Ευλογητός ο Θεός ημών, πάντοτε, νυν, και αεί, και εις τούς αιώνας των αιώνων. Αμήν.

Ψαλμός 142
Κύριε εισάκουσον τής προσευχής μου ενώτισαι την δέησίν μου εν τη αληθεία σου εισάκουσόν μου εν τη δικαιοσύνη σου και μη εισέλθης εις κρίσιν μεΤα τού δούλου σου ότι ου δικαιωθήσεται ενώπιόν σου πας ζων ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου εταπείνωσεν εις γην την ζωήν μου εκάθισέ με εν σκοτεινοίς ως νεκρούς αιώνος και ηκηδίασεν επ’ εμέ το πνεύμα μου εν εμοί εταράχθη η καρδία μου εμνήσθην ημερών αρχαίων εμελέτησα εν πάσι τοις έργοις σου εν ποιήμασι των χειρών σου εμελέτων διεπέτασα προς σε τας χείράς μου η ψυχή μου ως γη άνυδρός σοι
ταχύ εισάκουσόν μου Κύριε εξέλιπε το πνεύμα μου· μη αποστρέψης το πρόσωπόν σου απ’ εμού και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον ακουστόν ποίησόν μοι το πρωΐ το έλεός σου ότι επί σοι ήλπισα· γνώρισόν μοι Κύριε οδόν εν ή πορεύσομαι ότι πρός σε ήρα την ψυχήν μου εξελού με εκ των εχθρών μου Κύριε πρός σε κατέφυγον δίδαξόν με του ποιείν το θέλημά σου ότι συ εί ο Θεός μου· το πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία ένεκεν του ονόματός σου Κύριε ζήσεις με εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου και εν τω ελέει σου εξολoθρεύσεις τους εχθρούς μου και απολείς πάντας τους θλίβοντας την ψυχήν μου ότι εγώ δούλος σου ειμί.

Θεός Κύριος, και επέφανεν ημίν,
ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Στίχ, α’. Εξομολογείσθε τω Κυρίω,
και επικαλείσθε το όνομα το άγιον αυτού.

Θεός Κύριος, και επέφανεν ημίν,
ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Στίχ, β’. Πάντα τα έθνη εκύκλωσάν με,
και τω ονόματι Κυρίου ημυνάμην αυτούς,

Θεός Κύριος, και επέφανεν ημίν,
ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Στίχ, γ’. Παρά Κυρίου εγένετο αύτη,
και έστι θαυμαστή εν οφθαλμοίς ημών.

Θεός Κύριος, και επέφανεν ημίν,
ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Ήχος δ’ Ο υψωθείς εν τω Σταυρώ
Τη Θεοτόκω εκτενώς νυν προσδράμωμεν, αμαρτωλοί και ταπεινοί, και προσπέσωμεν εν μετανοία, κράζοντες εκ βάθους ψυχής· Δέσποινα, βοήθησον εφ’ ημίν σπλαγχνισθείσα, σπεύσον, απολλύμεθα υπό πλήθους πταισμάτων, μη αποστρέψης σούς δούλους κενούς· σε γάρ και μόνην ελπίδα κεκτήμεθα.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι
και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν

Ου σιωπήσωμέν ποτε, Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι· ειμή γαρ συ προΐστασο πρεσβεύουσα, τις ημάς ερρύσατο εκ τοσούτων κινδύνων; τις δε διεφύλαξεν έως νυν ελευθέρους; Ουκ αποστώμεν, Δέσποινα, εκ σού· σούς γαρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.

Ψαλμός 50
Ελέησόν με ο Θεός κατά το μέγα ελεός σου και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου
επί πλείον πλύνόν με από τής ανομίας μου και από τής αμαρτίας μου καθάρισόν με
ότι την ανομίαν μου εγώ γινώσκω και η αμαρτία μου ενώπιόν μού εστι διά παντός
σοί μόνω ήμαρτον και το πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοις λόγοις σου και νικήσης εν τω κρίνεσθαί σε
ιδού γαρ εν ανομίαις συνελήφθην και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου·
ιδού γαρ αλήθειαν ηγάπησας Τα άδηλα και Τα κρύφια τής σοφίας σου εδήλωσάς μοι.
ραντιείς με υσσώπω και καθαρισθήσομαι, πλυνείς με και υπέρ χιόνα λευκανθήσομαι
ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην αγαλλιάσονται οστέα τεταπεινωμένα
απόστρεψον το πρόσωπόν σου από των αμαρτιών μου και πάσας τας ανομίας μου εξάλειψον
καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου
μη απορρίψης με από του προσώπου σου και το πνεύμά σου το άγιόν μη αντανέλης απ’ εμού
απόδος μοι την αγαλλίασιν του σωτηρίου σου και πνεύματι ηγεμονικώ στήριξόν με
διδάξω ανόμους τας οδούς σου και ασεβείς επί σε επιστρέψουσι
ρύσαί με εξ αιμάτων ο Θεός, ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου την δικαιοσύνην σου
Κύριε Τα χείλη μου ανοίξεις και το στόμα μου αναγγελεί την αίνεσίν σου
ότι ει ηθέλησας θυσίαν έδωκα άν, ολοκαυτώματα ουκ ευδοκήσεις
θυσία τω Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει
αγάθυνον Κύριε εν τη ευδοκία σου την Σιών και οικοδομηθήτω Τα τείχη Ιερουσαλήμ
τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν και ολοκαυτώματα, τότε ανοίσουσιν επί το θυσιαστήριόν σου μόσχους

Ήχος πλ. δ’ Ωδή α’ Ο Ειρμός
Υγράν διοδεύσας ωσεί ξηράν, και την αιγυπτίαν μοχθηρίαν διαφυγών, ο Ισραηλίτης ανεβόα· τω Λυτρωτή και Θεώ ημών άσωμεν.

