Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

῏Ηχος δ΄. ῾Ο ὑψωθείς.
Μήτηρ Μαρτύρων ἀνεδείχθης Σοφία, Πίστιν, Ἐλπίδα καὶ Ἀγάπην τεκοῦσα, μεθ᾿ ὧν συνεμαρτύρησας βασάνοις ἀλγεινοῖς· ὅθεν ἱκετεύσατε, ἐκτενῶς τῷ Δεσπότῃ, δοῦναι ἡμῖν ἄφεσιν, τῶν ποικίλων σφαλμάτων, καὶ ἀπελάσῃ τῶν ἀσθενειῶν, μακρὰν τὰς θλίψεις, ὡς μόνος Φιλάνθρωπος.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Σοφίαν, πίστιν ἐξαιτῶ, ἐλπίδα τε ἀγάπην. Ἀ(θανάσιος)

ᾨδὴ α΄. ῏Ηχος πλ. δ΄. ῾Υγρὰν διοδεύσας.
Σοφίας στερούμενος θεϊκῆς, ὦ μάρτυς Σοφία, σὺν τοῖς τέκνοις σου τοῖς τρισίν, Τριάδα πρεσβεύσατε δοθῆναι, κἀμοὶ σταγόνα σοφίας καὶ χάριτος.

Ὁ πόθος Κυρίου τὴν σὴν ψυχήν, κατέφλεξε Μάρτυς καὶ ἀνέδειξε θαυμαστῶς, παρθένων μαρτύρων σε μητέρα, μεθ᾿ ὧν Δεσπότην ἀεὶ ἱκετεύσατε.

Φοβούμενος μάρτυς τὸν πτερνιστήν, σοῦ δέομαι τοῦτον, κατανίκησον σαῖς εὐχαῖς, ὡς πάλαι σὺν κόραις σου παρθένοις, αὐτὸν ἀνδρείως Σοφία ἐνίκησας.

Θεοτοκίον.
Ἱμείρομαι Μῆτερ τῆς ἀρετῆς, ἀλλὰ καθ᾿ ἑκάστην, ἁμαρτάνω ὡς ἀσεβής, διὸ δυσωπῶ βοήθησόν μοι, καὶ τοῦ ὀλίσθου ψυχήν μου συγκράτησον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἁπαλῶν ἐξ ὀνύχων, τὸν Ἰησοῦν ἔνδοξε, ἔμαθες τιμᾶν ὑπὲρ πάντα, Πίστις πανάριστε, διὸ τὸ αἷμά σου, δοῦσα δυσώπησον τοῦτον, ὅπως δῷ τοῖς μέλπουσι, πίστιν ἀκράδαντον.

Νεαρὰ κόρη Μάρτυς, ἀθλητικῶς ἔδραμες, κατὰ τοῦ ἐχθροῦ ἐν ἐλπίδι, Ἐλπὶς καὶ εἴληφας, στέφος τὸ ἄφθαρτον, ὅθεν τοῖς πόθῳ αἰτοῦσι, τὴν ἐλπίδα χάρισαι, βίου ἐφόδιον.

Παρθενίᾳ τὸ αἷμα, διὰ Χριστὸν ἔμιξας, ὦ θεοκαλλίστη Ἀγάπη, καὶ ἔσω γέγονας, Ἐδὲμ πρεσβεύουσα, ἱκετικῶς ὑπὲρ πάντων, τῶν τιμώντων μνήμην σου, τὴν ἀξιάγαστον.

Θεοτοκίον.
Ἱερώτατον σκῆνος, Λόγου Θεοῦ πέφυκας, Μῆτερ ἀειπάρθενε Κόρη, Παντοβασίλισσα, ὃν ἐκδυσώπησον, παραπτωμάτων μου πλῆθος, παραβλέψαι Δέσποινα, ἐν ὥρᾳ κρίσεως.

Διάσωσον, τετρὰς Σοφία Πίστις Ἐλπὶς Ἀγάπη, τοὺς ἐκ πίστει εἰλικρινοῦς καὶ πόθῳ ὑμῖν προστρέχοντας, λυτρούμεναι εὐχαῖς σεπταῖς, πειρασμῶν καὶ κινδύνων.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
῏Ηχος β΄. Πρεσβεία θερμή.
Δεσμοὺς τοὺς φθαρτοὺς ἐλύσατε μακάριαι, καὶ σὺν τῷ Χριστῷ ἑστῶσαι νῦν εὐφραίνεσθε, χορηγοῦσαι πᾶσι τοῖς μέλπουσι, γνῶσιν σοφίας θεϊκῆς, ἀγάπην, πίστιν ἐλπίδα τε.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Συμμαχήσασαι Ἅγιαι, τῷ ἐνδυναμοῦντι Χριστῷ ὑπέστητε, τῶν βασάνων τὰ ἀλγήματα, ὅθεν καὶ ἡμᾶς Χριστῷ συνάψατε.

