Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ἀθληφόρος εὐκλεὴς τοῦ Σωτῆρος, καὶ τῶν θαυμάτων ἀνεξάντλητος κρήνη, καὶ βοηθὸς ἡμῶν ἐν περιστάσεσι, πρόφθασον καὶ λύτρωσαι, λοιμικῶν νοσημάτων, καὶ πάσης στενώσεως, καὶ ἀνάγκης καὶ βλάβης, τοὺς ἀδιστάκτῳ πίστει καὶ στοργή, ἐξαιτουμένους, Βαρβάρα, τὴν χάριν σου.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἴασαι Μάρτυς τὴν συντριβήν μου. Γερασίμου

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἰάματα βλύζουσα κρουνηδόν, ψυχῶν θεραπεύεις, καὶ σωμάτων πάθη δεινά, τῶν πίστει καὶ πόθῳ προσιόντων, μεγαλομάρτυς Βαρβάρα, τῇ σκέπῃ σου.

Ἀθλήσεως μάρτυς ταῖς ἀστραπαῖς, σκεδάζεις πνευμάτων, ἀκαθάρτων τὸν σκοτασμόν, καὶ ῥῶσιν καὶ χάριν καὶ ὑγίειαν, τοῖς ἐν νυκτὶ ἀνατέλλεις τῶν θλίψεων.

Συνοῦσα ἀλήκτως τῷ ποιητῇ, ἀπαύστως δυσώπει, παῤῥησία μαρτυρική, ἡμᾶς ἐκλυτροῦσθαι Ἀθληφόρε, τῶν ἐν τῷ βίῳ κινδύνων καὶ θλίψεων.

Θεοτοκίον.
Ἀφθόρως τεκοῦσα σωματικῶς, τὸν πάντων Δεσπότην ἀφθαρτίζοντα τὸν Ἀδάμ, κεχαριτωμένη Θεοτόκε, φθοροποιῶν νοημάτων με λύτρωσαι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰαμάτων τὴν χάριν, παρὰ Χριστοῦ εἴληφας, ὅθεν τὰς πολλάς μου ὀδύνας καὶ τὰ συντρίμματα, Μάρτυς θεράπευσον, καὶ τῆς ψυχῆς μου τὴν λύπην, εἰς χαρὰν μετάβαλε, Βαρβάρα ἔνδοξε.

Μαρτυρίου τὴν τρῖβον, περιφανῶς ἤνυσας, ὅθεν πρὸς ὁδὸν τὴν εὐθεῖαν, ἡμᾶς κυβέρνησον, τῶν ἐντολῶν τοῦ Θεοῦ, ἐξ ἀτραπῶν ἀπωλείας, τῇ προμηθεστάτῃ σου, Βαρβάρα χάριτι.

Ἀσθενείαις βαρείαις, καὶ ἀλγεινοῖς πάθεσι, διὰ παραπτώσεων πλῆθος, δεινῶν ἐτάζομαι, ὅθεν κραυγάζω σοι, τὸν τῆς ὀδύνης μου πόνον, κούφισον πανεύφημε, θεία σου χάριτι.

Θεοτοκίον.
Ῥυπωθεῖς τῇ κακίᾳ, τὸ τῆς ψυχῆς ἔσβεσα, κάλλος καὶ ἠμαύρωσα Κόρη, πράττων τὰ ἄτοπα, σὺ οὖν με λύτρωσαι, τῆς πονηρᾶς συνηθείας, καὶ τῆς μετανοίας μου, τὸ φῶς ἀνάτειλον.

Διάσωσον, μεγαλομάρτυς Βαρβάρα, τοὺς σοὺς οἰκέτας, πάσης βλάβης καὶ νοσημάτων καὶ θλίψεων, καὶ τοῖς θερμῶς σε καλοῦσιν ἀεὶ βοήθει.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Θαυμάτων πηγάς, Βαρβάρα ἀναβλύζουσα, προφθάνεις θερμῶς, τοὺς ἐπιβοωμένους σου, τὸ ὄνομα τὸ ἅγιον, καὶ διώκεις λοιμώδη νοσήματα, διὰ τοῦτο βοῶμέν σοι· σεμνή, τῆς τούτων ἡμᾶς ῥύμης διάσῳζε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε
Τὰς ἐνέδρας τοῦ δράκοντος, ἃς τεκταίνει μάρτυς καθ’ ἡμῶν σύντριψον, τῇ ταχείᾳ ἀντιλήψει σου, καὶ τῆς τούτου βλάβης ἡμᾶς ἀπάλλαξον.

Ὑποπέσας ταῖς θλίψεσιν, ὡς παραπικράνας Χριστὸν τὸν εὔσπλαχνον, ἐκ καρδίας ἀνακράζω σοι· λῦσον ὧ Βαρβάρα, τὴν ἀθυμίαν μου.

Σωτηρίαν ἐξαίτησαι, καὶ ἀῤῥωστημάτων τὴν ἀπολύτρωσιν, καὶ εἰρήνην τε καὶ ἔλεος, τοῖς σὲ ἀνυμνοῦσι, Βαρβάρα πάνσεμνε.

Θεοτοκίον.
Τῆς ψυχῆς μου τὴν κάκωσιν, ἴασαι Παρθένε τῇ σῇ χρηστότητι, καὶ παθῶν με σκότους λύτρωσαι, τῇ φωτοχυσία τῆς προνοίας σου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἡ Θεοειδής, ἀρωγή σου ἡμῖν γένοιτο, ὥσπερ αὔρα ἐναψύξεως σεμνή, πειρασμῶν ἀποσβεννύουσα τὸν καύσωνα.

Νόσων χαλεπῶν, καὶ ποικίλων περιστάσεων, καὶ δεινῶν ἐπιβουλῶν καὶ ἀναγκῶν, ἀνωτέρους, ᾧ Βαρβάρα ἡμᾶς φύλαττε.

Σκέπη ἀῤῥαγής, καὶ προστάτις καὶ ἀντίληψις, καὶ θερμὴ πρὸς τὸν Χριστὸν καταλλαγή, ἡμῖν ἔσω ἐν τῷ βίῳ καλλιπάρθενε.

Θεοτοκίον.
Ὕψωσον ἡμᾶς, τὴν διάνοιαν Πανάμωμε, ἐξ ὑλώδους προσπαθείας μοχθηρᾶς, ἁγίας ἀναβάσεις θείου ἔρωτος.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Νοσήματα, χαλεπὰ καὶ χρόνια, θεραπεύουσα τῇ σῇ προστασίᾳ, τῆς τούτων βλάβης ἡμᾶς ἀνωτέρους, μεγαλομάρτυς Βαρβάρα διάσῳζε, καὶ πρέσβευε τῷ Ποιητῇ, τῶν πταισμάτων ἡμῖν δοῦναι ἄφεσιν.

