰ δεσμὰ ὑπομείνας, καὶ μὴ καμφθεὶς τῆς σαρκὸς ταῖς λογχεύσεσιν, ἀλλ’ ἔστης ὥσπερ ὁ χαλκός, ἐν ταῖς θλίψεσι πᾶσαι ἀλύγιστος.

Ὤ τόλμης σου, ὤ στεῤῥᾶς ἀνδρείας σου, ὤ πολλῆς σου ψυχικῆς καρτερίας, ὤ τῆς καλῆς, ὦ Δημήτριε γνώμης, ὤ τῆς σπουδῆς σου ἐν ἄθλοις τῆς πίστεως, δι’ ὧν ἐκτήσω ἐκ Θεοῦ, τῆς ζωῆς τὸν ἀκήρατον στέφανον.

Θεοτοκίον.
Ναμάτων Σου, ζωτικῶν μετέχοντες, Παναγία Θεοτόκε Παρθένε, καὶ τὸν βυθόν, τῶν πολλῶν οἰκτιρμῶν Σου, ἐπεγνωκότες τὸ χαῖρε βοῶμεν Σοι, πηγὴ ὑπάρχεις γάρ χαρᾶς, καὶ ἀφάτου χρηστότητος πέλαγος.

Ἐξέγειρον, ἡμᾶς εἰς νῆψιν ὡς ἥγειρας ἐν Ναῷ Σου, «εἰς τὰ ὅπλα» ἀναβοῶν στρατὸν τὸν φιλόχριστον, Δημήτριε θεῖε Μεγαλομάρτυς.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.
Δημητρίου τὰ μαρτυρικὰ κατορθώματα, ἐγκωμίοις ἐπαινετικῶς μακαρίσωμεν, πῶς ὑπέστη τῆς φυλακῆς ἀνύποιστα δεσμά, Θεοῦ ἔρωτι κατατρωθείς, οὐχ ἐλογίσατο ποσῶς, τῆς σαρκὸς τὰ ἀλγήματα. Ἔτρωσεν οὖν εἰς τέλος, τυράννων τὰς δυναστείας, καὶ τοῦ Λυαίου τὴν ἰσχύν, διὰ Νέστορος ἐνέκρωσεν.

Προκείμενον.
Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ. Ἀγαλλιᾶσθε Δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.

Εὐαγγέλιον ἐκ τοῦ κατά Ματθαῖον (Κεφ. ι΄ 16-22).
Εἶπεν ὁ Κύριος. Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἔνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδώσωσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσετε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε. Οὐ γὰρ ἡμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· καί ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Θαῦμα τὸ ἐξαίρετον, καὶ θαυμαστόν σου τιμῶμεν, Ἀθλητὰ Δημήτριε, ἐν Ναῷ ἁγίῳ σου ὅ ἐτέλεσας, τὸν στρατὸν ἥγειρας, τῶν ἐκεῖ ὑπνούντων, «εἰς τὰ ὅπλα» ὡς ἐβόησας, ἐχθρῶν οὖν ἔφυγον, τῶν Τουρκαλβανῶν τὴν ἐπίθεσιν, ἐν χρόνοις ὅτε ἤρχισεν, ἡ Ἑλληνικὴ Ἐπανάστασις. Σκέπε οὖν καὶ σῶζε, ἐκ θλίψεως καὶ πάσης ἀπειλῆς, τούς προσφωνοῦντας ἑκάστοτε, τὸ θεῖον σου ὄνομα.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οὐδαμῶς κατεκάμφθης, ἀπειλαῖς τῶν τυράννων Μάρτυς Δημήτριε, τὸ φρόνημα ψυχῆς σου, ἀκλόνητον τηρήσας, ἄχρι τέλους καὶ ἔκραζες· οὐ μὲ χωρίσει οὐδείς, Χριστοῦ μου τῆς ἀγάπης.

Πενομένων ὑπάρχεις, συμπαθὴς ἀντιλήπτωρ καὶ καταφύγιον, τῶν θλίψεσι ποικίλαις, δεινῶς χειμαζομένων, μυροβλύτα Δημήτριε· ἀδικουμένων ἰσχύς, φρουρὸς πολεμουμένων.

Λεγεῶνες δαιμόνων, φυγαδεύονται αὖθις τῇ προσφωνήσει σου, Δημήτριε τῶν ὅπλων, καὶ θράση τῶν τυράννων, κραταιῶς καταῤῥίπτονται· καὶ ἀνυψοῦσι πιστοί, τὰ τρόπαια τῆς νίκης.