Πολλοίς συνεχόμενος πειρασμοίς, πρός σε κατάφεύγω, σωτηρίαν επιζητών· ώ Μήτερ του Λόγου και Παρθένε, των δυσχερών και δεινών με διάσωσον.

Παθών με ταράττουσι προσβολαί, πολλής αθυμίας, εμπιπλώσαί μου την ψυχήν, ειρήνευσον, Κόρη, τη γαλήνη, τη του Υιού και Θεού σου, Πανάμωμε.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι

Σωτήρα τεκούσάν σε και Θεόν, δυσωπώ, Παρθένε, λυτρωθήναί με των δεινών· σοι γαρ νυν προσφεύγων ανατείνω, και την ψυχήν και την διάνοιαν.

και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν

Νοσούντα το σώμα και την ψυχήν, επισκοπής θείας, και προνοίας τής παρά σού, αξίωσον, μόνη Θεομήτωρ, ως αγαθή αγαθού τε λοχεύτρια.

Ωδή γ’ Ο Ειρμός
Ουρανίας αψίδος, οροφουργέ Κύριε, και τής Εκκλησίας δομήτορ, συ με στερέωσον, εν τη αγάπη τη σή, των εφετων η ακρότης, των πιστών το στήριγμα, μόνε φιλάνθρωπε.

Προστασίαν και σκέπην, ζωής εμής τίθημι, Σέ, Θεογεννήτορ, Παρθένε, συ με κυβέρνησον, προς τον λιμένα σου, των αγαθών η αιτία, των πιστών το στήριγμα, μόνη πανύμνητε.

Ικετεύω, Παρθένε, τον ψυχικόν τάραχον, και τής αθυμίας την ζάλην, διασκεδάσαι μου· συ γαρ, Θεόνυμφε, τον αρχηγόν τής γαλήνης, τον Χριστόν εκύησας, μόνη πανάχραντε.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι

Ευεργέτην τεκούσα, τον των καλών αίτιον, τής ευεργεσίας τον πλούτον, πάσιν ανάβλυσον· πάντα γαρ δύνασαι, ως δυνατόν εν ισχύϊ, τον Χριστόν κυήσασα, Θεομακάριστε.

και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν.

Χαλεπαίς αρρωστίαις, και νοσεροίς πάθεσιν, εξεταζομένω, Παρθένε, συ μοι βοήθησον· των ιαμάτων γαρ, ανελλιπή σε γινώσκω, θησαυρόν, Πανάμωμε, τον αδαπάνητον.

Διάσωσον, από κινδύνων, τους δούλους σου, Θεοτόκε, ότι πάντες μετά Θεόν, εις σε κατάφεύγομεν, ως άρρηκτον τείχος και προστασίαν.

Επίβλεψον, εν ευμενεία, πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος.

Κάθισμα Ήχος β’
Τα άνω ζητων
Πρεσβεία θερμή, και τείχος απροσμάχητον, ελέους πηγή, του κόσμου κατάφύγιον, εκτενώς βοώμέν σοι· Θεοτόκε Δέσποινα, πρόφθασον, και εκ κινδύνων λύτρωσαι ημάς, η μόνη ταχέως προστατεύουσα.

Ωδή δ’
Εισακήκοα, Κύριε, της οικονομίας σου το μυστήριον, κατενόησα τα έργα σου, και εδόξασά σου την Θεότητα.

των παθών μου τον τάραχον, η τον κυβερνήτην τεκούσα Κύριον, και τον κλύδωνα κατεύνασον, των εμών πταισμάτων, Θεονύμφευτε.

Ευσπλαγχνίας την άβυσσον, επικαλουμένω της σης παράσχου μοι, η τον εύσπλαγχνον κυήσασα, και Σωτήρα πάντων, των υμνούντων σε.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι
Απολαύοντες, Πάναγνε, των σων δωρημάτων ευχαριστήριον, αναμέλπομεν εφύμνιον, οι γινώσκοντές σε Θεομήτορα.
και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν
Οι ελπίδα και στήριγμα, και της σωτηρίας τείχος ακράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, εκλυτρούμεθα.

Η Οδός, η Αλήθεια, η Ζωή
Ωδή ε’
Φώτισον ημάς, τοις προστάγμασί σου, Κύριε, και τω βραχίονί σου τω υψηλώ, την σην ειρήνην, παράσχου ημίν, φιλάνθρωπε.

Έμπλησον, Αγνή, ευφροσύνης την καρδίαν μου, την σην ακήρατον διδούσα χαράν, της ευφροσύνης, η γεννήσασα τον αίτιον.

