Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών.
Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα, τά καθίσματα
Ἦχος δ’. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Αἱ τοῖς συζύγοις τοῖς δυστρόποις προσκρούουσαι, καί τάς ψυχάς ὑμῶν καί σώματα φθείρουσαι, κατεπειγόντως σπεύσατε ἰδεῖν σύζυγον ἀπτόητον, πρός βολάς τοῦ συζύγου, καί καθυπομένουσαν τάς ἐκ τούτου βασάνους· τήν Θωμαΐδα ὑμνήσω τήν σεπτήν, Λέσβου ἁπάσης, Ἑλλάδος τε καύχημα.
Δόξα. Ὅμοιον
Οἱ ταῖς βασάνοις τῆς ζωῆς συντριβόμενοι, καί ταῖς αἰκίαις τοῦ βελίαρ καμπτόμενοι, πρός Θωμαΐδα στρέψατε τόν νοῦν, καί τούς ὀφθαλμούς ψυχῆς, καί θεάσασθε σθένος, δι’ οὗ καθυπέμεινε πειρασμούς τοῦ Στεφάνου, τοῦ ἀκανθώδους ὄντως καί σκαιοῦ, συζύγου ταύτης, καί θάρσος αντλήσατε.
Καί νῦν. Θεοτοκίον
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τάς δυναστείας σου, λαλεῖν οἱ ἀνάξιοι· εἰμή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Καί εὐθύς ψάλλεται ὁ Κανών
ᾨδὴ α’. Ἦχος πλ. δ’. Ὑγράν διοδεύσας.
Θωμᾶ Ἀποστόλου συνώνυμε, ἡ χάριν λαβοῦσα Ἀποστόλων ἱκέτευε, εἰρήνην ἐλθεῖν ἐν τῇ ψυχῇ μου, καί ἠρεμίαν καρδίᾳ καί σώματι.
Ὦ σύζυξ γενναία τε καί πιστή συζύγῳ ἀπίστῳ καί ἀδίκῳ ἐκδικητῇ, εἰρήνην συζύγοις νῦν παράσχου, τάς τοῦ βελίαρ παγίδας συντρίβουσα.
Ματαίως ἐπείρασε Θωμαΐς ὁ Στέφανος τότε, τό τε σῶμά σου καί ψυχήν, πυκτεύων καί δέρων καί ὕβρεις ἐκτοξεύων, καί μή διασαλεύων σοῦ τό στερέμνιον.
Θεοτοκίον.
Ἀπείρῳ στοργῇ Σου Μῆτερ ἁγνή, Μαρία Παρθένε, ἀγκαλίζου τήν ταπεινήν ψυχήν μου, ὠδύναις ποικίλαις πεπαρμένην, καί δίδου μοι εἰρήνην, θάρρος καί δύναμιν.
ᾨδὴ γ’. Οὐρανίας ἀψίδος.
Ἰδιόρρυθμα ζεύγη, ὦ Θωμαΐς, σύ διόρθωσον, ταῖς πρός τόν Δεσπότην πρεσβείαις σου καί δεήσεσι, καί συφιλίωσον ταῦτα εἰς τέλος, ἁγία, ἵν’ ἐκ πόθου κράζωσι· Δόξα Σοι, Κύριε.
Δυναταῖς σου πρεσβείαις, ὦ Θωμαΐς, ἐκδυσώπησον μέγαν τε καί μόνον Δυνάστην ὑπέρ τῶν δούλων σου, τῶν ὁμοζύγων δή, ὧν συζυγία χωλαίνει, καί σταθηρόν ποίησον τούτων τόν σύνδεσμον.
Ἀνδρῶν ὅσων ἡ πίστις τε καί τά ἔργα ἀπάδουσι, πρός ἐπαγγελίας καί ὅρκους οἷς ἐδεσμεύθησαν, ταῖς ὁμοζύγοις δή, καί ἐκκλησίας Νυμφίῳ, συζυγίας στήριξον καί διατήρησον.