Τὴν δέησιν, τῆς ψυχῆς μου πρόσδεξαι, ὡς θυμίαμα εὐῶδες Βαρβάρα, καὶ δυσωδίας παθῶν ἀκαθάρτων, τὴν μολυνθεῖσαν καρδίαν μου κάθαρον, καὶ τοῦ νοός μου τὰς πολλάς, ἐκτροπὰς ἐπανόρθωσον δέομαι.

Ῥυσθῆναί με τῶν ἐν βίῳ θλίψεων, καὶ παντοίων ἀναγκῶν καὶ κινδύνων, καὶ ψυχικῆς ἀθυμίας καὶ λύπης, τὸν προσιόντα θερμῶς τῇ πρεσβείᾳ σου, τὸν σὸν Νυμφίον Ἰησοῦν, ἐκδυσώπει Βαρβάρα ἑκάστοτε.

Θεοτοκίον.
Ἰάτρευσον, τὴν νοσοῦσαν ψυχήν μου, μυστικὴ ἐπισκοπή σου Παρθένε, καὶ τὰς τοῦ σώματος παῦσον ὀδύνας, καὶ τῶν πταισμάτων μοι δώρησαι ἄφεσιν, σὺ γὰρ προστάτις μου θερμή, καὶ ἐν σοὶ πεποιθὼς διασῴζομαι.

Διάσωσον, μεγαλομάρτυς Βαρβάρα τοὺς σοὺς οἰκέτας, πάσης βλάβης καὶ νοσημάτων καὶ θλίψεων, καὶ τοῖς θερμῶς σὲ καλοῦσιν ἀεὶ βοήθει.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Θαυματουργίαις πολλαῖς διαλάμπουσα, τῶν νοσημάτων ἐξαίρεις τὸν καύσωνα, καὶ τὴν ὑγίειαν βραβεύεις τοῖς πάσχουσι, παρθενομάρτυς Βαρβάρα ἑκάστοτε, διὸ σοῦ τὴν χάριν κηρύττομεν.

Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Μᾶρκον.
(Κεφ. ε΄. 24-34 ).

Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἱατρῶν, καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα· ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γὰρ· Ὅτι κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς· καὶ ἔγνω τῷ σώματι, ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ, ἔλεγε· Τίς μου ἥψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ· Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις· Τίς μου ἥψατο; Καί περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. Ὁ δὲ εἶπεν αὐτῇ· θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.

Δόξα.
Ταῖς τῆς Ἀθληφόρου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι
Νύμφη πανακήρατος, τοῦ Βασιλέως τῆς δόξης, παρθενία λάμπουσα, καὶ στεῤῥᾶς ἀθλήσεως τοῖς παλαίσμασιν, ἀληθῶς πέφηνας, Βαρβάρα θεόφρον, διὰ τοῦτο σοῦ δεόμεθα, πάσης στενώσεως καὶ ἐπηρειῶν τοῦ ἀλάστορος, λυμαντικῶν παθήσεων καὶ φθοροποιῶν τε μολύνσεων, ἀβλαβεῖς συντήρει, ἡμᾶς τοὺς προσιόντας σοι πιστῶς, καὶ τὴν θερμήν σοῦ βοήθειαν, αἰτοῦντας ἑκάστοτε.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Βοηθοῦσα μὴ παύσῃ, τοῖς ἐν πόνοις τελοῦσι καὶ περιστάσεσι, καὶ ῥῶσιν καὶ ὑγίειαν, καὶ ἄφεσιν πταισμάτων, τῇ πρεσβείᾳ σου νέμουσα, Βαρβάρα νύμφη Χριστοῦ, τοῖς σὲ ὑμνολογοῦσι.

Ἠδοθείσα σοι χάρις, ὑπὲρ ἥλιον πᾶσι τῆς προστασίας σου, ἁπλοῦσα τὰς ἀκτίνας, παθῶν τὴν σκοτομήνην, καὶ δεινῶν τὴν ἐπίλυσιν, διασκεδάζει ἀεί, Βαρβάρα καλλιμάρτυς.

Νεκρωθεὶς τῇ κακίᾳ ἀῤῥωστήμασι πλείστοις νῦν κατατρύχομαι, ἀλλ’ ᾧ Μεγαλομάρτυς, ἐπίφανον ὑψόθεν, τὴν θερμήν σου ἀντίληψιν, καὶ τῶν πολλῶν μου κακῶν, ῥυσθήσομαι ἐν τάχει.

Μολυσμῶν ἀκαθάρτων καὶ παθῶν ἀνιάτων ἡμᾶς ἀπάλλαξον, χαρὰν καὶ εὐφροσύνην, καὶ πᾶσαν ἀφθονίαν, τῶν καλῶν πρυτανεύουσα, Βαρβάρα νύμφη Χριστοῦ, τοῖς σὲ ἀνευφημοῦσι.

Θεοτοκίον.
Ὀμβροφόρε νεφέλη, τὸν σωτήριον ὄμβρον σὺ ὑετίσασα, κατάρδευσον τὸν νοῦν μου, ἀυλοτάτοις ῥείθροις, μητρικῆς σου χρηστότητος, εὐλογημένη Ἁγνή, ἵνα σὲ μεγαλύνω.

ᾨδὴ ἡ΄. Τὸν Βασιλέα.
Ὕδασι θείοις, τῆς σῆς λαμπρᾶς προμηθείας, τῶν παθῶν ἡμῶν κατάσβεσον τὴν φλόγα, ἵνα σὲ τιμῶμεν, Βαρβάρα ἀθληφόρε.

Γενοῦ μοι Μάρτυς, καταφυγὴ ἐν ἀνάγκαις, ἀντίληψις ἐν λυπηροῖς τοῦ βίου, καὶ ἐν τοῖς κινδύνοις, προπύργιον Βαρβάρα.

Ἔχουσα Μάρτυς, πλουσίαν χάριν θεόθεν, ἐνεργεῖς ἀεὶ ἐν θαύμασιν ἰάσεις, καὶ δεινῶν ἐξαίρεις, ἡμᾶς τοὺς σοὺς οἰκέτας.

Ῥείθροις ἀύλοις, τῶν δωρημάτων σου Μάρτυς, ἐναπόπλυνον τὰ ἕλκη τῆς ψυχῆς μου, καὶ ὑγίειαν δός μοι, τῷ πάσχοντι ἀθλίως.

Θεοτοκίον.
Ἁγνὴ Παρθένε, καθάγνισον τὴν ψυχήν μου, καὶ καταύγασον τὸν νοῦν μου τῇ σῇ δόξῃ, ὡς ἂν ἐκτινάξω, τὸν σκώρον τῆς ἀπάτης.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σωμάτων ἀσθενείας, καὶ τὰς καχεξίας, τὰς ἀνιάτους ἴασαι ἑκάστοτε, τῶν προσιόντων Βαρβάρα, τῇ προστασίᾳ σου.

