Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζεται στις 11 Φεβρουαρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα τροπάρια·
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς Ἱεράρχης καὶ κλεινὸς Ἀθλοφόρος, καὶ πεπλησμένος οὐρανίων χαρίτων, ἱερομάρτυς Βλάσιε μακάριε, πάσης ἡμᾶς λύτρωσαι, ἀλγηδόνος καὶ λύπης, καὶ παντοίων θλίψεων, καὶ δεινῶν νοσημάτων, καὶ εὐπραγίαν δίδου ἐν παντί, τοῖς προσιοῦσι θερμῶς τῇ πρεσβείᾳ σου.
Δόξα.
Ὂμοιον.
Τὸν ἀθλοφόρον τοῦ Χριστοῦ Ἱεράρχην, καὶ ἀθλητήν παναληθὴ τοῦ Σωτῆρος, καὶ ἰατρὸν πανάριστον τῶν νόσων, ἐν ᾠδαῖς· ἅπαντες τιμήσωμεν πρὸς αὐτὸν ἐκβοῶντες· πρόφθασον καὶ λύτρωσαι ψυχικῆς ἀῤῥωστίας, τῆς ἀφορήτου, ἵνα σε ἀεί, ὡς εὐεργέτην γεραίρωμεν Βλάσιε.
Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Βλάσιε σκέπε τοὺς σοὺς ἱκέτας. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Βιαίας ἁπάσης ἐπιφοράς, παντοίων ἐν βίῳ, συμπτωμάτων καὶ πειρασμῶν, ἀπάλλαξον Βλάσιε παμμάκαρ, τοὺς ἀδιστάκτῳ ψυχῇ προσιόντας σοι.
Λαμπρότητι Πάτερ τῶν σῶν εὐχῶν, παθῶν τὸ ζοφῶδες, διασκέδασον ἐξ ἡμῶν, καὶ ῥῶσιν καὶ χάριν καὶ ὑγίειαν, δίδου ἡμῖν τοῖς τιμῶσί σε Βλάσιε.
Ἀπαύστως παρέχων τὰς δωρεάς, πλουσία χειρί σου, πάτερ Βλάσιε τοῖς πιστοῖς, προστάτης καὶ μέγας ἀντιλήπτωρ, καὶ ἀρωγὸς ἡμῶν ὤφθης θερμότατος.
Θεοτοκίον.
Σωτῆρα τοῦ κόσμου καὶ Λυτρωτήν, τεκοῦσα Παρθένε, τὸν τῶν ὅλων Δημιουργόν, πάσης ἡμᾶς λύτρωσαι ἀνάγκης, καὶ ἀληθοῦς σωτηρίας ἀξίωσον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰαμάτων τὴν χάριν, βλύζων ἀεὶ Βλάσιε, παύεις χαλεπὰς ἀσθενείας, τῶν προσιόντων σοι, διὸ θεράπευσον τὴν ἀσθενοῦσαν ψυχήν μου, καὶ τὸν πόνον κούφισον τὸν τῆς καρδίας μου.
Ἐν τῷ θείῳ Ναῷ σου πίστει θερμῇ, σπεύδοντες, τὴν σὴν σωστικὴν ἐξαιτοῦμεν, Πάτερ βοήθειαν, ἣν δίδου πάντοτε, ἡμῖν ἐν πάσῃ ἀνάγκῃ, Βλάσιε μακάριε, ὡς συμπαθέστατος.
Συμπαθῶς τὰς δεήσεις, δέξου ἡμῶν Ἅγιε, οἶα μιμητὴς Ἱεράρχα, τοῦ Πανοικτίρμονος, καὶ πάσης θλίψεως, καὶ συμφορᾶς καὶ ἀνάγκης, ἀβλαβεῖς διάσωζε, ἡμᾶς ἑκάστοτε.
Θεοτοκίον.
Καταφύγιον κόσμου, Χριστιανῶν στήριγμα, κεχαριτωμένη Παρθένε, τοὺς καταφεύγοντας, ὑπὸ τὴν σκέπην σου, ἐπηρειῶν τοῦ βελίαρ, καὶ πάσης κακώσεως, ἀτρώτους φύλαττε.