Λύτρωσαι ημάς, εκ κινδύνων, Θεοτόκε Αγνή, η αιωνίαν τεκούσα λύτρωσιν, και την ειρήνην, την πάντα νουν υπερέχουσαν.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι

Λύσον την αχλύν, των πταισμάτων μου, Θεόνυμφε, τω φωτισμώ της σης λαμπρότητος, η φως τεκούσα, το θείον και προαιώνιον.

και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν

Ίασαι Αγνή, των παθών μου την ασθένειαν, επισκοπής σου αξιώσασα, και την υγείαν, τη πρεσβεία σου παράσχου μοι.

Ωδή ς’
Την δέησιν εκχεώ προς Κύριον, και αυτώ απαγγελώ μου τας θλίψεις, ότι κακών η ψυχή μου επλήσθη, και η ζωή μου τω Άδη προσήγγισε, και δέομαι ως Ιωνάς· Εκ φθοράς, ο Θεός με ανάγαγε.

Θανάτου και της φθοράς ως έσωσεν, εαυτόν εκδεδωκώς τω θανάτω, την τη φθορά και θανάτω μου φύσιν, κατάσχεθείσαν, Παρθένε, δυσώπησον, τον Κύριόν σου και Υιόν, της εχθρών κακουργίας με ρύσασθαι.

Προστάτιν σε της ζωής επίσταμαι, και φρουράν ασφαλεστάτην, Παρθένε, των πειρασμών διαλύουσαν όχλον, και επηρείας δαιμόνων ελαύνουσαν, και δέομαι διαπαντός, εκ φθοράς των παθών μου ρυσθήναί με.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι

Ως τείχος καταφυγής κεκτήμεθα, και ψυχών σε παντελή σωτηρίαν, και πλατυσμόν εν ταίς θλίψεσι, Κόρη, και τω φωτί σου αεί αγαλλόμεθα· ώ Δέσποινα, και νυν ημάς, των παθών και κινδύνων διάσωσον.

και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν

Εν κλίνη νυν ασθενών κατάκειμαι, και ουκ έστιν ίασις τη σαρκί μου, αλλ’ η Θεόν και Σωτήρα του κόσμου, και τον λυτήρα των νόσων κυήσασα, σου δέομαι της αγαθής, εκ φθοράς νοσημάτων ανάστησον.

Διάσωσον, από κινδύνων, τους δούλους σου, Θεοτόκε, ότι πάντες μετά Θεόν, εις σε κατάφεύγομεν, ως άρρηκτον τείχος και προστασίαν.

Άχραντε, η διά λόγου τον Λόγον ανερμηνεύτως, επ’ εσχάτων των ημερών τεκούσα, δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Ιερεύς:
ελέησον ημάς ο Θεός κατά το μέγα ελεός Σου, δεόμεθά Σου, επάκουσον και ελέησον.

Κύριε ελέησον (γ’)

Έτι δεόμεθα υπέρ του Αρχιεπισκόπου ημών (δεινός) και πάσης της εν Χριστώ ημών αδελφότητος.

Κύριε ελέησον (γ’)

Έτι δεόμεθα υπέρ ελέους, ζωής, ειρήνης, υγείας, σωτηρίας, επισκέψεως, συγχωρήσεως και αφέσεως των αμαρτιών των δούλων του Θεού, πάντων των ευσεβών και ορθοδόξων χριστιανών, των κατοικούντων και παρεπιδημούντων εν τη πόλη ταύτη, των ενοριτών, επιτρόπων, συνδρομητών και αφιερωτών του αγίου ναού τούτου.

Κύριε ελέησον (γ’)

Έτι δεόμεθα υπέρ των δούλων του Θεού, (ονόματα).

Ότι ελεήμων και φιλάνθρωπος Θεός υπάρχεις, και σοι την δόξαν αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Κάθισμα Ήχος β’
Τα άνω ζητών
Πρεσβεία θερμή, και τείχος απροσμάχητον, ελέους πηγή, του κόσμου κατάφύγιον, εκτενώς βοώμέν σοι· Θεοτόκε Δέσποινα, πρόφθασον, και εκ κινδύνων λύτρωσαι ημάς, η μόνη ταχέως προστατεύουσα.

Ωδή δ’
Εισακήκοα, Κύριε, της οικονομίας σου το μυστήριον, κατενόησα τα έργα σου, και εδόξασά σου την Θεότητα.

των παθών μου τον τάραχον, η τον κυβερνήτην τεκούσα Κύριον, και τον κλύδωνα κατεύνασον, των εμών πταισμάτων, Θεονύμφευτε.

Ευσπλαγχνίας την άβυσσον, επικαλουμένω της σης παράσχου μοι, η τον εύσπλαγχνον κυήσασα, και Σωτήρα πάντων, των υμνούντων σε.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι

Απολαύοντες, Πάναγνε, των σων δωρημάτων ευχαριστήριον, αναμέλπομεν εφύμνιον, οι γινώσκοντές σε Θεομήτορα.

και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν

Οι ελπίδα και στήριγμα, και της σωτηρίας τείχος ακράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, εκλυτρούμεθα.

Ωδή ε’
Φώτισον ημάς, τοις προστάγμασί σου, Κύριε, και τω βραχίονί σου τω υψηλώ, την σην ειρήνην, παράσχου ημίν, φιλάνθρωπε.