Τετρωμένη τῷ ἔρωτι, τοῦ ἐπουρανίου Νυμφίου ἤνεγκας, ὦ Σοφία θλῖψιν ἄμετρον, διὸ καὶ ἡμῖν θλίψεσι πάρεσο.

Ἱερὸν ὁλοκαύτωμα, γέγονας Κυρίου ὦ Πίστις ἔνδοξε, ὅθεν θύειν καταξίωσον, καὶ ἡμᾶς Χριστῷ ἅπαν ἐννόημα.

Θεοτοκίον.
Νέους δεῖξον Πανάμωμε, τῇ ἀνακαινώσει Ἁγίου Πνεύματος, ὅσοι πόθῳ τὰς πρεσβείας σου, ἐξαιτοῦνται εἰ καὶ ἁμαρτάνομεν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔχουσα Ἐλπίς, τὴν ἐλπίδα πρὸς τὸν Κύριον, καθυπέμεινας βασάνους καρτερῶς, ὅθεν ἐλπίδα, δὸς τοῖς πόθῳ σε δοξάζουσι.

Ξύλοις καὶ γλυπτοῖς, ὦ Ἀγάπη μὴ λατρεύσασα, ἐμαστίχθης δι᾿ ἀγάπην τοῦ Χριστοῦ, καὶ παρέχεις, ταύτην πᾶσι τοῖς αἰτοῦσί σε.

Ἄνω τὴν ψυχήν, ὦ Σοφία ἀνεβίβασας, ἔνθα εὕρηται ὁ θεῖος θησαυρός, ὃν εὑρέσθαι, καὶ ἡμᾶς Χριστὸν ἱκέτευε.

Θεοτοκίον.
Ἴασις ψυχῶν, ἡ ἐπίκλησίς σου γίνεται, Παναμώμητε ἐν θλίψεσι πικραῖς, καὶ εἰρήνην, τοῖς πιστοῖς εὐθὺς χαρίζεται.

ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Ταράττομαι, τοῦ ἐχθροῦ προσβάλλοντος, τὴν ἀθλίαν μου ψυχὴν θείᾳ Πίστις, καὶ ἀθυμῶν, σὴν πρεσβείαν αἰτοῦμαι, ὅπως μοι δῷς τὴν τῆς πίστεως ἄγκυραν, ἵνα καιρῷ τῶν πειρασμῶν, τῷ λιμένι Κυρίου σωθήσωμαι.

Ὡράισας, τὸ παρθένον σῶμά σου, ὦ Ἐλπὶς ξεσμοῖς ὀξέων ὀργάνων, ἀλλὰ ἐγώ, τὸν ναὸν σώματός μου, ταῖς ἁμαρτίαις δεινῶς κατημαύρωσα, διό σοι κράζω ἐκ ψυχῆς, ταῖς εὐχαῖς σου τὸν ῥύπον μου κάθαρον.

Ἐνάρκησα, ὦ Ἀγάπη πάντιμε, καὶ πλουτῶ τὴν ἀλγεινὴν ἀκηδίαν, ὅθεν βοῶ, τῆς ἀγάπης Κυρίου, τὸ πῦρ ὑπάναψον θείαις πρεσβείαις σου, καὶ κόψον ἅπαντα δεσμόν, τὸν κρατοῦντα μακρὰν τοῦ Δεσπότου μου.

Θεοτοκίον.
Λελύπηκα, καὶ λυπῶ Πανάχραντε, Ἰησοῦν τὸν δι᾿ ἐμὲ σταυρωθέντα, καὶ προσπαθῶν, ἐκφυγεῖν τὰς παγίδας, τοῦ πονηροῦ πάλιν ταύταις ἐμπλέκομαι, διὸ πρεσβείαις δραστικαῖς, λύτρωσαί με τὸν ἄθλιον δοῦλόν σου.