Διάσωσον, ἱερομάρτυς Κυρίου Βλάσιε πάτερ, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, ἐκ πάσης νόσου καὶ θλίψεως καὶ ἀνάγκης.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β’. Πρεσβεία θερμή.
Προστάτης θερμὸς ἐδείχθης πάτερ Βλάσιε, τοῖς πίστει θερμῇ προστρέχουσι τῇ σκέπῃ σου, κινδύνων ἐκλυτρούμενος καὶ παντοίων ἐν βίῳ κακώσεων, διὰ τοῦτο βοῷμέν σοι· ἡμῶν τὰς αἰτήσεις πλήρου πάντοτε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐνεργῶν ἐν τοῖς θαύμασι πάθῃ θεραπεύεις Πάτερ ἀνίατα, καὶ παρέχεις τὰ αἰτήματα, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.
Πάσης βλάβης ἀπάλλαξον καὶ ὀργῆς καὶ λύπης γεννώσης θάνατον, τοὺς καλοῦντας εἰς βοήθειαν, Βλάσιε παμμάκαρ τὸ σὸν ὄνομα.
Ἐμφανὴς πέλει ἅπασιν, ἡ σωτηριώδης σου χάρις Βλάσιε, δωρεὰν πᾶσι παρέχουσα, τῆς σῆς προστασίας τὰ γνωρίσματα.
Τῷ ἁγίῳ Τεμένει σου, Πάτερ προσιόντες ἀεὶ καρπούμεθα, τῆς εὐνοίας σου τὰς χάριτας, καὶ τὰ σὰ κηρύττομεν θαυμάσια.
Θεοτοκίον.
Ὁλοτρόπως δεδούλωμαι, πάσῃ ἁμαρτία ὁ ἀσυνείδητος· ἀλλὰ σύ με ἀνακάλεσαι, πρὸς εἰλικρινὴ Κόρη μετάνοιαν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕψωσον ἡμᾶς, ἐκ βυθοῦ παθῶν μακάριε, πρὸς ὑψώσεις οὐρανίων ἀρετῶν, ἱεραῖς σου πρὸς Ὕψιστον δεήσεσι.
Σκέπη ἀσφαλής, βοηθὸς καὶ καταφύγιον, ἔσω πάντοτε ἡμῖν θαυματουργέ, τοῖς προστρέχουσι τῇ θείᾳ ἀντιλήψει σου.
Ὅρμος νοητός, ὁ ναός σου ὤφθη Βλάσιε, ὦ προστρέχοντες κυμάτων χαλεπῶν, τῶν τοῦ βίου περιστάσεων λυτρούμεθα.
Θεοτοκίον.
Ὕπουλον ἐχθρόν, δολερῶς μοι ἐπερχόμενον, κατασύντριψον τῇ σῇ ἐπισκοπῇ, Θεοτόκε σωτηρία μου καὶ λύτρωσις.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Σωμάτων καὶ τῶν ψυχῶν ἰατῆρα, ὁ τῶν ὅλων σὲ ἀνέδειξε Κτίστης, θαυματουργὲ ἱερώτατε Πάτερ· ὅθεν ἡμῶν τὰ δεινὰ πάθη ἴασαι, καὶ ἄφεσιν ἁμαρτιῶν, τὸν Χριστὸν ἡμῖν δοῦναι ἱκέτευε.
Ἰάσεις παντοδαπὰς ἀναβλύζων, ἐκ πηγῶν τοῦ σωτηρίου ἀφθόνως, τὰς τῶν βροτῶν θεραπεύεις ὀδύνας, καὶ ἐκδιώκεις ἀκάθαρτα πνεύματα, καὶ ἀσθενείας φθαρτικάς, ἰσχυρῶς ἀπελαύνεις μακάριε.
Κακίας τῆς τοῦ κακίστου βελίαρ, ἐλευθέρωσον ἡμᾶς Ἱεράρχα, καὶ τῆς αὐτοῦ ἐπηρείας καὶ βλάβης, διὰ παντὸς ἀνωτέρους διάσῳζε, ὦ Βλάσιε θαυματουργέ, τοὺς πρὸς σὲ ἀφορῶντας ἐκ πίστεως.
Θεοτοκίον.