Έμπλησον, Αγνή, ευφροσύνης την καρδίαν μου, την σην ακήρατον διδούσα χαράν, της ευφροσύνης, η γεννήσασα τον αίτιον.

Λύτρωσαι ημάς, εκ κινδύνων, Θεοτόκε Αγνή, η αιωνίαν τεκούσα λύτρωσιν, και την ειρήνην, την πάντα νούν υπερέχουσαν.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι

Λύσον την αχλύν, των πταισμάτων μου, Θεόνυμφε, τω φωτισμώ της σης λαμπρότητος, η φως τεκούσα, το θείον και προαιώνιον.

και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν

Ίασαι Αγνή, των παθών μου την ασθένειαν, επισκοπής σου αξιώσασα, και την υγείαν, τη πρεσβεία σου παράσχου μοι.

Ωδή ς’
Την δέησιν εκχεώ προς Κύριον, και Αυτώ απαγγελώ μου τας θλίψεις, ότι κακών η ψυχή μου επλήσθη, και η ζωή μου τω Άδη προσήγγισε, και δέομαι ως Ιωνάς· Εκ φθοράς, ο Θεός με ανάγαγε.

Θανάτου και της φθοράς ως έσωσεν, εαυτόν εκδεδωκώς τω θανάτω, την τη φθορά και θανάτω μου φύσιν, κατάσχεθείσαν, Παρθένε, δυσώπησον, τον Κύριόν σου και Υιόν, της εχθρών κακουργίας με ρύσασθαι.

Προστάτιν σε της ζωής επίσταμαι, και φρουράν ασφαλεστάτην, Παρθένε, των πειρασμών διαλύουσαν όχλον, και επηρείας δαιμόνων ελαύνουσαν, και δέομαι διαπαντός, εκ φθοράς των παθών μου ρυσθήναί με.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι

Ως τείχος καταφυγής κεκτήμεθα, και ψυχών σε παντελή σωτηρίαν, και πλατυσμόν εν ταίς θλίψεσι, Κόρη, και τω φωτί σου αεί αγαλλόμεθα· ώ Δέσποινα, και νυν ημάς, των παθών και κινδύνων διάσωσον.

και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν

Εν κλίνη νυν ασθενών κατάκειμαι, και ουκ έστιν ίασις τη σαρκί μου, αλλ’ η Θεόν και Σωτήρα του κόσμου, και τον λυτήρα των νόσων κυήσασα, σου δέομαι της αγαθής, εκ φθοράς νοσημάτων ανάστησον.

Διάσωσον, από κινδύνων, τους δούλους σου, Θεοτόκε, ότι πάντες μετά Θεόν, εις σε κατάφεύγομεν, ως άρρηκτον τείχος και προστασίαν.

Άχραντε, η διά λόγου τον Λόγον ανερμηνεύτως, επ’ εσχάτων των ημερών τεκούσα, δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Ιερεύς:
ελέησον ημάς ο Θεός κατά το μέγα ελεός Σου, δεόμεθά Σου, επάκουσον και ελέησον.

Κύριε ελέησον (γ’)

Έτι δεόμεθα υπέρ του Αρχιεπισκόπου ημών (δεινός) και πάσης της εν Χριστώ ημών αδελφότητος.

Κύριε ελέησον (γ’)

Έτι δεόμεθα υπέρ ελέους, ζωής, ειρήνης, υγείας, σωτηρίας, επισκέψεως, συγχωρήσεως και αφέσεως των αμαρτιών των δούλων του Θεού, πάντων των ευσεβών και ορθοδόξων χριστιανών, των κατοικούντων και παρεπιδημούντων εν τη πόλη ταύτη, των ενοριτών, επιτρόπων, συνδρομητών και αφιερωτών του αγίου ναού τούτου.

Κύριε ελέησον (γ’)

Έτι δεόμεθα υπέρ των δούλων του Θεού, (ονόματα).
Ότι ελεήμων και φιλάνθρωπος Θεός υπάρχεις, και σοι την δόξαν αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Κοντάκιον Ήχος β’
Προστασία των Χριστιανών ακαταίσχυντε, μεσιτεία προς τον Ποιητήν αμετάθετε. Μη παρίδης αμαρτωλών δεήσεων φωνάς, αλλά πρόφθασον, ως αγαθή, εις την βοήθειαν ημών, των πιστώς κραυγαζόντων σοι· Τάχυνον εις πρεσβείαν, και σπεύσον εις ικεσίαν, η προστατεύουσα αεί, Θεοτόκε, των τιμώντων σε.

Η αληθινή μετάνοια και λανθασμένοι τρόποι εξομολογήσεως
Α’ Αντίφωνον
Ήχος δ’
Εκ νεότητός μου, πολλά πολεμεί μέ πάθη, αλλ’ αυτός αντιλαβού, και σώσον, Σωτήρ μου. (δίς)

Οι μισούντες Σιών, αισχύνθητε από του Κυρίου, ώς χόρτος γαρ, πυρί έσεσθε απεξηραμμένοι. (δίς)

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι

Αγίω Πνεύματι, πάσα ψυχή ζωούται, και καθάρσει υψούται, λαμπρύνεται τη Τριαδική μονάδι, ιεροκρυφίως.