Διάσωσον, τετρὰς Σοφία Πίστις Ἐλπὶς Ἀγάπη, τοὺς ἐκ πίστει εἰλικρινοῦς καὶ πόθῳ ὑμῖν προστρέχοντας, λυτρούμεναι εὐχαῖς σεπταῖς, πειρασμῶν καὶ κινδύνων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
῏Ηχος β΄. Προστασία τῶν χριστιανῶν.
Ὑπὲρ πάντα Χριστὸν προτιμήσασαι, τὸ ἡδὺ φθειρομένων ἠρνήσασθε, καὶ λαβοῦσαι, ἐπὶ τοῖς ὤμοις μαρτυρίου τὸν Σταυρόν, σοφῶς εὕρατε Χριστοῦ, σύμφρονες οὖσαι ἐν παντί, Βασιλείαν ἀσάλευτον· ὅθεν σεμνὴ Σοφία, Πίστις, Ἐλπίς, Ἀγάπη, τοὺς αἰτουμένους τὴν ὑμῶν, ἱκεσίαν στηρίξατε.

Προκείμενον.
Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.
Στίχος. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχέ μοι.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατά Ματθαῖον.
(Κεφ. κε΄ 1-13)

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι, καὶ αἱ πέντε μωραί. αἵτινες μωραὶ, λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· Ααἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι, καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι· Μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος· καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

Δόξα.
Ταῖς τῶν Ἀθληφόρων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
καὶ τὸ προσόμοιον
῏Ηχος πλ.β΄. Ὅλην ἀποθέμενοι.
Γάλακτι τῆς πίστεως, καὶ εὐσεβείας τὰς κόρας, Σοφία ἐκθρέψασα, ταύταις ἐγκατέσπειρας θεῖον ἔρωτα· ὅθεν ὡς ἀσώματοι, πλῆθος τῶν βασάνων, καθυπέμεινον αἱ πάναγνοι, τὰ ἄνω βλέπουσαι, ἔνθα Πάντες Ἅγιοι ἵστανται, διὸ καὶ ὁ Φιλάνθρωπος, χάριν ὑμῖν δέδωκεν ἄφθονον· ἀσθενεῖς ἰᾶσθαι, διώκειν δαιμονίων τὸν ἐσμόν, καὶ εἰρηνεύειν ἀείποτε, τοὺς ὑμᾶς γεραίροντας.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς ᾿Ιουδαίας.
Πολυτίμητον προῖκα, θυγατράσι Σοφία Χριστὸν παρέδωκας, δι᾿ ὃ καὶ εἰσελθοῦσαι, εἰς πάναγνον παστάδα, οὐρανοῦ ἱκετεύουσιν, ὑπὲρ τῶν πόθῳ πολλῷ, τιμώντων τούτων μνήμην.

Ἱερώτατον πέπλον, παρθενίας φοροῦσα Ἐλπὶς ἀμόλυντε, ὥσπερ εἰς ἄλλους γάμους, προσῆλθες μαρτυρίῳ, καὶ Κυρίῳ συνήρμοσαι, ὃν ἱκετεύειν ἀεί, ὑπὲρ ἡμῶν μὴ παύσῃ.

Δωδεκάθεον πλάνην, τοῖς σοῖς χρόνοις ἰσάριθμον ἀπελέγξασα, ὦ Πίστις ἀθληφόρε, ἀλήθειαν Κυρίου, τρανολάλως ἐκήρυξας, ἐν ᾗ ἐμμένειν ἡμᾶς, ἀξίωσον εὐχαῖς σου.

Θεοτοκίον.
Ἄγνισόν μου τὰ χείλη, παναμώμητε Μῆτερ ὅπως δοξάζω σου, τὴν δόξαν ἥν περ ἔχεις, τεκοῦσα τὸν Σωτῆρα, καὶ Δεσπότην τῆς κτίσεως, ὃν μητρικαῖς σου εὐχαῖς, ὑπὲρ ἐμοῦ δυσώπει.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τριάδα Παίδων, ἐν Βαβυλῶνι Ἀγάπη, τῆς καμίνου διέσωσεν Δεσπότης, ὃν καὶ σὺ ῥυσθεῖσα, ὑπὲρ ἡμῶν δυσώπει.

Ἐλπίδα δίδου, Ἐλπὶς παρθένε καὶ μάρτυς, πνιγομένοις τοῖς κύμασι τοῦ βίου, δι᾿ ἧς δυνηθῶμεν, εὑρεῖν τὴν σωτηρίαν.

Ἁγνὰς παρθένους, τὰς θυγατέρας διδοῦσα, ὦ Σοφία θυσίαν τῷ Κυρίῳ, πάντοτε εὐλόγει, ψυχὰς τὰς φιλοάγνους.