Ἐτέχθη ἐκ τῶν ἁγνῶν σου αἱμάτων, ὁ τὰ πάντα ἐκ μὴ ὄντων ποιήσας, δίχα τροπῆς καὶ συγχύσεως Κόρη, καὶ τῆς φθορὰς τοὺς ἀνθρώπους ἀπήλλαξε· ὅθεν κᾀμὲ φθοροποιῶν, λογισμῶν καὶ παθῶν ἐλευθέρωσον.
Διάσωσον ἱερομάρτυς Κυρίου Βλάσιε πάτερ, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, ἐκ πάσης νόσου καὶ θλίψεως καὶ ἀνάγκης.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῆς τῶν παθῶν καταιγίδος ἀπάλλαξον, καὶ συνοχῆς χαλεπῶν περιστάσεων, τοὺς πίστει αἰτοῦντας τὴν χάριν σου, ὡς πρεσβευτὴς πρὸς Χριστὸν ἡμῶν μέγιστος, ὦ Βλάσιε πάτερ θεόσοφε.
Προκείμενον.
Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Στίχος. Δίκαιος ὡς φοῖνιξ ἀνθίσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ι΄ 1, 5 – 8).
Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὑτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν· τούτους ἀπέστειλεν ὁ ᾿Ιησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾿Ισραήλ. Πορευόμενοι δὲ κηρύσσετε λεγοντες, ὅτι ἤγγικεν ἡ Βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Μύστης ἱερώτατος, καὶ ἀληθὴς Ἱεράρχης, καὶ Μάρτυς ἀήττητος, τοῦ Σωτῆρος πέφηνας πάτερ Βλάσιε, ὦ καὶ νῦν πρέσβευε ἐκτενῶς Ἅγιε, πάσης βλάβης ἡμᾶς ῥύεσθαι, καὶ πάσης μάστιγος καὶ ὀδυνηρῶν περιστάσεων, τοὺς πίστει καταφεύγοντας, τῷ σεπτῷ Ναῷ σου ἑκάστοτε, σὺ γὰρ ἡμῶν ὤφθης, θερμότατος μεσίτης πρὸς Θεόν, διὸ τὴν σὴν ἐξαιτούμεθα, χάριν τὴν σωτήριον.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῶν θαυμάτων τῇ αἴγλῃ τῶν παθῶν διαλύεις δεινὴν σκοτόμαιναν, καὶ νῦν ἡμῶν τῶν νόσων, κατάσβεσον τὴν φλόγα, πρεσβειῶν σου τοῖς νάμασι, Βλάσιε πάτερ σοφέ, τῶν εὐσεβῶν προστάτα.
Ἀσθενοῦσι τὴν ῥῶσιν καὶ τοῖς πάσχουσι Πάτερ νέμων τὴν ἴασιν, ταχύτατος προστάτης, καὶ ῥύστης ἐν ἀνάγκαις, τοῖς κραυγάζουσι πέφηνας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σωτηρίας λιμένα καὶ ἀχείμαστον ὅρμον εὑρόντες Ἅγιε, Μονήν σου τὴν ἀγίαν, προστρέχομεν ἐν ταύτῃ, καὶ γαλήνην εὑρίσκομεν, ἐν τρικυμίαις πικραῖς, καὶ ζάλαις τοῦ βίου.
Θεοτοκίον.
Γνοὺς τὸ θέλημα Κόρη, τοῦ Υἱοῦ σου ἀφρόνως αὐτὸ οὐκ ἔπραξα, διό με τῆς μελλούσης, ἐκλύτρωσαι βασάνου, καὶ μετάνοιαν δίδου μοι, κἂν ἐν ὑστάτῃ ῥοπῇ, Χριστῷ εὐαρεστῆσαι.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἔχει σε Πάτερ, τῶν εὐσεβῶν ἡ χορεία, ἑτοιμότατον ἐν πᾶσι προμηθέᾳ, ὅθεν τῶν θαυμάτων, κηρύττει σου τὴν χάριν.
Ῥύου ἀπαύστως, ἐπιστασία σου θεία, τὴν περίοικον ταύτην Ἱερομάρτυς, πάσης δυσπραγίας καὶ συνοχῆς καὶ βλάβης.
Ἀῤῥωστημάτων, ἐπιφορᾶς ὀλεθρίους, ἀναχαίτισον τῇ χάριτι σου Πάτερ, ἐκ τῶν προσιόντων, τῇ θείᾳ σου πρεσβείᾳ.