και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν

Αγίω Πνεύματι, αναβλύζει τα της χάριτος ρείθρα, αρδεύοντα άπασαν την κτίσιν, προς ζωογονίαν.

Προκείμενον
Μνησθήσομαι του ονόματός σου εν πάση γενεά και γενεά.

Στίχ.
Ακουσον, θύγατερ, και ίδε, και κλίνον το ούς σου, και επιλάθου του λαού σου, και του οίκου του πατρός σου, και επιθυμήσει ο Βασιλεύς του κάλλους σου.

Τού ονόματός σου εν πάση γενεά και γενεά μνησθήσομαι.

Ιερεύς:
και υπέρ του κατάξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.

Χορός:
Κύριε, ελέησον (γ’)

Ιερεύς:
Σοφία. Ορθοί, ακούσωμεν του αγίου Ευαγγελίου.
Ειρήνη πάσι.

Χορός:
και τω Πνεύματί σου.

Ιερεύς:
Εκ του κατά Λουκάν αγίου Ευαγγελίου…
Πρόσχωμεν.

Χορός: Δόξα σοί, Κύριε, δόξα σοί.

Αναστάσα δε Μαριάμ εν ταίς ημέραις ταύταις επορεύθη εις την ορεινήν μετά σπουδής, εις πόλιν Ιούδα, και εισήλθεν εις τον οίκον Ζαχαρίου, και ησπάσατο τήν Ελισάβετ, και εγένετο ως ήκουσεν η Ελισάβετ τον ασπασμόν της Μαρίας, εσκίρτησε το βρέφος εν τη κοιλία αυτής, και επλήσθη Πνεύματος Αγίου η Ελισάβετ, και ανεφώνησε φωνή μεγάλη, και είπεν, Ευλογημένη συ εν γυναιξί, και ευλογημένος ο καρπός της κοιλίας σου, και πόθεν μοί τούτο, ίνα έλθη η μήτηρ του Κυρίου μου προς με; ιδού γαρ, ως εγένετο η φωνή του ασπασμού σου εις τα ώτά μου, εσκίρτησεν εν αγαλλιάσει το βρέφος εν τη κοιλία μου, και μακαρία η πιστεύσασα, ότι έσται τελείωσις τοις λελαλημένοις αυτή παρά Κυρίου. και είπε Μαριάμ, Μεγαλύνει η ψυχή μου τον Κύριον, και ηγαλλίασε το πνεύμα μου επί τω Θεώ τω σωτήρι μου, ότι επέβλεψεν επί την ταπείνωσιν της δούλης αυτού. ιδού γαρ, από του νυν μακαριούσί με πάσαι αι γενεαί. ότι εποίησέ μοί μεγάλεία ο δυνατός, και άγιον το το όνομα αυτού. Έμεινε δε Μαριάμ σύν αυτή ωσεί μήνας τρείς, και υπέστρεψεν εις τον οίκον αυτής.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι

Ήχος β’
Πάτερ, Λόγε, Πνεύμα, Τριάς η εν Μονάδι, εξάλειψον τα πλήθη, των εμών εγκλημάτων.

και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν

Ταίς της Θεοτόκου, πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη, των εμών εγκλημάτων.

Στίχ. Ελέησόν με, ο Θεός, κατά το μέγα έλεός σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου.

Ήχος πλ. β’
Όλην αποθέμενοι
Μη κατάπιστεύσης με, ανθρωπίνη προστασία, Παναγία δέσποινα, αλλά δέξαι δέησιν, του ικέτου σου· θλίψις γαρ έχει με, φέρειν ου δύναμαι, των δαιμόνων τα τοξεύματα, σκέπην ου κέκτημαι, ουδέ πού προσφύγω ο άθλιος, πάντοθεν πολεμούμενος, και παραμυθίαν ουκ έχω πλήν σου· Δέσποινα του κόσμου, ελπίς και προστασία των πιστών, μή μου παρίδης την δέησιν, το συμφέρον ποίησον.

Ετερα Θεοτοκία
Ουδείς προστρέχων επί σοί, κατησχυμένος από σου εκπορεύεται, αγνή Παρθένε Θεοτόκε, αλλ’ αιτείται την χάριν, και λαμβάνει το δώρημα, προς το συμφέρον της αιτήσεως.

Μετάβολή των θλιβομένων, απαλλαγή των ασθενούντων υπάρχουσα, Θεοτόκε Παρθένε, σώζε πόλιν και λαόν, των πολεμουμένων η ειρήνη, των χειμαζομένων η γαλήνη, η μόνη προστασία των πιστών.