Θεοτοκίον.
Γέγονα Μῆτερ, τῆς ἁμαρτίας δοχεῖον, καὶ μηδόλως μετανοῶ ὁ τάλας· ὅθεν δάκρυά μοι, παράσχου σωτηρίας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀγάπην τὴν ἁγίαν, χάρισαι σοῖς δούλοις, μάρτυς Ἀγάπη καὶ πάντοτε δίωκε, πατέρα μίσους ἐκ πάντων, τῶν γεραιρόντων σε.

Πίστεως ἀκλονήτου, ἔμπλησον ὦ Πίστις, τοὺς ἀνυμνοῦντας τοὺς θείους ἀγῶνάς σου, ὅπως Κυρίου τὸ θεῖον, ἴδωμεν πρόσωπον.

῝Ην ἔσχηκας ἐλπίδα, ἐν τοῖς μαρτυρίοις, Ἐλπὶς παράσχου πιστοῖς τοῖς τιμῶσί σε, ἐν ἀσθενείαις καὶ πόνοις, τούτους δροσίζουσα.

Νῦν ἔχουσα Σοφία, ὅπερ ἐπεπόθεις, σὺν ταῖς τρισὶν Θυγατράσι σου πρέσβευε, ὅπως σωθῶμεν οἱ πόθῳ, ὑμᾶς γεραίροντες.

Θεοτοκίον.
Ἀνάνηψιν παράσχου, ἐκ πολλῶν πταισμάτων, Ὑπεραγία Χριστὸν ἱκετεύουσα, ὑπὲρ τῶν ὅσοι αἰτοῦνται, τὴν μεσιτείαν σου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Μήτηρ ἐπὶ τέκνοις δαβιτικῶς, ὤφθης τερπομένη, ὦ Σοφία πανευκλεής, σὺ γὰρ τῇ Τριάδι τὰς τρεῖς σου θυγατέρας, ὥσπερ γυνὴ ἀνδρεία, ἄθλοις προσήγαγες.

Ἔχουσα ἐλπίδα τῶν ἀγαθῶν, ἅπερ ὑπισχνεῖται, ὁ Δεσπότης πᾶσι πιστοῖς, ἠλόγησας πάντων, Ἐλπὶς ἀμνὰς Κυρίου, καὶ εἴληφας τὸ στέφος, μαρτύρων ἄφθαρτον.

Ἔρωτι τρωθεῖσα τοῦ Ἰησοῦ, νοητοῦ Νυμφίου, ὦ Ἀγάπη ἐλαφικῶς, σκάμματα βασάνων, γενναίως διεξῆλθες, τὸ φῶς ἐπιποθοῦσα, τὸ χριστοέραστον.

Πίστει κολληθεῖσα λόγοις Χριστοῦ, Πίστις ὡς παρόντα, ἔσχες μέλλοντα σῇ ψυχῇ, ὅθεν ἀλγηδόνας, παρεῖδες μαρτυρίων, καὶ εὗρες τὸν νυμφῶνα, τὸν παγκαλλέστατον.

Μήτηρ τε καὶ Κόραι ὁμοῦ Χριστόν, εὐχαῖς ἱλεοῦσθε, ὑπὲρ πάντων τῶν εὐσεβῶς, ὑμᾶς γεραιρόντων, καὶ πόθῳ ἐκζητούντων, ἐν θλίψεσι ποικίλαις, στήριξιν ἄνωθεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

῏Ηχος β΄. ῞Οτε ἐκ τοῦ ξύλου σε.
Ὦ θεομακάριστε τετράς, μῆτερ χριστοφόρε Σοφία, σὺν θυγατράσι τρισί, πάντων ἐπακούετε εὐχὰς πιστῶν πρὸς ὑμᾶς, καὶ ταχέως προστρέχετε, διώκουσαι νόσους, ψυχὰς εἰρηνεύουσαι, καὶ συναρμόζουσαι, τοὺς ἐπιποθοῦντας Κυρίῳ, δι᾿ ὃν ὑπὲρ φύσιν βασάνους, ὥσπερ ἀδαμάντινοι ὑπέστητε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου, φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Τῇ πρεσβείᾳ, Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Στίχοι·
Σοφίαν Θεοῦ Ἀγάπην τε καὶ Πίστιν
Σὺν Ἐλπίδι, Ἅγιαι, τοῖς πιστοῖς δότε.