Θεοτοκίον.
Σύντριψον Κόρη, τῇ κραταιᾷ σου πρεσβείᾳ, τὸν ὑπούλως με συλῶντα καθ’ ἑκάστην, πονηραῖς ἐννοίαις ἐχθρὸν τὸν παλαμναῖον.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχὺν ἡμῖν παράσχου, Βλάσιε παμμάκαρ, ἐν ταῖς τοῦ βίου δειναῖς περιστάσεσιν, ὡς ἂν ἀνώτεροι ἁπάσης ὀφθῶμεν θλίψεως.
Μονή σου τῇ ἁγίᾳ, τοὺς προσερχομένους, τῆς σῆς χαρᾶς πάτερ Βλάσιε πλήρωσον, καὶ ἀθυμίας τὴν λύπην μακρὰν ἀπέλασον.
Ὀδύνης ὀλεθρίου, καὶ πάσης ἀνάγκης, καὶ νοσημάτων ἀτρώτους διάσωζε, τοὺς σὲ θερμὸν κεκτημένους προστάτην Βλάσιε.
Θεοτοκίον.
Ὑπερδεδοξασμένη, μόνη Θεοτόκε, τῆς τῶν παθῶν ἀθεΐας ἀπάλλαξον, τοὺς Ὀρθοδόξῳ καρδίᾳ σε μεγαλύνοντας.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἱεράρχα θαυματουργέ, Βλάσιε τρισμάκαρ, Ἀθλοφόρων ὁ κοινωνός, χαίροις Σεβαστείας ὁ θεῖος ποιμενάρχης καί Ἐκκλησίας πάσης μέγα προπύργιον.
Χλαῖναν ἐνδυσάμενος ἱεράν, τῶν ἀρχιερέων, ἀνεδείχθης τύπος λαμπρός, καὶ σοφῶς ποιμάνας, τὴν σοὶ λαχοῦσαν ποίμνην, ὑπὲρ Χριστοῦ νομίμως, ἤθλησας Βλάσιε.
Χάριτι θαυμάτων μεγαλυνθείς, ἅπασι παρέχεις, τὰ αἰτήματα συμπαθῶς, καὶ ἴασαι νόσους, ψυχῶν τε καὶ σωμάτων, Χριστοῦ ἱερομάρτυς, Βλάσιε ὅσιε.
Πάντας τοὺς προστρέχοντας, εὐλαβῶς, τῇ σεπτῇ Μονῇ σου, πάτερ Βλάσιε ἱερέ, φύλαττε ἀτρώτους, ἐκ πάσης ἐπηρείας, καὶ πλήρου τὰς αἰτήσεις, τούτων ἑκάστοτε.
Λόγοις σου θαῤῥύνας τοῖς ἱεροῖς, τὰς σεμνὰς γυναῖκας, πρὸς ἀγῶνας ἀθλητικούς, ὁμοῦ καὶ τοὺς παῖδες, σὺν τούτοις ἐκδυσώπει, ὑπὲρ τῶν σὲ τιμώντων, Βλάσιε ἔνδοξε.
Χαίρει εὐσεβούντων πᾶσα πληθύς, τῇ σῇ ἀντιλήψει λυτρουμένῃ πάσης ὀργῆς, διὸ καὶ βοᾶ σοι· ἐκ πάσης δυσχερείας, ἀτρώτους ἡμᾶς σῶζε, ἀεὶ ὦ Βλάσιε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Απολυτίκιον. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Φερωνύμως βλαστήσας ὡς δένδρον εὔκαρπον, ἱεράρχα Κυρίου Βλάσιε ἔνδοξε, μαρτυρίου τοὺς καρποὺς κόσμῳ προήγαγες, καὶ θαυμάτων δωρεὰς ἀναβλύζεις δαψιλῶς, ὡς θεῖος Ἱερομάρτυς τοῖς καταφεύγουσι, Πάτερ, τῇ ἀντιλήψει τῆς πρεσβείας σου.