Θεοτοκίον.
Λύπην πᾶσαν ἀπόθου ἐκ τῆς καρδίας, Ἀνύμφευτε Νύμφη τοῦ Θεοῦ τοῦ Ὑψίστου, καί Μῆτερ Ἄχραντε, Υἱοῦ καί Λόγου τε, καί τῶν συζύγων ἁπάντων, οὕς καί καταπράϋνον καί καλοφρόνησον.
Καί τά Ἐφύμνια
Ἄμεμπτε ἐν τοῖς συζύγοις ὑπάρχουσα, Θωμαΐς μου, τούς παραπέοντας συζύγους, πρεσβείᾳ σου, στήριξον, ὡς ἔχουσα πρός Θεόν παῤῥησίαν.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Αῖτησις καί τό Κάθισμα
Ἦχος β’. Τά ἄνω ζητών.
Ἀγάπῃ θερμῇ καί πίστει πρός Κύριον, καί πάντας ὁμοῦ ἐν βίῳ σου πανεύφημε, εἰργάσθης καλῶς καί ηὔξησας τάλαντα, ἅ δέδωδέ σοι Χριστός ὁ Νυμφίος σου· καί οἱ γονεῖς σου, παιδείᾳ ἐπηύξησαν.
ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Εἰσακήκοε Κύριος τῶν πιστῶν γονέων σου, καί ἱκάνωσε τῆς μητρός σου μήτραν ὅτε σε, ἐν γαστρί συνέλαβε καί ἔτεκε.
Σήν ἐξέλιξιν, Ἄχραντος Μήτηρ τοῦ Κυρίου σου προεμήνυσε τῇ μητρί σου, ὅτε θαύματι ἐν γαστρί αὐτῆς σε περιέκρυβε.
Βέλη πάντα ἀπέκρουσας τά πεπυρωμένα, ἅ ἐξηκόντισεν ὁ βελίαρ κατά σοῦ σεμνή, καί ἀπήμων ὄντως σύ διέμεινας.
Θεοτοκίον.
Ἴδε, Νύμφη Ἀνύμφευτε, τῶν συζύγων πάντων ἕλκη καί τραύματα, Θωμαΐδος τε δεήσεσι, ταῦτα πάντα ἐξυγείανον.
ᾨδὴ ε’. Φώτισον ἡμᾶς.
Δόξῃ καί τιμῇ σύ ἐστέφθης, ταῖς γονέων σου προτροπαῖς τε καί δεήσεσι πολλαῖς, τόν ἀκάνθινόν σου στέφανον φορέσασα.
Ἄμεμπτον εὐνήν, Θωμαΐς, σου διετήρησας καί ἁγνείᾳ καί σεμνότητι πολλῇ, συζυγίαν σου Κυρίῳ ἀνατέθεικας.
Ναίουσα, ἁγνή, ἐν πελάγει τῷ τῶν θλίψεων, ἅς προὐξένει καθ’ ἡμέραν σός ἀνήρ, στέφανόν σου τόν ἀκάνθινον ἀπέλαβες.
Θεοτοκίον.
Ἔλεος, Ἁγνή καί εἰρήνην πᾶσι δώρησαι, ταῖς Θωμαΐδος δεήσεσιν ἱεραῖς, καί συζύγους παραπέοντας σύ στήριξον.
ᾨδὴ στ’. Τήν δέησιν ἐκχεῶ.
Κατῴκησας ἐν τῇ Λέσβῳ τό πρῶτον, ἔνθα οἶδας τό φῶς τοῦ ἡλίου· γονεῦσι σου, Μιχαήλ καί Καλλίστη, οἵ καί τά φῶτα τά θεῖα σοι ἔδωκαν· καί εἶτα ᾦκησας μετά, Κωνσταντίνου τῇ Πόλει, συζύγου σου.