Ἰσχὺν τὴν τοῦ βελίαρ, θραῦσον Ἀθληφόρε, τὴν καθ’ ἡμῶν κινουμένην καὶ αἴτησαι, τὴν τῶν πταισμάτων Βαρβάρα, ἡμῖν συγχώρησιν.

Μεγίστη σου ἡ χάρις, πάντας γὰρ προφθάνεις, τοὺς προσφωνοῦντας τὴν κλῆσίν σου ἔνδοξε, καὶ βοηθείας ὀρέγεις, χεῖρα τοῖς πάσχουσι.

Ὁδόν με πρὸς εὐθεῖαν, ἕλκυσον Βαρβάρα, ἐκ τῶν βαράθρων τῆς πλάνης καὶ σύντριψον, τὴν κατ’ ἐμοῦ τοῦ δολίου μανίαν δέομαι.

Θεοτοκίον.
Ὑψίστου θεῖε Θρόνε, Κεχαριτωμένη, ἀπὸ κοπρίας παθῶν με ἀνύψωσον, πρὸς ἀρετῶν ἀναβάσεις, τῇ σῇ χρηστότητι.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια.
Χαίροις Ἀθληφόρε πανευκλεής, παρθένων ἡ δόξα καὶ Μαρτύρων ἡ καλλονή, χαίροις ἰαμάτων ἡ πολυχεύμων κρήνη, Βαρβάρα τοῦ Σωτῆρος νύμφη περίδοξε.

Ἄνθος πανευῶδες καὶ εὐθαλές, ἐκ ῥίζης φυεῖσα ἀκανθώδους τῆς ἐν Χριστῷ, ὀσμῆς διαπνέεις τὴν εὐωδίαν κόσμῳ, ἀθλήσεως ἀγῶσιν ᾧ καλλιπάρθενε.

Τοῦ πατρὸς λυποῦσα τὸ ἀσεβές, νύμφη ἀνεδείχθης τοῦ Σωτῆρος περικαλλής, καὶ αὐτὴ ὡς προῖκα πολύολβον προσάγεις, ἀθλήσεως τοὺς πόνους Βαρβάρα ἔνδοξε.

Ὥραν παριδοῦσα νεανικήν, καὶ πλοῦτον καὶ δόξαν καταλείψασα ὡς φθαρτά, τὸν Χριστὸν ἐξ ὅλης ἠγάπησας καρδίας, καὶ τούτῳ προσηνέχθης στεῤῥοῖς παλαίσμασι.

Πάθη θεραπεύουσα χαλεπά, ἐξαίρετον χάριν ἐκομίσω παρὰ Χριστοῦ, τὰς λοιμώδεις νόσους ἐλαύνειν ἀνενδότως, ἐξ ὧν ἡμᾶς τῆς λώβης Βαρβάρα φύλαττε.

Πᾶς τὶς ὁ προστρέχων τῷ σῷ Ναῷ, κομίζεται τάχος τὰ αἰτήματα συμπαθῶς, ὅθεν ἡμῶν δέχου Βαρβάρα τὰς δεήσεις, καὶ πλήρου τὰς αἰτήσεις ἐκδυσωποῦμέν σε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ΄.
Βαρβάραν τὴν ἁγίαν τιμήσωμεν, ἐχθροῦ γὰρ τὰς παγίδας συνέτριψε, καὶ ὡς στρουθίον ἐῤῥύσθη ἐξ αὐτῶν, βοηθείᾳ καὶ ὅπλῳ τοῦ Σταυροῦ ἡ πάνσεμνος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Μάρτυς Ἀθληφόρε τοῦ Χριστοῦ, ἔνδοξε Βαρβάρα θεόφρον ἀξιοθαύμαστε, πάσης περιστάσεως δεινῆς ἀπάλλαξον, καὶ κινδύνων καὶ θλίψεων τῶν ἐπερχομένων, τοὺς τὴν σὴν ἀντίληψιν ἐπιζητοῦντας θερμῶς, σὺ γὰρ βοηθὸς ἐν ἀνάγκαις, καὶ πρὸς τὸν Χριστὸν μεσιτεία, πέλεις τῶν πιστῶς ἀνευφημούντων σε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Βαρβάρα, Γεράσιμον τὸν σὲ ὑμνοῦντα
πάσης ὀδύνης ἐκλύτρωσαι ἐν τάχει.

Χαιρετισμοί εις την Αγία Μεγαλομάρτυρα Βαρβάρα
Κοινός Παρακλητικός Κανών εις τον Ιερομάρτυρα Σεραφείμ, Όσιo Ιωάννη τον Δαμασκηνό και Μεγαλομάρτυρα Βαρβάρα Ομού
Παρακλητικός Κανών εις την Αγία Μεγαλομάρτυρα Βαρβάρα εν Πολυδενδρίω

† Εορτάζεται στις 15 Ιουλίου το θαύμα της παύσης της επιδημίας ευλογιάς

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ μακαρίᾳ ἀθληφόρῳ Βαρβάρα, Πολυδενδρίου οἱ οἰκοῦντες τὴν κώμην, χαριστηρίους ὕμνους σοι προσφέρομεν, ὅτι ἠλευθέρωσας, τὸν λαόν σου ἐν τάχει, ἐκ λοιμὼδους μάστιγος, τῆς δεινῆς εὑλογίας, καὶ νῦν βοῶμεν· πὰντες εὐλαβῶς, νόσων παντοίων ἡμᾶς περιφύλαττε.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Εἰκόνα σου θείαν περιχαρῶς, κυκλοῦντες Βαρβάρα, σὲ γεραίρομεν οἱ πιστοί· δεινῆς γὰρ εὐλογίας ἐλυτρὼσω, Πολυδενδρίου τὴν κὼμην πανθαύμαστε.

Πληγὲντες μανίᾳ τοῦ δυσμενοῦς, πρὸς σὲ τὴν ἀμνάδα, καταφεύγομεν τοῦ Χριστοῦ, αἰτούμενοι Βαρβάρα ἰαθῆναι, καὶ εἰρηνεῦσαι Θεῷ ταῖς πρεσβείαις σου.

Τὸ χαῦνον τοῦ θὴλεως ἀνδρικῶς, πατήσασα Κόρη, ὠκοιώθης τῷ Λυτρωτῇ, διὸ ἱκετεύουσα μὴ παύσῃ, ἀποδιῶξαι νοός μου τὴν χαύνωσιν.

Θεοτοκίον.
Παρθένε χαρίτωσον νῦν ἡμῶν τὸν νοῦν τοῦ ὑμνῆσαι, τὴν Μητέρα σε τοῦ Θεοῦ, τὴν πάμφωτον λαμπάδα τὴν τεκοῦσαν, τὸ φῶς τοῦ κόσμου, Χριστὸν τὸν Θεὸν ἡμῶν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ταῖς ὁδοῖς ἐστρωμὲναις δάφναις πυκναῖς ἔνδοξε, τοῦ Πολυδενδρίου τὰ πλήθη σοῦ ὑπεδὲξαντο, τὴν χαριτόβρυτον, καὶ σεβασμίαν εἰκόνα, καὶ λοιμοῦ ὁ ὄλεθρος τὰχος ἐκόπασεν.