Παρακλητικός Κανών εις την Αγίαν Σοφίαν και εις τας τρείς Θυγατέρας αυτής Πίστην, Ελπίδα και Αγάπη

†Εορτάζουν στις 17 Σεπτεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ ἐξῆς τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τᾶς θυγατέρας τὴς Σοφίας τιμῶμεν, καὶ τῇ μητρί αὐτῶν σεμνῶς ἀνυμνούμεν, τῶν Ὀρθοδόξων πάντες οι χοροί εὐλαβῶς, κράζοντες καὶ λέγοντες· Καλλιπάρθενοι κόραι, ῥύσατε καὶ σώσατε Ὀθροδόξους ἐκ πλάνης καὶ θεραπεύσατε πάντας ἠμᾶς ἐκ καρκίνου καὶ λοίμης, μακάριαι.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Σωτηρίαν πόθω ψυχῆς μου ποθῶ ὀ ἀνάξιος

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σοφία προσπέσωμεν, ἀδελφοί, Ἐλπίδι και Πίστει καὶ Ἀγάπη, τῇ πανσθενεί, ἴνα ὐγιείαν τε καὶ ρώμην τῇ μεσιτείᾳ αὐτῶν ἀπολαύωμεν.

Ὠ μήτερ Αγία καὶ θαυμαστή, Σοφία θεόφρον, Ὀρθοδόξων καταφυγή· θεράπευσον πάντας τοῦς σοῦς δούλους ἐκ τῶν ποικίλων λοιμῶξεων, πάνσεμνε.

Τὰ τέκνα μου φύλαττε ἀγαθῆ, Σοφία ἐκ πᾶσης θλίψεώς τε καὶ συμφοράς, καὶ δώρισον πάσι τοῖς αἰτούσι, τέλη του βίου ἀνώδυνα, ἄμωμε.

Θεοτοκίον.
Ἠμέραν καὶ νύκτα, ὠ Θαυμαστή, Δεσπότου τὸ σκεύος, ἰκετεύω σε ταπεινῶς, δυσώπει Υἰόν σου Θεοτόκε, ἴνα ρυσθώμεν ἐκ νόσων καὶ θλίψεων.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ῥυπαρός ἀνεδείχθην ὸ τάλας καὶ ἄσωτος, Σοφία, μητέρων ὴ δόξα καὶ θείον καύχημα, θεράπευσόν μου ταχεί ἐκ τῶν παθῶν τῶν ποικίλων καὶ παράσχου, Κόρη μοι τὴν προστασίαν σου.

Ἰκετεύομεν πάντες, περικαλλή μέλαθρα, τοῦ πανευκλεοῦς βασιλέως καὶ Πανοικτίρμονος, παύσατε πόνους, σεμναί, καὶ ἐκ ποικίλων παγίδων τοῦ δολίου δράκοντος, ῥῦσατε ἄπαντας.

Ἀθλοφόροι παρθένοι, τὸν πλαστουργόν Κύριον καὶ ποιητήν πάντων, ὠ κόραι, καθικετεύσατε, ἴνα ρυσθῶμεν ταχεί ἐκ πᾶσης ἀτασθαλίας καὶ ἐκ τὴν κολάσεως, σμήνος θεόλεκτον.

Θεοτοκίον.
Νῦν προστρέχω ὸ τάλας σεμνοπρεπῶς, Δέσποινα, καὶ χείρας ἱκέτιδας αἴρω, σοι Μητροπάρθενε· ῥῦσαι με τάχος σεμνή, ἐκ τὴς ὀργὴς τὴς δικαίας τοῦ Υἰοῦ σου ἄχραντε Κόρη πανύμνητε.

Διάσωσον ἠμᾶς ἐκ νόσων ποικίλων, σεμνὴ Σοφία, ὄτι πάντες ἱκετικώς πρὸς σε καταφεύγομεν, ὠς ἄῤῥηκτον τείχος καὶ προστασία.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἤχος β΄. Πρεσβεία Θερμή.
Πρεσβείαν ὑμῶν ποθούμεν, τρισμακάριστοι, διὸ οἱ πιστοί ἐν πόθω ἀνακράζομεν· τᾶς ψυχάς ἡμῶν σῶσατε καὶ τὸν νούν ἠμῶν καταυγάσατε, Ἐλπίς ὀλβία, Πίστις θαυμαστή, ὠς καὶ Ἀγάπη, πάντων τὸ σέμνωμα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Πρός σε, μάρτυς κατέφυγον, Ἀγάπη θεόφρον και Τρισμακάριστε, καὶ σου δέομαι ὸ ἄθλιος ὐγιείαν δὠρησόν μοὶ ἄτρωτον.