Παλαίουσα νοερῶς καί νικῶσα, τάς αἰκίσεις συζύγου σου τότε· ἐπέδειξας καρτερίαν καί πίστιν, ἐκδυσωποῦσα Χριστόν σου πανεύφημε· καί γέγονας ὑπογραμμός ὁμοζύγων, τελούντων ἐν θλίψεσι.
Ὁμότροπος τῶν ἁγίων ἐγένου, Θωμαΐς ἐν τῇ Λέσβῳ καί Πόλει· ἔνθα καλῶς ἐπορεύθης, ὡς νύμφη τοῦ τε Χριστοῦ καί Στεφάνου σου ἄμεμπτε, καί πάντων τούτων, ἀρετάς συνείγηρας, ἁγία, καί τρόπαια.
Θεοτοκίον.
Θεόνυμφε Παναγία Παρθένε, Μήτηρ οὖσα Υἱοῦ καί Θεοῦ Σου· μνημόνευε Σῶν τεκνίων, ἐν βίῳ προσπαλαιόντων βελίαρ τά ἔνεδρα, καί δίδου πᾶσιν εἰσελθεῖν, καί λαβεῖν Παραδείσου τά ἔπαθλα.
Ἄμεμπτε ἐν τοῖς συζύγοις ὑπαρχουσα, Θωμαΐς μου, τούς παραπέοντας συζύγους πρεσβείᾳ σου στήριξον, ὡς ἔχουσα πρός Θεόν παῤῥησίαν.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.
Αῖτησις καί τό Κοντάκιον
Ἦχος β’. Προστασία τῶν Χριστιανῶν.
Προστασία τῶν Χριστιανῶν τῶν τῆς Πόλεως, γοητείᾳ δέ τῶν ἐναρέτων σου πράξεων, ἀνεδείχθης φάρος ὁ θεῖος, ἀσφαλῶς καθοδηγῶν ὁμοζύγους τῷ Χριστῷ, εἰς ὁδόν τοῦ Κυρίου σου· θείαν σου καρτερίαν, σώματός τε ἁγνείαν, ὦ Θωμαΐς, δίδου κἀμοί, ἵνα πόθῳ ἀνυμνήσω σε.
Εἶτα ψάλλομεν τό α’ ἀντίφωνο τοῦ δ’ ἤχου
Ἐκ νεότητός μου, πολλά πολεμεῖ με πάθη· ἀλλ’ αὐτός ἀντιλαβοῦ, καί σῶσον Σωτήρ μου. (Δίς)
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπό τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρί
ἔσεσθε ἀπεξηραμένοι. (Δίς)
Δόξα Πατρί….
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχή ζωοῦται, καί καθάρσει ὑψοῦται λαμπρύνεται τῇ Τριαδικῇ Μονάδι, ἱεροκρυφίως.
Καί νῦν καί ἀεί….
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τά τῆς χάριτος ῥεῖθρα· ἀρδεύοντα ἅπασαν τήν κτίσιν, πρός ζωογονίαν.
Καί εὐθύς τό Προκείμενον, ἦχος δ΄
Ὑπομένων, ὑπέμεινα τόν Κύριον καί προσέσχε μοι καί εἰσήκουσε τῆς δεήσεώς μου. (Δίς)
Στίχος: Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου καί κατηύθυνε τά διαβήματά μου.
Ὑπομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοι καί εἰσήκουσε τῆς δεήσεώς μου.
Εὐαγγελίον Ἐκ τοῦ κατά Ματθαῖον
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἰδού ἐγώ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα ἐν μέσῳ λύκων. Γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καί ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δέ ἀπό τῶν ἀνθρώπων· παραδώσουσι γάρ ὑμᾶς εἰς συνέδρια, καί ἐν συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καί ἐπί ἡγεμόνας δέ καί βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καί τοῖς ἔθνεσιν. Ὅταν δέ παραδιδῶσιν ὑμᾶς, μή μεριμνήσετε πῶς ἤ τί λαλήσετε· δοθήσετε γάρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε· οὐ γάρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλά τό Πνεῦμα τοῦ Πατρός ὑμῶν, τό λαλοῦν ἐν ὑμῖν. Παραδώσει δέ ἀδελφός ἀδελφόν εἰς θάνατον, καί πατήρ τέκνον· καί ἐπαναστήσονται τέκνα ἐπί γονεῖς, καί θανατώσουσιν αὐτούς. Καί ἔσεσθε μισούμενοι ὑπό πάντων διά τό ὄνομά μου· ὁ δέ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Δόξα.