Ἐξεπλάγησαν ὄντως Μαρτύρων δῆμοι τοῖς ἄθλοις σου, ὅτι εἰς οὐδὲν ἐλογίσω, βίον τὸν πρόσκαιρον· διὸ τὸν Κύριον, μάρτυς Βαρβάρα δυσώπει, τοῦ λαβεῖν τοὺς δούλους σου ζωὴν αἰώνιον.

Ταῖς τρισὶ τοῦ λουτρῶνος, θυρίσι Μάρτυς πανύμνητε, τῆς Τριάδος πίστιν τὴν θείαν, πᾶσιν ἐτράνωσας, ταῖς δὲ πρεσβείαις σου, ἀδιαλώβητον τήρει, ποίμνην τὴν Ὀρθόδοξον πάσης αἱρέσεως.

Θεοτοκίον.
Ἀειπάρθενε Κόρη, Μῆτερ Θεοῦ πρόφθασον, καὶ τῶν λυπηρῶν τὰς εἰσόδους, πὰσας ἀπόκλεισον, τῇ μεσιτείᾳ σου, πρὸς τὸν Δεσπότην τῶν ὅλων· σάρκα γὰρ ἐδάνεισας Αὐτῷ Πανάχραντε.

Διάσωσον, ἐκ πάσης βλάβης ἀτρώτους Βαρβάρα μάρτυς, τοὺς προσπίπτοντας εὐλαβῶς τῇ Εἰκόνι σου πὰντοτε, καὶ φύλαττε ἐν ὁμονοίᾳ τὴν κώμην ταύτην.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κὰθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Βαρβάρα σεμνὴ νοσούντων ἡ ἀντὶληψις, νοσοῦντα κἀμὲ τῷ βάρει τῶν πταισμὰτων μου, ἱκετεύω λύτρωσαι τοῦ πυρὸς τῆς γεένης πρεσβείαις σου, καὶ πειρασμῶν καὶ νόσου λοιμικῆς, τοὺς προσιόντας σοι φρούρει πανόλβιε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τὴν Βαρβάραν τὴν πάνσεμνον, τοῦ Πολυδενδρίου τὴν ἀντιλήπτορα, ἱκετεύσωμεν νοσήματα, τῆς ψυχῆς ἐλαύνειν καὶ τοῦ σώματος.

Ἀθυμία καὶ θλίψει καὶ μικροψυχίᾳ ἀεὶ συνέχομαι, τῇ προσψαύσει τῆς εἰκόνος σου, στάξον μοι ῥανὶδα παρακλήσεως.

Τοῦ δολίου τὰ θήρατρα, ὡς δορκὰς ἐκ βρόχων Βαρβὰρα ἔφυγες, καὶ ἡμᾶς δεινῶν ἐξάρπασον μηχανῶν τοῦ δράκοντος, πρεσβείαις σου.

Θεοτοκίον.
Τὴν θεόνυμφον Δέσποιναν, τὴν λυτρωσαμένην ἡμᾶς τοῦ ὄφεως, ἐκ καρδίας ἀνυμνήσωμεν, τὴν αὐτῆς βοήθειαν λαμβάνοντες.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Φώτισον ἡμῶν, τὰς καρδίας τῶν ὑμνούντων σε, ταῖς εὐχαῖς σου καὶ ἀχλὺν τὴν ζοφεράν, σκὲδασον τάχει, σὺ Βαρβάρα καλλιπάρθενε.

Τεῖχος ἀῤῥαγές σε κεκτήμεθα καὶ στήριγμα, κατ’ ἐχθρῶν τῶν ἀοράτων ἀληθῶς, Πολυδενδρίου οἱ οἰκὴτορες πανθαύμαστε.

Ἴασαι σεμνή, τῇ λαμπρᾷ ἐπιφανείᾳ σου, πᾶσαν λώβην καὶ λοιμὸν φθοροποιὸν καὶ ψυχοκτόνον ἁμαρτίας στῆσον ὄλεθρον.

Θεοτοκίον.
Φρένας τὰς ἐμάς, περιτείχισον Πανάμωμε, ἐξ ἀμέτρων τοῦ ἐχθροῦ ἐπιφορῶν καὶ τὰς αἰσθήσεις καθαγίασον σῇ χάριτι.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Παιδάριον, ἐξελέξω πάνσεμνε καὶ αὐτῷ περιφανῶς καθωράθης, ἀλλὰ καὶ νῦν ὡς παιδία σου πάντας, Πολυδενδρίου οἰκήτορας σκέπασον, ἐπερχομένων συμφορῶν, καὶ κινδύνων καὶ θλίψεων πάντοτε.

Τὸν βόρβορον, τῶν παθῶν μου κάθαρον καὶ ψυχῆς μου τὴν δυσώδη κακίαν, τῇ μυστικῇ εὐωδίᾳ τῶν θείων καὶ ἱερῶν σου λειψὰνων, θεσπέσιε, καὶ Παραδεὶσου με τρυφῆς, καλλιμάρτυς Βαρβάρα ἀξίωσον.

Τὸν κλύδωνα, τοῦ νοὸς κατάπαυσον, τῇ χειρὶ τῇ κραταιᾷ σου Βαρβάρᾳ, καὶ πειρασμῶν τὴν πολλὴν τρικυμίαν, ταῖς ἱκεσίαις σου παῦσον πανεύφημε, καὶ δώρησαι ταῖς σαῖς λιταῖς, τὴν κατ’ ἄμφω ὑγίειαν τοῖς δούλοις σου.

Θεοτοκὶον.
Εἰρήνευσον, τὴν ζωήν μου Πάναγνε, ἀπελαύνουσα καρδίας μου τὰς θλίψεις, καὶ τὴν χαρὰν ἀντεισάγαγε Μῆτερ, τοῦ Ἰησοῦ μου τὴν μένουσαν πάντοτε, πεπληρωμένην γὰρ αὐτὴν ὁ Υἱός σου ἡμῖν ἐπηγγείλατο.