Ὁ λαός ἰκετεύει σε, Σοφία τρισόλβιε καὶ Πανάριστε, σκέπε πάντας καὶ διάσωζε ἐκ κινδύνων καὶ θλίψεων, ἔνδοξε.

Θεόν μάρτυς, ἠγάπησας καὶ αὐτοῦ τοῖς ἴχνεσιν ἠκολούθησας· διὸ ἔλαβες τὸ δῶρημα, τοῦ παρέχειν ιἄσεις τοῖς πάσχουσιν.

Θεοτοκίον.
Ὠς λαμπάς, Τρισμακάριστε, σὐ φωτίζεις ἔνδοξε, τῆν διάνοιαν καὶ θερμαίνεις τᾶς ψυχάς ἠμῶν, φωτοφόρε Κόρη, ἀειπάρθενε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ψάλλομεν σεμνῶς, ᾠδὰς μάρτυς παρακλήσεως, καὶ σου θερμῶς δεόμεθα, ἀγαθή, χαράν παράσχου ἠμῖν τοῖς πιστῶς προστρέχουσιν.

Ὓμνους καὶ ᾠδὰς ἀναμέλπομέν σοι πάνσεμνε, μάρτυς Ἀγάπη τῶν θαυμάτων ἠ πηγή, ὠς καὶ προπύργιον ἄριστον, τρισμακάριστε.

Χάριζε ἀεί, τοῖς προστρέχουσι μετάνοιαν, καὶ τοῖς δεινῶς χειμαζομένοις, Ἐλπίς, τὴ σὴν βοήθειαν τάχος παράσχου, πάνσεμνε.

Θεοτοκίον.
Ἤνοιξας ἠμῖν παραδείσου πύλας, Ἄχραντε, καὶ ἠλευθέρωσας ἠμᾶς, ἀληθῶς, ἐκ τὴς κατάρας τοῦ νόμου, Παρθένε ἄφθορε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Σωτήρα καὶ Λυτρωτήν καὶ Κύριον, ἰκετεύσατε ἀπαύστως παρθένοι, Πίστη, Ἐλπίς και Ἀγάπη θεόφρον, τὴς Ἐκκλησίας ἀστέρες πολύφωτοι, καὶ δέομαι· ὠ θαυμασταῖ, ἐκ ποικίλων παθῶν ἠμᾶς σῶσατε.

Μαρτύρων καὶ τῶν πιστῶν ὐμεῖς κλέος, ἀνεδείχθητε ἐν Ῥώμη τὸ πάλαι, Πίστη, Ἐλπίς και Ἀγάπη τρισμάκαρ, τῶν Ὀρθοδόξων ὴ δόξα καὶ σέμνωμα, δωρίσατέ μοι, ἀγαθοί, ὐγιείαν καὶ ῥῶμην, τρισόλβιοι.

Ὁ τάλας ἠμῖν προσπίπτω, ὠ κόραι, καὶ ἐν δάκρυσι ἠμᾶς ἰκετεύω, Πίστη, Ἐλπίς καὶ Ἀγάπη παμμάκαρ, σῶσατε τάχος ἠμᾶς τοῦς ἐν πταίσματι καὶ σπεύσατε θαυματουργοί, εἰς βοήθειαν πάντων τῶν δούλων σας.

Θεοτοκίον.
Ὑμνοῦσί σε τῶν Ἀγγέλων αἱ τάξεις, ὠς καὶ πλήθη Ὀρθοδόξων, Παρθένε, καὶ ὶκετεύουσι πάντες ᾦ νύμφη, ἴνα ρυσθῶσι ἐκ πόνων καὶ θλίψεων καὶ φύλαττε, ᾦ θαυμαστή, ἐκ παγίδων τοῦ ὄφεως ἄπαντας.

Διάσωσον ἠμᾶς ἐκ νόσων ποικίλων, σεμνή Σοφία, ὄτι πάντες ἰκετικώς πρὸς σε καταφεύγομεν, ὠς ἄῤῥηκτον τείχος καὶ προστασία.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἰμάτων σου.
Ὑμᾶς, Μαρτύρων χορέ θεοσύλλεκτε, ἠ ἐκκλησία ὠς μήτηρ φιλόστοργος ἀγαλλομένη τιμὰ καὶ εὐφραίνεται, ἠμῶν τοῦς θείους ἀγῶνας κηρύττουσα, δι’ ὢν τοῦς στεφάνους ἐκτήσατε.