Ταῖς τῆς Σῆς Ὁσίας πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἑμῶν ἐγκλημάτων.
Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἑμῶν ἐγκλημάτων.
Στίχος: Ἐλεησόν με ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος
τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι….
Πᾶσαν ἀποθέμενοι, οἱ σοί γεννήτορες προῖκα, ἐν τῇ Λέσβῳ ᾤκησαν, Κωνσταντίνου Πόλιν τε τήν πανθαύμαστον, καί ἐκεῖ ἔζησαν, ταπεινῷ τῷ τρόπῳ, ἐκδεχόμενοι βοήθειαν, τῶν θαυμαζόντων δή, διά ἀρετάς ἅς ἐπέδειξαν· ταπείνωσιν, ἐγκράτειαν, καί ὑπομονήν τήν σωτήριον· Θωμαΐς Ὁσία, καί τούτους ἐναπέθου τῷ Θεῷ, τόν μέν πατέρα κηδεύσασα, τήν δέ μητέρα μονάσασαν.
Ὁ Ἱερεύς: Σῶσον ὁ Θεός τόν λαόν ….
ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Στερηθεῖσα, Ὁσία, τῶν τοῦ βίου ἡδέων, προσεκολλήθης Θεῷ· καί ὀρφανοῖς τά σῖτα προσνέμουσα πλουσίως καί ἀπόρους ψωμίζουσα· καί πλήρεις πάντων ἀγαθῶν, τόν Θεόν σου, ἁγία, ηὐλόγησαν.
Προσευχαῖς καί νηστείᾳ, ὕμνοις τε καί θυσίαις, μῆτερ, ἐβίωσας Χριστοῦ τήν θείαν χάριν καί τό ἔλεος, μέγα καταπλουτίσασα· τό σῶμα σου καί τήν ψυχήν τῷ Κυρίῳ, ὦ μῆτερ, ἀνέθηκας.
Παραδείσου τά κάλλη ἰδεῖν κατηξιώθης, μῆτερ ἀκήρατε, ὦ Θωμαΐς Ὁσία, λαβεῖν τε τα βραβεῖα τῶν ἀγώνων, ἀήττητε, οὕς ἔτλης διά τόν Χριστόν, εὐλογοῦσα Αὐτόν καί δοξάζουσα.
Θεοτοκίον.
Θωμαΐδος πρεσβείαις, Κυρία Θεοτόκε, νῦν, ἐκδυσώπησον Κύριον καί Θεόν σου καί ἡμῶν τόν Σωτῆρα, ὅπως οἰκτείρῃ με καί σώσῃ με ἐκ τῶν δεινῶν, ἵνα πόθῳ κἀγώ εὐλογήσω σε.
ᾨδὴ η’. Τόν Βασιλέα.
Ἐρράπιζέ σε παρειαῖς, ὁ σός σύζυξ καί ἐλάκτιζε λαγόνας σου μῆτερ· ἀλλά, σύ, οὐδόλως ἐλύγισας τοῖς πόνοις.
Ταπείνωσιν, ὑπομονήν, καρτερίαν, σύ ἐπέδειξας συζύγῳ σου μήτερ, Θωμαΐς ἁγία, καί ἔλαβες τά γέρα.
Ἐλευθερίαν, σύ προείλου Κυρίου, καί δουλείαν σοῦ συζύγου ἐδέχθῃ· ὅθεν καί ἀγάλλῃ, εἰς πάντας τούς αἰῶνας.