Διάσωσον, ἐκ πὰσης βλάβης ἀτρώτους Βαρβάρα μάρτυς, τοὺς προσπίπτοντας εὐλαβῶς, τῇ Εἰκόνι σου πὰντοτε, καὶ φύλαττε ἐν ὁμονοίᾳ τὴν κώμην ταύτην.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἰατρεῖον τῶν ἀῤῥωστημὰτων τὸ ἄμισθον, ἱκεσία πρὸς τὸν Ποιητὴν ἡ ἀέναος, σπεῦσον κόρη χεῖρας ἐκτείνουσα ἀμώμους πρὸς Αὐτὸν, ἡμᾶς ῥῦσαι νόσου λοιμικῆς, τοὺς τὸ ἐκτύπωμα τὸ σὸν προσκυνοῦντας καὶ λὲγοντας· σῶσον Πολυδενδρίου, τοὺς πιστούς σου ἱκέτας, Βαρβάρα νύμφη τοῦ Χριστοῦ, πὰσης μάστιγος καὶ θλίψεως.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. ιβ΄ 8 – 12).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν Ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγάς καὶ τὰς ἀρχάς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἤ τι ἀπολογήσησθε, ἤ τι εἴπητε· τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.

Δόξα.
Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὦτά σου διάνοιξον, τοῖς στεναγμοῖς τῆς ψυχῆς μου, καὶ νοὸς τὴν ζόφωσιν, ταῖς ἀκτῖσι σκόρπισον, τοῦ ἐλέους σου, καὶ λαόν σου σκέπασον, κακωθέντα ἔνδοξε τῇ λαμπρᾷ ἐπιδημίᾳ σου, νόσων καὶ θλίψεων, καὶ τοῦ λοιμικοῦ ἀῤῥωστήματος, Βαρβὰρα μεγαλώνυμε, σκεῦος χαρισμάτων τοῦ Πνεύματος· ἵνα σε γεραίρω, καὶ κράζω σοι ἐν πόθῳ καὶ χαρᾷ, ἀπηλπισμένων τὸ στήριγμα, σὺ ὑπάρχεις πάνσεμνε.

Σῶσον ὀ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὴν κατήφειαν λῦσον, τῆς ψυχῆς μου, κόρη, τῇ ἐπισκέψει σου, ὡς πάλαι τὸν λαόν σου, δεινῶς ἀπεγνωσμὲνον, εὐφροσύνης ἐπλήρωσας, τῆς εὐλογίας τὴν ἀράν, διώξασα ἐν τάχει.

Ἐξ ἁγνῶν σου αἱμάτων, πορφυρίδα, Βαρβάρα περιεβάλου ποτε, τρωθεῖσα τῇ ἀγὰπῃ, Χριστοῦ τοῦ σταυρωθέντος, καὶ τὰ πάθη νεκρώσαντος, ὑπὸ τὴν σκέπην δὲ τὴν σήν, τοὺς σοὺς ἱκέτας φρούρει.

Σῷ δακτὺλῳ Βαρβάρα, τοῦ Σταυροῦ τὸ σημεῖον, πὶστει χαράξασα, λουτροῦ τὴν κολυμβήθραν, παντοίων νοσημάτων, ἰατρεῖον ἀπέδειξας, Πολυδενδρὶου δὲ πιστοῖς, ἰάματα παρέχεις.

Θεοτοκίον.
Θεοτόκε Παρθὲνε, ψυχοφθόρων ῥῦσαι παθῶν καὶ θλίψεων, ὡς τέξασα τὸν Λόγον, τὸν πᾶσαν ἀλογίαν, τῶν ἀνθρώπων ἰάσαντα, καὶ σὲ δωρήσαντα πηγήν, ναμάτων ζωηφόρων.

ᾨδή η΄. Τόν Βασιλέα.
Παρθενομὰρτυς, τοῦ Κυρίου Βαρβάρα, πάσης νόσου διαφύλαττε καὶ λύμης, Πολυδενδρίου, τὴν ἐπέραστόν σοι κώμην.

Ἐν πίστει πάντες, τὴν θαυματόβρυτον ὄντως, λιτανεύομεν εἰκόνα σου Βαρβάρα, ῥῶσιν ἀντλοῦντες, ψυχῶν τε καὶ σωμάτων.

Πᾶσαν κακίαν, τῶν βασκάνων δαιμόνων, ἀποδίωξον τῇ κραταιᾷ σου ῥάβδῳ, ἐκ τοῦ ποιμνὶου, τοῦ σοῦ Μεγαλομάρτυς.

Θεοτοκίον.
Τὸν τῆς ψυχῆς μου, ἐσπιλωμένον χιτῶνα, ἀποκάθαρον καὶ λάμπρυνον εὐχαῖς σου, καὶ τῷ Υἱῷ σου, κατάλλαξον με, Μῆτερ.

ᾨδή θ΄. Κυρὶως Θεοτόκον.
Ἁμαρτιῶν μου λύσιν, καὶ ἄφεσιν πταισμάτων, Παρθενομάρτυς παράσχου πρεσβείαις σου, ἐν παῤῥησίᾳ τὸν Κτίστην καθικετεύουσα.

Πικρίας με δαιμόνων, πολύαθλε παρθένε, καὶ τῶν δηγμάτων τοῦ ὄφεως λύτρωσαι, τὸν γλυκασμὸν τοῦ Δεσπότου ἀεὶ παρέχουσα.

Πολυδενδρίου κώμης, Βαρβάρα ἀθληφόρε, ἀγροὺς καὶ οἴκους καὶ ποίμνια φρούρησον, ἐκ πὰσης νόσου καὶ βλάβης καὶ περιστάσεως.

Θεοτοκίον.
Χρυσοῦν εὐωδιάζον, τοὺς σοὺς ἱκέτας Μῆτερ, θυμιατήριον ὤφθης πανάγιον, Χριστὸν τὸν ἄνθρακα πᾶσι τεκοῦσα, Ἄφθορε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἄδομεν οἱ δοῦλοί σου εὐλαβῶς, καλλίνικε Μάρτυς, τῶν θαυμάτων σου τὴν πληθὺν καὶ Πολυδενδρίου ἡ κώμη σοι προσφέρει, Βαρβὰρα ἀθληφόρε, ὕμνον εὐγνώμονα.

Χαίροις τῶν Μαρτύρων ἡ καλλονὴ καὶ τῶν ἰαμὰτων, ὁ ἀείροος ποταμός· χαίροις τῶν γυναίων, τὸ καύχημα καὶ κλέος καὶ τοῦ Πολυδενδρίου, θεράπων ἄριστος.

Ὡς ἥλιος ἔλαμψας ἐφ’ ἡμᾶς καὶ νόσου λοιμώδους ἀπεδίωξας τὴν ἀχλύν, Βαρβάρα θεόφρον Πολυδενδρίου ῥύστης, καὶ τῶν νοσούντων πάντων, τὸ παραμύθιον.

Τοῦ Πολυδενδρὶου ἡ ἀρωγὸς καὶ τὸ ἰατρεῖον, νοσημάτων παντοδαπῶν, Βαρβὰρα ἡ Μάρτυς ἐφίσταται τοῖς πόθῳ, τὴν μνήμην ἐκτελοῦσιν, αὐτῆς ἐν ἄσμασι.