Ἒτερον Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Τῶν θαυμάτων ἀκτίσι καταλαμπόμενος, καὶ αἱμάτων τοῖς ῥείθροις ἐπισταζόμενος, τοὺς τὴν σεπτήν σου ἑορτὴν ἑορτάζοντας, ἐλευθέρωσον παθῶν καὶ κινδύνων χαλεπῶν, ὦ Βλάσιε ἱεράρχα, καὶ νῦν δυσώπει Κυρίῳ ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἔχων παῤῥησίαν πρὸς Χριστόν, οἶα θαυμαστὸς Ἱεράρχης καὶ ἀθλητὴς ἱερός, Βλάσιε μακάριε ἀπαύστως πρέσβευε, πάσης θλίψεως ῥύεσθαι καὶ ἀσθενημάτων, καὶ πικρῶν συμπτώσεων καὶ συμφορῶν χαλεπῶν, πάντας τοὺς προστρέχοντας Πάτερ, τῇ σῇ κραταιᾷ προστασίᾳ καὶ τοὺς σοὺς ἀγῶνας μακαρίζοντας.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Βλαστάνεις με Βλάσιε καρποὺς ἁγίους
Γεράσιμον ἀξίωσον σε ὑμνοῦντα.
Παρακλητικός Κανών εις τον άγιον ιερομάρτυρα Βλάσιο επίσκοπο Σεβαστείας
Ποίημα προηγουμένου Εὐδοκίμου Ξηροποταμηνοῦ τοῦ Κρητός
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ ἑξῆς·
Ἦχος δ΄ . Τῇ Θεοτόκῳ ἐκτενῶς.
Τῷ ἰατῆρι τῶν παθῶν νῦν προσδράμωμεν, Βλασίῳ πάντες οἱ πιστοὶ καὶ προσπέσωμεν, οἰκετικῶς κραυγάζοντες αὐτῷ ἐκ ψυχῆς· τοῖς πιστῶς προστρέχουσι τῷ σεπτῷ σου τεμένει, τῆς ψυχῆς καὶ τοῦ σώματος τὰς ἰάσεις παράσχου, καὶ τὴν εἰρήνην βράβευσον τὴν σήν, ἱερομάρτυς πανεύφημε Βλάσιε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Κλονούμενος σάλῳ τῷ τῶν παθῶν, προσβολαῖς παντοίαις, σοὶ προσέρχομαι ἐν κλαυθμῷ, καὶ ἐν στεναγμοῖς ἀνακράζω· τῇ μεσιτείᾳ σου σῶσον με Βλάσιε.
Πραέων οἰκήσας μάκαρ τὴν γῆν, ὡς πραῢς ἐκεῖθεν, τῆς ψυχῆς μου τὸ χαλεπόν, ἐπίσκεψαι καὶ πράϋνον θείᾳ, τῇ ἐνοικούσῃ σοι χάριτι Βλάσιε.
Βλέψον οὐρανόθεν ἐπὶ τὴν σήν, θεῖε πάτερ ποίμνην, αἰτουμένην σὴν ἀρωγήν, καὶ ἀπὸ ψυχῆς ἀναβοῶσαν· τῇ σῇ πρεσβείᾳ κολάσεως ῥῦσαί με.
Θεοτοκίον.
Συνείληφας Κόρη δίχα σπορᾶς, ὅν Πατὴρ ἀῤῥεύστως, πρὸ αἰώνων καὶ ἀπαθῶς, ἐγέννησε τοῦτον Θεοτόκε, ὑπὲρ ἡμῶν δυσώπει πάντοτε.
ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Σκέπῃ τῇ ἁγίᾳ σου, προσπευγότες οἱ δείλαιοι, ὡς νεοσσούς, πάσης ἐπηρείας, ἀβλαβεῖς διαφύλαξον.
Ἵλεων ἀπέργασαι, τὸν σὲ δοξάσαντα Κύριον, ὑπὲρ ἡμῶν, θεῖε Ἱεράρχα, παναοίδιμε Βλάσιε.
Σκέδασον τῶν θλίψεων, τὸ ζοφερὸν νέφος Ἅγιε, καὶ πειρασμῶν καὶ κινδύνων Πάτερ, ἐξελοῦ με ὡς εὔσπλαγχνος.
Θεοτοκίον.
Ἔτεκες ἀπάτορα, τὸν Βασιλέα τῆς κτίσεως, Κόρη σεμνή, Δέσποινα Παρθένε, ὃν δυσώπει τοῦ σῶσαί με.