Ιερεύς:
Σώσον, ο Θεός, τον λαόν σου, και ευλόγησον την κληρονομίαν σου: επίσκεψαι τον κόσμον σου εν ελέει και οιτιρμοίς: ύψωσον κέρας Χριστιανών Ορθοδόξων, και κατάπεμψον εφ ημάς τα ελέη σου τα πλούσια: πρεσβείαις της παναχράντου, Δεσποίνης ημών, Θεοτόκου και αειπαρθένου Μαρίας: δυνάμει του τιμίου και ζωοποιού Σταυρού, προστασίαις των τιμίων επουρανίων Δυνάμεων ασωμάτων, ικεσίαις του τιμίου, ενδόξου, προφήτου προδρόμου και βαπτιστού Ιωάννου, των αγίων, ενδόξων, και πανευφήμων Αποστόλων. των εν αγίοις Πατέρων ημών, μεγάλων Ιεραρχών, και Οικουμενικών Διδασκάλων, Βασιλείου του Μεγάλου, Γρηγορίου του Θεολόγου και Ιωάννου του Χρυσοστόμου, Αθανασίου και Κυρίλλου, Ιωάννου του Ελεήμονος, πατριαρχών Αλεξανδρείας: Νικολάου του εν Μύροις της Λυκίας, Σπυρίδωνος επισκόπου Τριμυθούντος, και Νεκταρίου της Πενταπόλεως, των θαυματουργών. των αγίων ενδόξων μεγαλομαρτύρων Γεωργίου του Τροπαιοφόρου, Δημητρίου του Μυροβλύτου, Θεοδώρου του Τήρωνος, και Θεοδώρου του Στρατηλάτου και Μηνά του θαυμαρτουργού, των ιερομαρτύρων Χαραλάμπους και Ελευθερίου: των αγίων, ενδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Αναστασίας, Κυριακής Φωτηνής, Μαρίνης: Παρασκευής και Ειρήνης: των αγίων ενδόξων και καλλινίκων Μαρτύρων, των οσίων και θεοφόρων Πατέρων ημών, (ναού), των αγίων και δικαίων θεοπατόρων Ιωακείμ και Άννης, (ημέρας), και πάντων σου των Αγίων. ικετεύομέν σε, μόνε πολυέλεε Κύριε, επάκουσον ημών των αμαρτωλών δεομένων σου και ελέησον ημάς.

Χορός Κύριε, ελέησον (ιβ’)

Ιερεύς:
Ελέει, και οικτιρμοίς, και φιλανθρωπία του μονογενούς σου Υιού, μεθ ου ευλογητός ει, σύν τω παναγίω και αγαθώ και ζωοποίω σου Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων. Χορός Αμήν.

Ωδή ζ’
Οι εκ της Ιουδαίας, καταντήσαντες Παίδες εν Βαβυλώνι ποτέ, τη πίστει της Τριάδος, την φλόγα της καμίνου, κατεπάτησαν ψάλλοντες· Ο των Πατέρων ημών Θεός, ευλογητός ει.

Την ημών σωτηρίαν, ως ηθέλησας Σώτερ, οικονομήσασθαι, εν μήτρα της Παρθένου, κατώκησας τω κόσμω, ήν προστάτιν ανέδειξας· Ο των Πατέρων ημών Θεός, ευλογητός ει.

Θελητήν του ελέους, όν εγέννησας, Μήτερ αγνή δυσώπησον, ρυσθήναι των πταισμάτων, ψυχής τε μολυσμάτων, τους εν πίστει κραυγάζοντας· Ο των Πατέρων ημών Θεός, ευλογητός ει.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι

Θησαυρόν σωτηρίας, και πηγήν αφθαρσίας, την σε κυήσασαν, και πύργον ασφαλείας, και θύραν μετάνοίας, τοις κραυγάζουσιν έδειξας· ο των Πατέρων ημών Θεός, ευλογητός ει.

και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν

Σωμάτων μαλακίας, και ψυχών αρρωστίας, Θεογεννήτρια, των πόθω προσιόντων, τη σκέπη σου τη θεία, θεραπεύειν αξίωσον, η τον Σωτήρα Χριστόν, ημίν αποτεκούσα.

Ωδή η’
Τον Βασιλέα των ουρανών, ον υμνούσι στρατιαί των Αγγέλων, υμνείτε, και υπερυψούτε εις πάντας τους αιώνας.

Τούς βοηθείας της παρά σου δεομένους, μη παρίδης Παρθένε, υμνούντας, και υπερυψούντάς σε, Κόρη, εις αιώνας.

των ιαμάτων το δαψιλές, επιχέεις τοις πιστώς υμνούσί σε Παρθένε, και υπερυψούσι τον άφραστόν σου τόκον.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι

Τας ασθενείας μου της ψυχής ιατρεύεις, και σαρκός τας οδύνας, Παρθένε, ίνα σε δοξάζω την Κεχαριτωμένην.

και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν

των πειρασμών συ τας προσβολάς εκδιώκεις, και παθών τας εφόδους Παρθένε· όθεν σε υμνούμεν εις πάντας τους αιώνας.

Ωδή θ’
Κυρίως Θεοτόκον, σε ομολογούμεν, οι διά σου σεσωσμένοι, Παρθένε αγνή, σύν Ασωμάτων χορείαις, σε μεγαλύνοντες.

Ροήν μου των δακρύων, μη αποποιήσης, η τον παντός εκ προσώπου πάν δάκρυον, αφηρηκότα Παρθένε, Χριστόν κυήσασα.

Χαράς μου την καρδίαν, πλήρωσον, Παρθένε, η της χαράς δεξαμένη το πλήρωμα, της αμαρτίας την λύπην, εξαφανίσασα.

Λιμήν και προστασία, των σοι προσφευγόντων, γενού Παρθένε, και τείχος ακράδαντον, καταφυγή τε και σκέπη, και αγαλλίαμα.