Δεῦτε συναχθῶμεν πὰντες ὁμοῦ τοῦ Πολυδενδρὶου οἱ οἰκήτορες εὐλαβῶς, τιμῶντες ἐν ὕμνοις Βαρβάραν τὴν παρθὲνον, ὅτι ἡμᾶς λοιμώδους, ὀργῆς ἐῤῥύσατο.

Τὴν εἰκόνα πάντες σου τὴν σεπτὴν τοῦ Πολυδενδρίου, λιτανεύομεν οἱ πιστοὶ, αἰτούμενοι Βαρβὰρα τὴν κώμην ταύτην μένειν, ἀλώβητον κινδύνων καὶ νόσων πάντοτε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων τῶν νοσούντων ἰατρὸς καὶ παρθενευόντων ὑπάρχεις, ἔφορος ἄριστος καὶ πιστῶν τὸ στήριγμα Βαρβάρα πάνσεμνε· τῇ ῥομφαίᾳ τῆς χάριτος, λοιμώδη κατάραν τὰχος ἐξηφάνισας ἐκ κατωδύνου λαοῦ, ὅθεν καὶ πυρίναις εὐχαῖς σου, τῶν αἰρετιζὸντων τὴν λύμην, στῆσον καὶ ὀλόθρευσον ἀοίδιμε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Χαιρετισμοί εις την Αγία Μεγαλομάρτυρα Βαρβάρα
Κοινός Παρακλητικός Κανών εις τον Ιερομάρτυρα Σεραφείμ, Όσιo Ιωάννη τον Δαμασκηνό και Μεγαλομάρτυρα Βαρβάρα Ομού
Πηγή

Πηγή

Παρακλητικός Κανών εις την Αγία Μεγαλομάρτυρα Βαρβάρα

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς Ἀθληφόρου τῷ Τεμένει προσδράμωμεν, καὶ τῇ εἰκόνι τῆς αὐτῆς προσκυνήσωμεν, ἀπὸ βαθέων κράζοντες ψυχῆς πρὸς αὐτήν· Βαρβάρα πανένδοξε, ἀπὸ πάσης ἀνάγκης, λύτρωσαι τοὺς δούλους σου, καὶ ἐχθρῶν ἐπηρείας, καὶ τῆς λοιμώδους νόσου τῆς δεινῆς, ἵνα σὲ πόθῳ, ἐν ὕμνοις γεραίρομεν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Βαρβάραν πάντες τὴν ἐν θείαις πράξεσιν, ἐπαρθεῖσαν φαιδρῶς, καὶ γεγενημένην, σκεῦος ἱερώτατον, τοῦ Παναγίου Πνεύματος, εὐφημεῖν ὀφείλομεν, ὡς τὸν βελίαρ νικήσασαν, καὶ Χριστὸν ἀνδρείως κηρύξασαν.

Ἀπὸ νεότητος σεμνὴ ἀπέῤῥιψας, πᾶσαν τρυφὴν τῆς σαρκός, πλοῦτόν τε καὶ δόξαν, καὶ πατέρα δύσθεον, καὶ τὸν Χριστὸν ἐπόθησας, καὶ τὸ αἷμά σου Μάρτυς, ὑπὲρ ἀγάπης ἐξέχεας· ὅθεν καὶ τὸν στέφανον εἴληφας.

Ῥωμαλαιότητι φρενῶν κατέβαλες, τὸν παλαιὸν πτερνιστήν, οὐκ ἀνασχομένη, ὡσεὶ ψιθυρίσαι σου, Βαρβάρα παναοίδιμε· ἀλλ’ ὡς νύμφη ἐχέφρων, θανεῖν ἠγάπησας ἔνδοξε, καὶ στέφος ἀμάραντον ἔλαβες.

Θεοτοκίον.
Ἀγαθοδότως ὁ Υἱός σου Πάναγνε, εὐηργετήσας ἡμᾶς, πᾶσι τοῖς ἀνθρώποις, προστασίαν ἄμαχον, καὶ κραταιὰν βοήθειαν, σὲ παρέσχε· διό σοι, προσπίπτοντες ἀνακράζομεν· σῶσον ἡμᾶς θείαις πρεσβείαις σου.

ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ὑπεραθλήσας στεῤῥῶς, Βαρβάρα μεγαλομάρτυς, τὴν ζωὴν τὴν ἀκατάλυτον εὗρες, καὶ νῦν ζῇς ἐν οὐρανοῖς, μετὰ Μαρτύρων ἔνδοξε, καὶ ἰαμάτων ῥεῖθρα, πᾶσι παρέχεις καλοῦσί σε.

Κατακοσμήσασα σαυτήν, τῶν ἀρετῶν ποικιλίᾳ, ὡραιότης ἀθληφόρε Βαρβάρα, καὶ ᾐράσθη σου σεμνή, τοῦ κάλλους ὁ Δεσπότης σου, καὶ διὰ μαρτυρίου, τούτῳ ἠρμόσθης πανένδοξε.

Ἐπαίνους στέφεται πολλοῖς, ὁ Ἰωὴλ καθελοῦσα, τὸν Σισάραν ἐν ξυλίνῳ πασάλλῳ· σὲ δὲ τίς παναληθῶς, Βαρβάρα ἐπαινέσειε, Σταυρῷ τῷ τοῦ Σωτῆρος, συντρίψασα τὸν ἀρχέκακον.

Θεοτοκίον.
Υἱὸν ἐγέννησας σαρκί, ὃν ὁ Πατὴρ πρὸ αἰώνων, συνάναρχος ἐξ ἰδίας οὐσίας, ἀπεγέννησεν Ἁγνή, ἀύλως· διὸ πάντες σε, κυρίως Θεοτόκον, ὁμολογοῦντες σωζόμεθα.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Ἀθληφόρε, ὅτι σὲ ἐν πειρασμοῖς ἀεὶ προβαλλόμεθα, μεγίστην πρὸς τὸν Θεὸν καὶ Σωτῆρα.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πολλοῖς ἐν δεινοῖς κυκλούμενοι οἱ δοῦλοί σου, πρὸς σὲ τὴν ἡμῶν, προστᾶτιν καταφεύγομεν, ἀθληφόρε Βαρβάρα ἔνδοξε· δρᾶμε πρόσπεσον Χριστῷ τῷ Θεῷ, καὶ ἴλεων Αὐτὸν ἡμῖν ποίησον.

ᾨδὴ δ΄. Σύ μου ἰσχύς.
Ἡ Ἰουδήθ, νηστείαις τε καὶ δεήσεσιν, ὁπλισθεῖσα, ἀνδρικῶς κατέλαβε, τὸν Ὀλοφέρνην δεινὸν ἐχθρόν· σὺ δὲ Ἀθληφόρε, βασάνοις ἐγκαρτερήσασα, πολλαῖς ἀνδρειοφρόνως, κοσμοκράτορα σκότους, τῇ ἰσχύι Χριστοῦ ἐθανάτωσας.