Διάσωσον ἀπὸ κινδύνων, τὴν ποίμνην σου Ἱεράρχα, καὶ ἀθλοφόρε τοῦ Χριστοῦ εἰς σὲ καταφεύγουσαν, καὶ λύτρωσαι ταύτην πάσης ἀνάγκης.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Θαυμάτων πηγήν, καὶ κρήνην τῶν ἰάσεων, ταχὺν ἀρωγόν, ἀκέστορα ἀνάργυρον, σὲ εἰδότες Βλάσιε, ἐκτενῶς βοῶμέν σοι· δώρησαι πλημμελημάτων ἄφεσιν ἡμῖν, καὶ νόσων παντοίων ἀπολύτρωσιν.
ᾨδὴ δ΄. Ἐξ ὄρους κατασκίου.
Ὁμάδα Γυναικῶν, Χριστῷ προαποστείλας, νυνὶ ἐν οὐρανοῖς τρισμάκαρ συνδοξάζῃ, ἧς καταξίωσον δόξης κἀμὲ πρεσβείαις, ταῖς πρὸς Θεὸν σου ἀξιάγαστε.
Ὡς δένδρον εὐθαλές, καρποὺς τῷ φυτουργῷ σου, προσήνεγκας Χριστῷ νηπίων τὴν δυάδα, μεθ’ ὧν κἀμὲ κατατάξας τὸν πάντων Κτίστην, ἀδιαλείπτως καθικέτευε.
Ὡς πρᾶον ὡς ἁπλοῦν, ὡς ἄκακον, ὡς μάρτυν, ὡς θύτην ἱερὸν σὲ Βλάσιε τιμῶντες, οἱ σοὶ οἰκέται βοῶμεν ἀκαταπαύστως, μὴ ἐπιλάθῃ τῶν ὑμνούντων σε.
Θεοτοκίον.
Ὡς ἔχων μητρικὴν Παρθένε παῤῥησίαν, ἱκέτευε ἀεί, ὑπὲρ τῶν ἱκετῶν σου, τῶν ἀνυμνούντων ἀπαύστως καὶ προσκυνούντων, σὲ Θεοτόκε ἀπειρόγαμε.
ᾨδὴ ε΄. Ὀρθρίζοντες βοῶμέν σοι Κύριε.
Τὸ πρᾷον τοῦ Δαυῒδ καὶ τὸ ἄπλαστον, τοῦ Ἰακώβ· Ἰωσὴφ ἔσχες Πάτερ ἱερώτατε.
Αἱμάτων σου ῥοαῖς καταπόντισον, τὸν σκολιόν, δράκοντα τὸν δείλαιον, τὸν ἁμαρτίαις με πνίξαντα.
Θηρσὶ συγκατοικῶν θεῖε Βλάσιε, τὸ τῶν παθῶν ἄγριον ἡμέρωσας, οὗ νῦν κἀμὲ καταξίωσον.
Θεοτοκίον.
Τὸν καύσωνα ψυχῆς μου Πανάχραντε, τὸν φλογερόν, δρόσῳ τῶν χαρίτων σου, καταδρόσισον ὡς εὔσπλαγχνος.
ᾨδὴ στ΄. Χιτῶνά μοι παράσχου φωτεινόν.
Χιτῶνα τοῦ Βαπτίσματος ἁγνόν, ἄσπιλον ἐμόλυνα, ὥσπερ ὁ ἄσωτος, ἀ- ποκάθαρον οὖν σαῖς εὐχαῖς σοφέ.
Ποιμένα σε προβάτων λογικῶν, εἰδὼς θεῖε Βλάσιε, πόθῳ προσῆλθον σοι, ἐν κλαυθμοῖς ἀναβοῶν, μὴ ὑπερίδῃς με.
Δακρύων μοι ῥανίδας ἀγαθέ, πρεσβείαις τοῦ μάρτυρος, παράσχου Κύριε, καὶ καρδίας συντριβὴν καὶ κατάνυξιν.
Θεοτοκίον.
Ἐδὲμ τοῦ Παραδείσου ἐκβληθείς, ἀπάτῃ τοῦ ὄφεως, πρὸς σὲ κατέφυγον ἀπειρόγαμε Ἁγνή, μὴ ἀπώσῃ με.