Θεοτοκίον.
Ὡς ὑπέρτατος θρόνος, τοῦ τῶν ὅλων Δεσπότου Θεοχαρίτωτε, Παρθένε Παναγία, Ἀγγέλων ὑπερβαίνεις, τὰ οὐράνια τάγματα, ἐν ἀσυγκρίτῳ τιμῇ, καὶ δόξῃ ἀπροσίτῳ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νικήσας κράτος, τοῦ θρασυτάτου Λυαίου, διὰ Νέστορος ἔδειξας πᾶσι, πίστεως τὸ σθένος, Δημήτριε τῶν ὅπλων.

Ἱλέῳ βλέψον, καὶ εὐμενεῖ ὄμματί σου, ἐφ’ ἡμᾶς ὦ Δημήτριε Μάρτυς, τοὺς τῇ ἀπογνώσει, δεινῶς συνεχομένους.

Σὸν μεγαλύνω, Μάρτυς Δημήτριε θαῦμα, «εἰς τὰ ὅπλα» εἰπὼν γὰρ ἐκφώνως, ἔσωσας Ἑλλήνων, στρατὸν ἐν τῷ Ναῷ σου.

Θεοτοκίον.
Ἰδοὺ Σε πᾶσαι, αἱ γενεαὶ τῶν ἀνθρώπων, μακαρίζουσι Κόρη Παρθένε, Μήτηρ γὰρ ἐγένου, Θεοῦ τοῦ πρὸ αἰώνων.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Δημήτριε τῶν ὅπλων, Μάρτυς τοῦ Κυρίου, τοὺς καταφεύγοντας πόθῳ, τῇ σῇ ἀρωγῇ, ἐκ τοῦ ἐχθροῦ τῶν παγίδων, σκέπε καὶ φύλαττε.

Ὡς θώρακα τὴν πίστιν, ἔσχες ἐν πολέμοις, καὶ τὸν Σταυρὸν ὡς ἀσπίδα, διὸ νικητής, καὶ τροπαιοῦχος ἐξῆλθες, Μάρτυς Δημήτριε.

Ῥαδίως μαρτυρίου, ὥδευσας τὴν τρίβον, τὴν ὁδηγοῦσαν εἰς δόξης, τὰς θείας σκηνάς, ἔνθα Δημήτριε Μάρτυς, χαίρων παρίστασαι.

Ἀθῆναι Δημητρίου ᾄδουσι τῶν ὅπλων, τὸ ὑπερθαύμαστον θαῦμα, καὶ πᾶσα ὁμοῦ, ἡ Ἐκκλησία καυχᾶται, τούτου ταῖς χάρισιν.

Θεοτοκίον.
Σιγῶσι Θεομῆτορ, χείλη τῶν ῥητόρων, καὶ γὰρ οὐ δύνανται φράσαι, τὸ θαῦμα τὸ Σόν, πῶς τὸν Θεὸν τετοκυῖα, μένεις ἁγνεύουσα.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ ἑπόμενα Μεγαλυνάρια, ὧν ἡ ἀκροστιχίς· Χαῖρε Μυροβλύτα.
Χαίροις ὁ ἐν Μάρτυσι θαυμαστός, χαίροις τῆς ἀνδρείας καρτεῥόψυχε Ἀθλητά, χαίροις στρατιῶτα Χριστοῦ τοῦ Βασιλέως, Δημήτριε τῶν ὅπλων ἀξιοθαύμαστε.

ᾌδω Δημητρίου τοῦ Ἀθλητοῦ, θαῦμα τὸ ἐν χρόνοις τοῖς Ἐγέρσεως τελεσθέν, ὅτε ἐξ εἰκόνος ἐβόα «εἰς τὰ ὅπλα», καὶ ἔσωσεν Ἑλλήνων ἔνοπλον στράτευμα.

Ἴδωμεν καρδίας τοῖς ὀφθαλμοῖς, τὴν τοῦ Ἀθλοφόρου Δημητρίου ὑπεροχήν, πῶς τὰς διακρίσεις τοῦ κόσμου ὑπερεῖδε, Χριστῷ ἀκολουθήσας ἀπὸ νεότητος.

Ῥεύματα ἐξήρανας θολερά, τῆς πολυθεΐας ὦ Δημήτριε τῆς δεινῆς, καὶ μαρτυρικοῖς σου κατήρδευσας ἀγῶσι, Χριστοῦ τῆς Ἐκκλησίας ἅπαν τὸ πλήρωμα.

Ἔπαρσιν Λυαίου τοῦ δυσμενοῦς, ἔθραυσας εἰς τέλος τῇ δυνάμει τῇ πανσθενεῖ, πίστεως τῆς θείας Δημήτριε γενναῖε, καὶ ἔστησας τῆς νίκης ἔνδοξα τρόπαια.

Μάστιγας Δημήτριε ἀλγεινάς, ἔφερες ἀκμαίῳ καὶ στεῤῥόφρονι λογισμῷ, τὴν ἀλαζονείαν μαστίξας τοῦ δολίου, καὶ δείξας τῆς ψυχῆς σου τὴν γενναιότητα.