Νοῦν ἀμιγῆ, τῶν χαρακτήρων φυλάττουσα, τῶν τοῦ κόσμου, ὅλη ἐνητένιζες, τῷ Παντοκράτορι καὶ Θεῷ, ἐξ οὗ φωτισθεῖσα, τὴν τῆς Τριάδος ἐπίγνωσιν, ἀνέλαβες Βαρβάρα, καὶ πατρὸς ἀθεΐαν, ἐβδελύξω καὶ ἤθλησας ἄριστα.

Τίς τοὺς πολλούς, ἀγῶνας τῆς σῆς ἀθλήσεως, ἐξισχύσει, συγκεφαλαιώσασθαι Βαρβάρα μάρτυς νύμφη Χριστοῦ; Μαστῶν ἐκκοπήν τε, τοὺς ξεσμοὺς ῥαβδισμούς τε, τῆς κάρας, ἐκτομήν τε καὶ πατρὸς ἀσπλαγχνίαν, οἷς ζωὴν ἐξωνήσω τὴν μέλλουσαν.

Θεοτοκίον.
Ὅλη ἐν σοί, ἠνώθη ἡ ὑπεράρχιος φύσις Κόρη, ἐν μιᾷ τελείᾳ τε, τῇ ὑποστάσει τῇ ἑαυτῆς, λόγῳ τῷ Ἀνάρχῳ, ὃν ἐν σαρκὶ ἀποκύησας, ἐν δυὸ ταῖς οὐσίαις, τὸν Αὐτὸν Υἱὸν ἕνα, ἐνωθέντα σαρκὶ καθ’ ὑπόστασιν.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ποία γλῶσσα βροτεία, σοῦ τὰς ἀνυποίστους βασάνους ἔνδοξε, ἐξειπεῖν ἰσχύσει, καὶ τὸν πρὸς τὸν Κτίστην σου πόθον σοφή, οὗπερ παραδόξως, πόθῳ τρωθεῖσα Ἀθληφόρε, τὰ ἐπίπονα ἤνεγκας σκάμματα.

Τὸν χείμαῤῥον πιοῦσα, τῆς τρυφῆς πανένδοξε Βαρβάρα, γέγονας πηγῆς θεῖον ὕδωρ, ἐπιβλύζουσα τῆς τῶν ἰάσεων, ἐξ οὗ οἱ πιόντες, ἐν εὐφροσύνῃ εὐφημοῦσι, τοὺς ἀγῶνας καὶ τὰ ἆθλά σου πάνσεμνε.

Βαρυτάτῳ φορτίῳ, τῶν ἀνομιῶν μου δεινῶν πιεζόμενος, τὴν σὴν εὐσπλαγχνίαν, ἱκετεύω ἐλάφρυνον Κύριε, τοὺς μεγίστους πόνους, δυσωπηθεὶς σεμνῆς Βαρβάρας, καὶ ψυχῆς σωτηρίαν μοι βράβευσιν.

Θεοτοκίον.
Ὑπὲρ πᾶσαν οὐσίαν, κτίσεως ὑπέρκεισαι Μαρία ἔνδοξε, σὺ γὰρ μόνη ὄντως, τὴν οὐσίαν τοῦ Πλάστου σου δέδεξαι, ἐν γαστρὶ καὶ σάρκα, ἐδάνεισας ἐκ τῶν αἱμάτων, καὶ Υἱόν σου καλέσαι ἠξίωσας.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεώ.
Ἐδόθη σοι τῶν θαυμάτων δύναμις, ἰάσεων Βαρβάρα ἡ χάρις, ὅτι πολλὰς τιμωρίας ὑπέστης· ὅθεν καὶ πάλιν καὶ νῦν ἐπιτέλεσας, θαύματα πολλὰ σοφή, τοῖς καλοῦσι τὸ θεῖόν σου ὄνομα.

Παθῶν μου, τὸν σκοτασμὸν ἀπέλασον, Ἀθληφόρε καὶ τῶν νόσων ὀμίχλην, καὶ φωτισμὸν καὶ ὑγίειαν παράσχου, καὶ εὐωδίας τῶν μύρων σου πλήρωσον, ὡς ἔχουσα πρὸς τὸν Θεόν, παῤῥησία πολλὴν παναοίδιμε.

Εὐφραίνονται, Ὀρθοδόξων τὰ πλήθη, σὲ πλουτοῦντες προστασία Βαρβάρα, καὶ διὰ σοῦ λυτρουμένοι κινδύνων, χρεωστικῶς ἑορτάζουν τὴν μνήμην σου· ἐδόξασε γάρ σε Χριστός, ὃν ἐδόξασας ἄθλοις σου ἔνδοξε.

Θεοτοκίον.
Ἰάτρευσον, ἀνιάτως νοσοῦσαν, καὶ τῷ δείγματι δεινῶς πληγωθεῖσαν, τοῦ πονηροῦ, τὴν καρδίαν μου Κόρη, καὶ τῆς ἐν σοὶ θεραπείας ἀξίωσον, καὶ σῶσόν με τὸν ἐπὶ σοί, πεποιθότα πανάχραντε Δέσποινα.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Ἀθληφόρε, ὅτι σὲ ἐν πειρασμοῖς ἀεὶ προβαλλόμεθα, μεγίστην πρὸς τὸν Θεὸν καὶ Σωτῆρα.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος δ΄. Προστασία τῶν Χριστιανῶν.
Ἀθληφόρε Χριστοῦ, Βαρβάρα παναοίδιμε, ἀθλουσῶν καλλονὴ, παρθένων ἐγκαλλώπισμα, τῆς πόλεως ἡμῶν ὡς προστατεύουσα θερμῶς, διαφύλαττε αὐτήν, ἀπὸ παντοίων συμφορῶν, παῤῥησίαν ὡς ἔχουσα. Σπεῦσον οὖν ἐν ἀνάγκαις, λύτρωσαι τῶν κινδύνων, τῶν συνεχόντων νῦν ἡμᾶς, ἵνα σὲ πόθῳ γεραίρομεν.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. ιβ΄ 8 – 12).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν Ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχάς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἤ τι ἀπολογήσησθε, ἤ τι εἴπητε· τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.

Δόξα.
Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὄντως ὡς παρθένον σε καὶ ἀθληφόρον Κυρίου, Βαρβάρα πανεύφημε, χρυσὸν καὶ ἀδάμαντα καὶ πᾶν τίμιον, κορυφὴν θεῖάν τε, αὐτουργὸν θαυμάτων, ὀλετῆρα τῶν δαιμόνων τε, καὶ πάσης θλίψεως, ἀξιοπρεπῶς εὐφημοῦμέν σε, ἡμεῖς πάντες οἱ δοῦλοί σου, τῇ σῇ ἀντιλήψει προστρέχοντες, καὶ παρακαλοῦντες, διάσωζε ἡμᾶς ἐκ πειρασμῶν, καὶ τὸν Σωτῆρα ἱκέτευε, εὑρεῖν ἡμᾶς ἔλεος.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Γνώμην φιλόθεον ἐκτήσω, καὶ ἐνήθλησας στερῥῶς σεμνὴ Βαρβάρα, εὐλογοῦσα Θεόν, καὶ ψάλλουσα προθύμως· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Ὅλος ὁ πόθος σου Βαρβάρα, ἀνατέταται πρὸς μόνον τὸν Δεσπότην, ὁλοτρόπως Αὐτὸν ὑμνοῦσα καὶ βοῶσα· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰώνας.