Άγιος Λογγίνος ο Εκατόνταρχος (ή Άγιος Κεντυρίων)
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι

Φωτός σου ταίς ακτίσι, λάμπρυνον, Παρθένε, το ζοφερόν της αγνοίας διώκουσα, τους ευσεβώς Θεοτόκον, σε κατάγγέλλοντας.

και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν

Κακώσεως εν τόπω, τω της ασθενείας, ταπεινωθέντα, Παρθένε, θεράπευσον, εξ αρρωστίας εις ρώσιν, μετάσκευάζουσα.

Μεγαλυνάρια
Άξιόν εστιν ώς αληθώς, μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον, και Μητέρα του Θεού ημών.

Την τιμιωτέραν των Χερουβείμ, και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον, σε μεγαλύνομεν.

Την υψηλοτέραν των ουρανών, και καθαρωτέραν λαμπηδόνων ηλιακών, την λυτρωσαμένην ημάς εκ της κατάρας, την Δέσποιναν του κόσμου, ύμνοις τιμήσωμεν.

Από των πολλών μου αμαρτιών, ασθενεί το σώμα, ασθενεί μου και η ψυχή, προς σε κατάφεύγω την Κεχαριτωμένην, ελπίς απηλπισμένων, συ μοί βοήθησον.

Δέσποινα και μήτηρ του Λυτρωτού, δέξαι παρακλήσεις, αναξίων σων ικετών, ίνα μεσιτεύσης προς τον εκ σου τεχθέντα. ώ Δέσποινα, του κόσμου γενού μεσίτρια.

Ψάλλομεν προθύμως σοι την ωδήν, νυν τη πανυμνήτω, Θεοτόκω χαρμονικώς, μετά του Προδρόμου, και πάντων των Αγίων, δυσώπει, Θεοτόκε, του οικτειρήσαι ημάς.

Άλαλα τα χείλη των ασεβών, των μη προσκυνούντων, την εικόνα σου την σεπτήν, την ιστορηθείσαν, υπό του αποστόλου, Λουκά ιερωτάτου, την Οδηγήτριαν.

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες, μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν, εις το σωθήναι ημάς.

Τρισάγιον
Άγιος ο Θεός, Άγιος ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς. (γ’)

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι

και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν

Παναγία Τριάς, ελέησον ημάς.
Κύριε, ιλάσθητι ταίς αμαρτίαις ημών.
Δέσποτα, συγχώρησον τας ανομίας ημίν.
Άγιε, επίσκεψαι και ίασαι τας ασθενείας ημών,
ένεκεν του ονόματός σου.

Κύριε, ελέησον. Κύριε, ελέησον, Κύριε, ελέησον.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι
και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν

Πάτερ ημών ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά σου, ελθέτω η βασιλεία σου, γενηθήτω το θέλημά σου, ώς εν ουρανώ, και επί της γής. τον άρτον ημών τόν επιούσιον δός ημίν σήμερον, και άφες ημίν τα οφειλήματα ημών, ώς και ημείς αφίεμεν τοις οφειλέταις ημών, και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού. Αμήν.

Ήχος πλ. β’
ελέησον ημάς, Κύριε, ελέησον ημάς, πάσης γαρ απολογίας απορούντες, ταύτην σοι την ικεσίαν, ώς Δεσπότη, οι αμαρτωλοί προσφέρομεν, ελεήσον ημάς.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι
Κύριε, ελέησον ημάς, επί σοι γαρ πεποίθαμεν, μη οργισθής ημίν σφόδρα, μηδέ μνησθής των ανομιών ημών, αλλ’ επίβλεψον και νυν, ώς εύσπλαγχνος, και λύτρωσαι ημάς εκ των εχθρών ημών, συ γαρ εί Θεός ημών, και ημείς λαός σου, πάντες έργα χειρών σου, και το όνομά σου επικεκλήμεθα.

και νυν και αεί και εις τους αιώνας των αιώνων αμήν
Τής ευσπλαγχνίας την πύλην άνοιξον ημίν, ευλογημένη Θεοτόκε, ελπίζοντες εις σέ, μη αστοχήσωμεν, ρυσθείημεν διά σου των περιστάσεων, συ γαρ εί η σωτρηρία του γένους των χριστιανών.

ελέησον ημάς ο Θεός κατά το μέγα ελεός Σου, δεόμεθά Σου, επάκουσον και ελέησον.

Κύριε, ελέησον. (γ’)

Έτι δεόμεθα υπέρ του Αρχιεπισκόπου ημών, (δείνος) και πάσης της εν Χριστώ ημών αδελφότητος.

Κύριε, ελέησον. (γ’)

Έτι δεόμεθα υπέρ ελέους, ζωής, ειρήνης, υγείας, σωτηρίας, επισκέψεως, συγχωρήσεως και αφέσεως των αμαρτιών των δούλων του Θεού, πάντων των ευσεβών και ορθοδόξων χριστιανών, των κατοικούντων και παρεπιδημούντων εν τη πόλει ταύτη, επιτρόπων, συνδρομητων και αφιερωτων του αγίου ναού τούτου.

Κύριε, ελέησον. (γ’)

Έτι δεόμεθα υπέρ των δούλων του Θεού, (ονόματα).