Ἐλέησον ὡς ἐλεήμων, ἱκέτας σου Ἱεράρχα καὶ ἀθλοφόρε τοῦ Χριστοῦ, οἰκτρῶς κινδυνεύοντας, καὶ λύτρωσαι τούτοις πάσης ἀνάγκης.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἱερέων ὡς καλλονήν σε θεῖε Βλάσιε, καὶ τῶν μαρτύρων ἱερὸν ὡς ἀκροθίνιον, εὐδρομούντων ὡς ὁδηγόν, καὶ θεῖον ἰατρόν, δυσωποῦμέν σε οἱ ἐν δεινοῖς, τοῦ ἱλεῶσαι τὸν Θεὸν, ὑπὲρ δούλων ἀχρείων σου· τάχυνον ὡς οἰκτίρμων ἔξελε τῶν κινδύνων, τὸν Χριστεπώνυμον λαόν, ὅτι δύνασαι βουλόμενος.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχος. Πεφητευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν, ἐξανθήσει.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ι΄ 1-5 , 8).
Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὑτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν· τούτους ἀπέστειλεν ὁ ᾿Ιησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾿Ισραήλ. Πορευόμενοι δὲ κηρύσσετε λεγοντες, ὅτι ἤγγικεν ἡ Βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλον ἐκ νεότητος, ἐν ἁμαρτίαις βιοῦντα, νῦν με ἐπιστρέφοντα, δέξαι θεῖε Βλάσιε ὡς φιλάνθρωπος, συμπαθὴς ἄκακος, ταπεινὸς πρᾷος, ἀνεξίκακος μακρόθυμος, δίκαιος ἄμεμπτος, καὶ τῆς αἰωνίου κολάσεως, ἐν ὥρᾳ τῆς ἐτάσεως, ῥῦσαί με σαῖς θείαις ἐντεύξεσιν, κέκτησαι γὰρ ὄντως, ὡς μάρτυς καὶ ὡς μύστης ἱερός, τὴν παῤῥησίαν πρὸς Κύριον, Πάτερ ἱερώτατε.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὡς ἐπὶ τῶν ὑδάτων, συνέθλασας τὴν κάραν, τοῦ ἰοβόλου ἐχθροῦ, κἀμὲ κατὰ δαιμόνων, δεινῶν παρενοχλούντων, νικηφόρον ἀνάδειξον• ὅπως κραυγάζω σὺν σοί· ὁ Θεὸς εὐλογητὸς εἶ.
Βυθῷ ἁμαρτημάτων, συνεχόμενος Πάτερ, καὶ πειρασμοῖς ἐμπεσών, ἀνάγαγέ με τάχος, ὁ βυθῷ τῶν ὑδάτων, διαμείνας ἀλώβητος, ὅπως κραυγάζω σὺν σοί· ὁ Θεὸς εὐλογητὸς εἶ.
Ἐσάπησαν ψυχῆς μου, οἱ μώλωπες καὶ οἴμοι! ὁ πολύτλας ποτέ, Ἰὼβ ὁ ἐν κοπρίᾳ, κατάκειμαι τὰ ἕλκη, ἀναξέων τοῦ σώματος, ἀλλ’ ὡς σοφὸς ἰατρός, ταχὺ θεράπευσόν με.
Θεοτοκίον.
Ἡμάρτηκα Παρθένε, ἠνόμησα ὁ τάλας, ὡς οὐδεὶς ἄλλος ποτέ, ψυχῆς μου τὸ ὡραῖον, Θεοῦ τὸ κατ’ εἰκόνα, αἰσχρουργίας ἡμαύρωσα• διὸ κραυγάζω σοι Ἁγνή· Μαρία οἴκτειρόν με.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τὸν Βασιλέα τῶν οὐρανῶν μὴ ἐλλίπῃς, δυσωπῶν ἀθλητὰ ὑπὲρ πάντων, τῶν σοὶ προσιόντων, πιστῶν ἐν εὐλαβείᾳ.
Τοὺς ἁμαρτίαις παντοίαις ἐμπεπτωκότας, καὶ δεινοῖς πειρασμοῖς σοὺς οἰκέτας, ἔγειρον καὶ σῶσον, εὐχαῖς σου Ἱεράρχα.
Τῆς ἀσθενούσης ψυχῆς μου τὰς ἀλγηδόνας, καὶ σαρκὸς τὰς ἀμέτρους ὀδύνας, Βλάσιε παμμάκαρ, θεράπευσον ἐν τάχει.