Ὕλην τῶν εἰδώλων τὴν βδελυκτήν, ἔφλεξας ἀγάπης τοῦ Κυρίου σου τῷ πυρί, καὶ τοῦ θείου φόβου προσήναψας τὴν φλόγα, Δημήτριε ὁπλίτα ἐν τῇ καρδίᾳ σου.

Ῥᾶον ὦ Δημήτριε τὴν ὁδόν, τὴν τοῦ Μαρτυρίου ἐπορεύθης καὶ ἀκλινῶς, ἔφθασας εἰς δόξαν Θεοῦ τῆς Βασιλείας, ἐν ᾗ ᾠδὴν προσάδεις τὴν ἐπινίκιον.

Ὄμματα καρδίας σου εἰς Θεόν, ὕψωσας ἐν ὥρᾳ τῶν βασάνων σου τῶν πικρῶν, ὅθεν καὶ τὸ σθένος ἀνέλαβες ἐξ ὕψους, νικῆσαι πολεμίων θράσος Δημήτριε.

Βέλη τῆς κακίας συντριπτικῶς, ἔθραυσας τῷ κράτει ὦ Δημήτριε τοῦ Σταυροῦ, τρώσεσι δὲ λόγχης ἐν αἷς ἐτελειώθης, κατέτρωσας καρδίαν τοῦ πολεμήτορος.

Λάμπει ἐν τοῖς πέρασι τηλαυγῶς, σοῦ ἡ θεία μνήμη ὦ Δημήτριε Ἀθλητά, καὶ καταφαιδρύνει καρδίας τῶν ἐν ὕμνοις, τιμώντων σου τὴν χάριν τὴν πολυέραστον.

Ὕφανας Δημήτριε σεαυτῷ, θείας εὐπρεπείας τὸ ἱμάτιον τὸ λαμπρόν, καὶ τοῦ Μαρτυρίου δεξάμενος τὸ στέφος, μετέχεις τῆς ἀλήκτου μακαριότητος.

Τὶς ἂν ἐπαινέσει ὑμνοπρεπῶς, σοῦ τὰ μεγαλεῖα τὰ μεγάλα καὶ θαυμαστά, θεῖε μυροβλύτα Δημήτριε παμμάκαρ, πρεπόντως οὖν τὸ χαῖρε σοι ἀναμέλπομεν.

Ἅγιε Δημήτριε ἐκ δεινῶν, σκέπε τὸν λαόν σου καὶ τὴν πόλιν τῶν Ἀθηνῶν, ἥτις τὸν Ναόν σου τῶν ὅπλων καὶ εἰκόνα, ἐν τούτῳ σου τὴν θείαν ἔχει θησαύρισμα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις στρατιῶτα τοῦ Χριστοῦ, πίστεως ἁγίας τὸ σθένος, τῆς καρτερίας πυγμή, Ἅγιε Δημήτριε, ἀξιοθαύμαστε, ὁ συντρίψας τὴν ἔπαρσιν, τυράννων ὡς ὅπλον, ἔχων ἀπροσμάχητον, Σταυρὸν τὸν τίμιον. Χαίροις Ἀθλητῶν ἡ λαμπρότης, Μεγαλομαρτύρων ἡ δόξα, χαίροις Ἐκκλησίας ἡ εὐπρέπεια.

Ὅτε τῶν Ἑλλήνων ὁ στρατός, ἐν Ἐπαναστάσεως χρόνοις, τῷ ἱερῷ σου Ναῷ, Ἅγιε Δημήτριε ἐπανεπαύετο, ἐκ τοῦ τέμπλου ἐβόησας, εὐθὺς «εἰς τὰ ὅπλα», ὅπως διαφύγητε, ἐχθρῶν τὴν ἔφοδον. Τοῦτο οὖν τὸ θαῦμα τῶν ὅπλων, πόλις Ἀθηνῶν εὐφημοῦσα, ὕμνοις ἑορτίοις μεγαλύνει σε.

Θάῤῥος ὦ Δημήτριε διδούς, Νέστορι Λυαίου καθεῖλες, τὴν ἐπηρμένην ὀφρύν, δείξας τὴν τῆς πίστεως, ἰσχὺν ἧς ἕνεκεν, μαστιγώσεις ὑπέμεινας, δεσμὰ φυλακῆς τε, ἄλγη πολυώδυνα, σαρκὸς τὴν λόγχευσιν. Ὅθεν παῤῥησίαν μεγάλην, εὗρες πρὸς Χριστὸν ὅστις βλύζειν, μύρον σε ἠξίωσαι τὸ ἅγιον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.

Εκκλησία Online
Αποστολή
Αξιολόγηση επισκεπτών 0 (0 ψήφοι)

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.