Καὶ εὐθὺς τὸ Προκείμενον
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Στίχος. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ιωάννην.
(Κεφ. ιε΄. 17-27, ιστ΄. 1-2 ).
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι, καὶ αἱ πέντε μωραί. αἵτινες μωραὶ, λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· Ααἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι, καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι· Μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος· καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

Δόξα.
Ταῖς τῶν σῶν Μαρτύρων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος β΄. Όλην αποθέμενοι.
Τοῦ Χριστοῦ τὰ σφάγια καὶ ἐκκλησίας τὴν δόξαν, οὶ πιστοί δοξάσωμεν καὶ αὐτᾶς τιμήσωμεν ἀγαλλόμενοι· Πίστιν την ἔνδοξον, τὴν σεπτὴν Ἐλπίδα καὶ Ἀγάπην τὴν θεόφρονα, Χριστιανῶν εἰσί πᾶσαι καταφύγια ἄριστα· ῥῦσατε ἠμᾶς ἄπαντας νόσων λοιμωδῶν, τρισμακάριστοι κόραι τὴς Σοφίας, τὸν Πλάστην καὶ τὸν Κτίστην τοῦ παντός καθικετεύουσαι, Ἄγιαι, Ὀρθοδόξων σέμνωμα.

Σῶσον ὸ Θεός, τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Πειρασμοί τε ποικίλοι ὠς καὶ νόσοι εκὐκλωσάν με, Σοφία σεμνή, άλλ’ ἐκ τούτων ἐρύσθην, τῇ σῇ δυνάμει Μήτερ, διό ἄδω ὁ ἄθλιος· ὁ τῶν Πατέρων ἠμῶν Θεός, εὐλογητός εἶ.

Ὁ αχρείος ἱκέτης, σοὶ προσφεύγω Σοφία, Ῥώμης τὸ καύχημα, καὶ δέομαι ἀπαύστως, ἐγκράτειαν τὴς γλώσσης, ταῖς σαῖς εὐχαῖς χορήγησον, τοῖς σε ὐμνούσιν πιστῶς, ἐν τάχει, θεοφόρε.

Θελητήν τοῦ ἐλέους, συ ἡγάπησας ὄντως, Ἀγάπη ἔνδοξε, καὶ ἔδωκας προθύμως, αὐτῷ τῇ σῇ καρδίᾳ, διὸ τέθνηκας ἄδουσα· ὸ τῶν Πατέρων ἠμῶν Θεός, εὐλογητός εἶ.

Θεοτοκίον.
Ὡς μητέρα τοῦ Πλάστου σε τιμῶμεν πρεπόντως, ὦ Παναοίδιμε, καὶ σπεύδομεν σοι πάντες, προθύμως Θεοτόκε, καὶ ἐν δάκρυσι ψάλλομεν· ὸ τῶν Πατέρων ἠμῶν Θεός, εὐλογητός εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὁ ἐν κινδύνοις καὶ δυσπραγία ποικίλη, εὐρεθείς, ὠ Σοφία θεόφρον, πρὸς σε καταφεύγω, ὁ ἄθλιος, ἱκέτης.

Ἅγιαι κόραι, Ἐλπίς, Ἀγάπη καὶ Πίστη, Ὀρθοδόξων τὸ κλέος καὶ δόξα, μετάνοιαν δότε, ἐμοὶ τῷ τρισαθλίῳ.

Νέκρωσον πάθη, Σοφία, μήτερ Ἁγία, τὴς ψυχής καὶ τοῦ σῶματος τάχος, ἴνα σε δοξάζω, εἰς πάντας τοῦς αιῶνας.

Θεοτοκίον.
Ἄχραντε κόρη, τοῦ Παντοκράτορος Μήτηρ, ὐγιείαν καὶ ῥῶμην παράσχου, ἐμοὶ τῷ ἀθλίῳ, καὶ πίστει δεομένω.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ξηραίνει με ὁ φθόνος, νύκτα καὶ ἠμέραν, διὸ προστρέχω σοι μάρτυς Ἐλπίδα σεμνή, δίδου μοι κόρη, ἀπαύστως θείον ἀντίδοτον.

Ἰδείν τὸν Ιησοῦν μου, Πίστη, σὐ ἐβόας· ἐν τῶ σταδίω τὴς Ῥώμης, τρισόλβιε, καὶ πρὸς τὸν θάνατον, κόρη, χαίρουσα ἔδραμες.