Θεοτοκίον.
Χαῖρε Μαρία, βροτῶν ἁπάντων ἡ δόξα, τῆς ἐμῆς θυμηδίας αἰτία· σῶζε τοὺς σὲ πίστει καὶ πόθῳ εὐφημοῦντας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὡς κρήνη ἀναβρύεις, θαύματα τοῖς πᾶσι, καὶ τῶν ψυχῶν καὶ σωμάτων ἰάσεις σοφέ, ἱερομάρτυς τρισμάκαρ, ἔνδοξε Βλάσιε.
Ὦ Πάτερ θεοφόρε, δέχου ἱκεσίας, ἐξ ἀκαθάρτων χειλέων, καὶ χάριν τὴν σήν, καὶ τὴν εἰρήνην τὴν ἄνω, μοι ἀναβράβευσον.
Τριάδα τὴν Ἁγίαν, ἣν νῦν ἐποπτεύεις, Πατέρα Λόγον καὶ Πνεῦμα, δυσώπει ἀεί, τοῦ οἰκτειρῆσαι τοὺς πόθῳ, σὲ μεγαλύνοντας.
Θεοτοκίον.
Ὦ Μῆτερ Θεοτόκε, κλῖνόν μοι τὸ οὖς σου, καὶ τὴν οἰκτρὰν ἱκεσίαν μου δέξαι Σεμνή, καὶ τῷ Υἱῷ καὶ Θεῷ σου ταύτην προσάγαγε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὸν ἱερομύστην καὶ ἀθλητήν, τὸν ἐν τοῖς κινδύνοις, ταχινότατον ἀρωγόν, τὸν ὑπερβαλλόντως, ἐκλάμψαντα ἐν κόσμῳ, τὸν Βλάσιον ἐν ὕμνοις ἐγκωμιάσωμεν.
Χαῖρε τῶν θαυμάτων ὁ ποταμός, χαῖρε ἱερέων καὶ μαρτύρων ἡ καλλονή, χαῖρε τῶν χαρίτων τοῦ Πνεύματος δοχεῖον, σεπτὲ ἱερομάρτυς, ἔνδοξε Βλάσιε.
Ὡς πεποικιλμένος ταῖς ἀρεταῖς, καὶ ἠγλαϊσμένος μαρτυρίου μαρμαρυγαῖς, ἔλασον τὸν ζόφον, τῶν πονηρῶν μου ἔργων, καὶ φωτεινόν με ὅλον, Πάτερ ἀνάδειξον.
Νῆσος Εὐβοέων εἰς σὲ πλουτεῖ, ἔχει σε προστάτην, ἀντιλήπτορα ἰατρόν, ῥύστην ἐν κινδύνοις, ἀλείπτην εὐδρομούντων, ὦ Βλάσιε θεόφρον πανενδοξότατε.
Πόλις Σεβαστείας τὴν ἱεράν, καὶ σεπτὴν εἰκόνα προσκυνεῖ σου πανευλαβῶς, ὅθεν σὰ ἐλέη ἀρύεται πλουσίως, ὦ θεῖε ποιμενάρχα ὅσιε Βλάσιε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Πάντων προστατεύεις ἀγαθή.
Σκέπε τοὺς προστρέχοντας εἰς σέ, φρούρει χριστωνύμων τὰ πλήθη, Βλάσιε μάρτυς Χριστοῦ, φύλαττε τοὺς πεποιθότας ἐν σοί, ἐκ παντοίων κακώσεων, ἐχθρῶν κακουργίας, πάσης ἄλλης θλίψεως, δαιμονικῆς προσβολῆς, καὶ τῆς οὐρανῶν βασιλείας, δεῖξαι κληρονόμους ἀξίους, ὡς ποιμὴν καὶ Ἱεράρχης συμπαθέστατος.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Στίχος ἱκετικὸς τοῦ πονήσαντος, πρὸς τὸν Ἅγιον.
Μνήσθητι κἀμοῦ Ἅγιε ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως,
καὶ ῥῦσαι με πρεσβείαις σου τῆς αἰωνίου κολάσεως.





