Δέδωκας σῶμά σου Βαρβάρα, τοῖς κολάσεσιν ἀνυποίστων βασάνων, δι’ ἀγάπην τοῦ Χριστοῦ, πρὸς ὃν βοᾷς ἀπαύστως· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.
Λύων τῆς Εὔας τῆς κατάραν, τὴν πανάμωμον κατώκησας Παρθένον, εὐλογίας πηγήν, βλυστάνων τοῖς βοῶσιν· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

ᾨδὴ η΄. Τῷ ἐν ὄρει ἁγίῳ.
Συνεκράθης Κυρίου ἀγάπη, Ἀθληφόρε καὶ ἔδραμες ἀόκνως, πρὸς μαρτυρίου τρίβον ἀνακράζουσα· Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Παρθενίαν φυλάξασα ἀγώνας, ὦ Βαρβάρα σεμνὴ τοῦ μαρτυρίου, ἀνδρειοφρόνως ἔφερες πανένδοξε· ὅθεν ἐκδιώκεις, λωβὴν ψυχοφθόρον, ἡμῶν τῶν σὲ ὑμνούντων.

Ἐκ παντοίων δεινῶν ἐπερχομένων, τοῦ δολίου Βαρβάρα ἀθληφόρε, ἡμῶν τὴν πόλιν λύτρωσαι τὴν μέλπουσαν, πόθῳ καὶ τελοῦσαν, σοῦ τὴν θείαν μνήμην, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.
Οἱ μαστοί σου ὡς δίδυμοι δορκάδες, νεβροὶ Κόρη ἐδείχθησαν ὡραῖοι, καὶ ἡ κοιλία σου Θεὸν χωρήσασα, ὥσπερ θημωνία σίτου καθωράθη, ἐν κρίνοις πεφραγμένη.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Συνήφθης σὺν Παρθένων, νῦν χοροστασίαις, καὶ ἐκλεκτῶν ὁμηγύρει Βαρβάρα σεμνή, ὑπὲρ ἡμῶν δυσωποῦσα τῶν εὐφημούντων σε.

Ἀῤῥήτου εὐφροσύνης, καὶ Θεοῦ τῆς δόξης, ἐπιτυχοῦσα Βαρβάρα πολύαθλε, τῶν μεμνημένων σου πίστει, ἡμῶν μνημόνευε.

Σωμάτων ἀλγηδόνας, καὶ ψυχῶν τὰς νόσους, ἀπὸ τῶν δούλων σου Μάρτυς ἀπέλασον, τῶν προστρεχόντων ἐν πίστει τῷ θείῳ οἴκῳ σου.

Θεοτοκίον.
Φωτὸς οὖσα δοχεῖον, φώτισον Παρθένε, τὴν σκοτισθεῖσαν ψυχήν μου τοῖς πάθεσι, καὶ ἐξωτέρου με σκότους ῥῦσαι πρεσβείαις Σου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὴν λαμπάδα πάντες τὴν φαεινήν, καὶ τῆς παρθενίας, τὸν ἀσύλητον θησαυρόν, τὴν νύμφην Κυρίου, καὶ ἄσπιλον ἀμνάδα, Βαρβάραν τὴν Ἁγίαν πάντες τιμήσωμεν.

Βρύει ἰαμάτων ὁ σὸς ναός, ἔνδοξε Βαρβάρα, ἀεννάως θείαν πηγήν, καὶ ἀποδιώκει, λοιμώδη πάσαν νόσον, τῶν πόθῳ προστρεχόντων καὶ εὐφημούντων σε.

Τὴν παρθενομάρτυρα τοῦ Χριστοῦ, ἐν ὕμνοις τιμῶντες, εὐφημήσωμεν οἱ πιστοί, τὴν ἄσπιλον Νύμφην, Χριστοῦ τοῦ Βασιλέως, Βαρβάραν τὴν Ἁγίαν ἐνθέοις ἄσμασι.

Δεῦτε Ἐκκλησίας προσκυνηταί, μέλψωμεν ἐν ὕμνοις, τὴν Βαρβάραν τὴν θαυμαστήν, τὴν ἡμῶν προστάτιν, παρέχουσαν ἰάσεις, τοῖς πόθῳ τῷ τεμένει αὐτῆς προστρέχουσιν.

Εἷς ὃς ἐνομίζετο σὸς πατήρ, σὲ χερσὶν ἀνεῖλεν, ὁ ἀντίθεος μιαραῖς, Ὃν πατέρα ἔσχες, ἀληθινὸν Χριστόν σου, ἔχεις καὶ νῦν ἐν πόλῳ, Βαρβάρα ἔνδοξε.

Τῆς ψυχῆς ἐδήλου τὴν καλλονήν, σώματος τὸ κάλλος, παρθενία δέ σου λαμπρά, ἠρμόσθης Νυμφίῳ, τῷ ἀθανάτῳ Μάρτυς, Βαρβάρα ἀθληφόρε· ὅθεν τιμῶμέν σε.

Πάντες οἱ ἐν νόσοις παντοδαπαῖς, καὶ κινδύνοις ἄλλοις, συνεχόμενοι τῷ ναῷ, τῆς σεμνῆς Βαρβάρας, προσδράμωμεν σὺν πόθῳ, καὶ λύσιν τούτων πάντων ἀποληψόμεθα.

Δέχου τὰς αἰτήσεις Παμβασιλεῦ, τῆς καλλιπαρθένου, νῦν Βαρβάρας τῆς εὐκλεοῦς, καὶ τὴν πόλιν ταύτην, ἀπήμονα συντήρει, ἐχθρῶν καὶ πάσης βλάβης, ὅπως δοξάζῃ σε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντες, οἱ ἐκ νόσων χαλεπῶν καὶ κινδύνων ἄλλων δεινῶς θλιβομένοι, νῦν ἔνθα τὰ ἰάματα τῆς Ἀθληφόρου Χριστοῦ, νῦν Βαρβάρας ἐκβλύζουσιν, ὡς ῥεῖθρα Νειλῶα, σπεύδοντες προφθάσωμεν, γονυκλιτῶς ἐν κλαυθμῷ· ῥῦσαι, ἐκβοῶντες σοὺς δούλους, ὦ Βαρβάρα νόσων ποικίλων, καὶ παντοίων θλίψεων πανεύφημε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.