Ὁ τάλας ἰκετεύω σε, σεμνή Σοφία, ἐκ κινδύνων με τάχει ἀπάλλαξον καὶ δὠρισόν μοι, θεόφρον, πίστιν ἀκράδαντον.

Θεοτοκίον.
Σωτήρα, Θεοτόκε, ἔτεκες ἐν φάτνη καὶ τῶν Ἀγγέλων τοῦς ὔμνους ἀκήκοας, διὸ σοι πίστει βοῶμεν· χαίρε Παντάνασσα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια, οὗ ἡ ἀκροστιχίς· Σοφία.
Σκεύος Θείου Πνεύματος ἰερόν, ἤλιος ἀνδρείας, ἐναθλούντων ὐπογραμμός καὶ τῶν ὀρθοδόξων κειμήλιον ἀγάπης, ἐδείχθης, ὠ Σοφία ἀξιοτίμητε.

Ὄνομα το Ἅγιον τοῦ Χριστοῦ, μάκαρ ἐν σταδίω, σὺ ἐκήρυξας πανσθενῶς, διὸ καὶ ἐτμήθης τῆν σῆν κάραν, Ἀγάπη, καὶ ἔλαβες στεφάνους δόξης, τρισόλβιε.

Φύλαττε ἀπαύστως, ᾦ θαυμαστή, Πίστη θεοφόρε, τὴς Σοφίας κόρη σεμνή, τοῦς προσερχομένους ἐν πίστει τῇ σῇ σκέπῃ καὶ θέλοντας, θεόφρον, τῆν σῆν βοήθειαν.

Ἴασαι τοῦς δούλους σου ἀγαθή, ἐκ νόσων ποικίλων καὶ κινδύνων παντοδαπών, Σοφία θεόφρον, τὸ καύχημα ἀπάντων ἠμῶν τῶν ὀρθοδόξων ὠς καὶ τὸ σέμνωμα.

Ἄπασαι αἱ κόραι σου, ᾦ σεμνή, ἔλαβον στεφάνους ἄμαράντους παρὰ Θεοῦ, ἀγάλλονται ἀπαύστως νῦν ἐν Παραδείσω, ὀμοὺ σῦν τοῖς Ἀγγέλοις, Σοφία ἔνδοξε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἁγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθήναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄ . Τοῦ λίθου σφραγισθέντος.
Τᾶς τρείς ἐνδόξους Παρθένους, τᾶ τὴς Σοφίας βλαστήματα, Πίστιν, Ἐλπίδα, Ἀγάπην, ὔμνοις ἐνθέοις τιμήσωμεν, ῥωσθείσαι γὰρ δυνάμει τοῦ Σταυροῦ, υπέμειναν βασάνους ἀλγεινάς, καὶ τῶ ξίφει ἐκτμηθείσαι τᾶς κεφαλάς, μαρτυρικοῖς ἐστέφθησαν στεφάνοις· δόξα τῷ ἐνισχύσαντι αὐτᾶς, δόξα τῷ ταῦτας δοξάσαντι, δόξα τῷ ἐνεργούντι δι’ αὐτῶν πᾶσιν ἰάματα.

Ἀπολυτίκιον. Ἦχος α’. Τὸν Τάφον Σου Σωτήρ
Σοφίας τῆς σεμνής ἰερώτατοι κλάδοι, ὴ Πίστις καὶ Ἐλπίς καὶ Ἀγάπη δειχθείσαι, σοφίαν ἀπεμώραναν τῶν Ἐλλήνων ἐν χάριτι, καὶ ἀθλήσασαι καὶ νικηφόροι φανείσαι, στέφος ἄφθαρτον παρὰ τοῦ πάντων Δεσπότου, Χριστοῦ ἀνεδήσαντο.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοῦς προστρέχοντας πιστῶς, τῇ σῇ κραταιᾷ προστασίᾳ καὶ ἀντιλήψει ἀγνή, ῥῦσαι καῖ διάσωζε ἐκ ποικίλων παθῶν, καῖ πενθούσι παράσχου συ, χαράν τοῦ Κυρίου, ἣν ποθοῦμεν ἄπαντες διακαῶς, ἀγαθῆ· σῶσον τὸν ἀχρείον ἰκέτην, ᾦ Σοφία, μήτηρ Ἁγίων, ἐκ νόσων καὶ πᾶσης περιστάσεως.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.