Έτι δεόμεθα υπέρ του διαφυλαχθήναι την αγίαν Εκκλησίαν και την πόλιν ταύτην, και πάσαν πόλιν και χώραν από οργής, λοιμού, λιμού, σεισμού, κατάποντισμού, πυρός, μαχαίρας, επιδρομής αλλοφύλων, εμφυλίου πολέμου, και αιφνιδίου θανάτου, υπέρ τον ίλεων, ευμενή και ευδιάλακτον, γενέσθαι τον αγαθόν και φιλάνθρωπον Θεόν ημών, του αποστρέψαι καί, διασκεδάσαι πάσαν οργήν και νόσον, την καθ’ ημών κινουμένην, και ρύσασθαι ημάς εκ της επικειμένης δικαίας αυτού απειλής, και ελεήσαι ημάς.

Κύριε, ελέησον. (γ’)

Έτι δεόμεθα και υπέρ του εισακούσαι Κύριον τον Θεόν φωνής της δεήσεως ημών των αμαρτωλών, και ελεήσαι ημάς.

Κύριε, ελέησον. (γ’)

Επάκουσον ημών, ο Θεός, ο Σωτήρ ημών, η ελπίς πάντων των περάτων της γης και των εν θαλάσση μακράν, και ίλεως, ίλεως γενού ημίν, Δέσποτα επί ταίς αμαρτίαις ημών, και ελέησον ημάς.

Κύριε, ελέησον. (γ’)
Ότι ελεήμων και φιλάνθρωπος Θεός υπάρχεις, και σοι την δόξαν αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Δόξα σοι ο Θεός, η ελπίς ημών, Κύριε, δόξα Σοι.

Χριστός ο αληθινός Θεός ημών ταίς πρεσβείαις της παναχράντου και παναμώμου αγίας Αυτού μητρός, δυνάμει του τιμίου και ζωοποιού Σταυρού, προστασίαις των τιμίων επουρανίων Δυνάμεων ασωμάτων, ικεσίαις του τιμίου, ενδόξου, προφήτου Προδρόμου και Βαπτιστού Ιωάννου, των αγίων, ενδόξων και πανευφήμων Αποστόλων, των αγίων ενδόξων και καλλινίκων Μαρτύρων, των οσίων και θεοφόρων Πατέρων ημών, (τού Ναού) των αγίων και δικαίων θεοπατόρων Ιωακείμ και Άννης, (τής ημέρας) και πάντων τον Αγίων, ελεήσαι και σώσαι ημάς, ως αγαθός και φιλάνθρωπος και ελεήμων Θεός.

Ήχος β’
Ότε εκ του ξύλου
Πάντων προστατεύεις, Αγαθή, των κατάφευγόντων εν πίστει τη κραταιά σου χειρί, άλλην γαρ ουκ έχομεν αμαρτωλοί προς Θεόν, εν κινδύνοις και θλίψεσιν, αεί μεσιτείαν, οι κατάκαμπτόμενοι υπό πταισμάτων πολλών, Μήτερ του Θεού του Υψίστου, όθεν σοι προσπίπτομεν, Ρύσαι πάσης περιστάσεως τους δούλους σου.

Όμοιον
Πάντων θλιβομένων η χαρά, και αδικουμένων προστάτις, και πενομένων τροφή, ξένων τε παράκλησις, και βακτηρία τυφλών, ασθενούντων επίσκεψις, κατάπονουμένων σκέπη και αντίληψις, και ορφανών βοηθός, Μήτερ του Θεού του Υψίστου, συ υπάρχεις, Άχραντε, σπεύσον, δυσωπούμεν, ρύσασθαι τους δούλους σου.

Ήχος πλ. δ’
Δέσποινα, πρόσδεξαι τας δεήσεις των δούλων σου, και λύτρωσαι ημάς, από πάσης ανάγκης και θλίψεως.

Ήχος β’
Την πάσαν ελπίδα μου εις σε ανατίθημι, Μήτερ του Θεού, φύλαξόν με υπό την σκέπην σου.

Κατά την περίοδον του 15 Αυγούστου είθισται ίνα ψάλλωνται, αντί των ανωτέρω Θεοτοκίων, τα επόμενα Εξαποστειλάρια.

Ήχος γ’
Ο ουρανόν τοις άστροις
Απόστολοι εκ περάτων, συναθροισθέντες ενθάδε, Γεθσημανή τω χωρίω, κηδεύσατέ μου το σώμα, και σύ, Υιέ και Θεέ μου, παράλαβέ μου το πνεύμα.

Ο γλυκασμός των Αγγέλων, των θλιβομένων η χαρά, χριστιανών η προστάτις, Παρθένε Μήτηρ Κυρίου, αντιλαβού μου και ρύσαι, των αιωνίων βασάνων.

και σε μεσίτριαν έχω, προς τον φιλάνθρωπον Θεόν, μή μου ελέγξη τας πράξεις, ενώπιον των Αγγέλων, παρακαλώ σε, Παρθένε, βοήθησόν μοί εν τάχει.

Χρυσοπλοκώτατε πύργε, και δωδεκάτειχε πόλις, ηλιοστάλακτε θρόνε, καθέδρα του Βασιλέως, ακατάνόητον θαύμα, πώς γαλουχείς τον Δεσπότην;

Ιερεύς:
Δι’ ευχών των Αγίων Πατέρων ημών.

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.