Θεοτοκίον.
Ὑμνεῖν ἀξίως Σε, ὦ Μῆτερ Παρθένε, καταξίωσον σούς παῖδας· καί πάσας στήριξον, Κυρία, πιστῶν τάς συζυγίας.
ᾨδὴ θ’. Κυρίως Θεοτόκον.
Ὦ Θωμαΐς, ἐτύφθης πυγμαῖς τοῦ σοῦ συζύγου, καί λακτισμοῖς ἀπηνῶς τῇ φθαρτῇ σου σαρκί· καί ἀπενεύρωσας τούτου τήν μῆνιν ἄμεμπτε.
Νενίκηκε πρός ὥραν, ὁ σός σύζυξ, ἁγία, ταῖς τῆς κακίας βολαῖς τε καί πάσαις ποιναῖς· δι’ ὧν σόν σῶμα ἐκάμφθη καί γῇ ἐπέστρεψε.
Ἰδεῖν κατηξιώθη ὁ σός σύζυξ, ἁγία, θαυματουργίας σου θείας, ἐν τάφῳ συρθείς· καί, δαιμονόπληκτος ὤν, σοί ἠλευθέρωται.
Θεοτοκίον.
Κυρίως Θεοτόκον, Σέ ὁμολογοῦμεν, οἱ διά Σοῦ σεσωσμένοι Παρθένε Ἁγνή· σύν Θωμαΐδι Λεσβίᾳ, Σέ μεγαλύνοντες.
Ἄξιον ἐστιν, ὡς ἀληθῶς μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ, καί ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφίμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σε μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Ὅλῃ σου καρδίᾳ τε καί ψυχῇ, προσῆλθες Κυρίῳ, καταπτήσασα τά τῆς γῆς ἡδέα· καί πάντα τά ἔνεδρα βελίαρ ἐξέκλινας, Ὁσία, καί πόλον ᾤκησας.
Ἤθλησας ἐν πόνοις μαρτυρικοῖς, Θωμαΐς Ὁσία, καί κατῄσχυνας τόν ἐχθρόν· ὅθεν ἐδοξάσθης παρά Θεοῦ πλουσίως, καί νέμεις τοῖς αἰτοῦσι, τήν σήν βοήθειαν.
Δός μοι καρτερίαν τήν σήν ἁγνή, Θωμαΐς Ἁγία, ἵνα πάντα τά ἐν τῇ γῇ σκαιά τε καί ἡδέα ἐκφεύγω μετά πόθου, καί εὕρω σε ἐν πόλῳ συναντιλήπτορα.
Ἡμᾶς τούς σούς παῖδας, μῆτερ ἁγνή, Θωμαΐς Ὁσία, καθοδήγησον τοῦ ἰδεῖν ἀξίαν συζυγίας τῆς ἐν Χριστῷ· καί ταύτην ἐκ πίστεως στηρίζειν καί συντηρεῖν ὡς χρή.
Ὁδήγησον πάντας τούς νεαρούς συζύγους Κυρίῳ, καί ἀνάθου αὐτούς Θεῷ· ἵν’ εὕρωσι πίστιν, ὑπομονήν ὡσαύτως, χριστοτερπῆ τε βίον καταπολαύσωσι.
Σαινόμενα ζεύγη, ὦ Θωμαΐς, συντήρησον, μῆτερ, ταῖς πρεσβείαις σου ταῖς θερμαῖς· καί ταῦτα παράθου Κυρίῳ τῷ Θεῷ σου, ἵνα αὐτοῖς δωρήσῃ βίον ἀνέφελον.
Ὀρθόδοξον Κοινότητα, Θωμαΐς, εὐλόγησον, μῆτερ, καί τούς κτίτορας σοῦ Ναοῦ· ὅν ἤγειραν πόθῳ καί πίστει τελεούσῃ, ἵνα ἐν παρρησίᾳ πρός σε προσφεύγωσι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον.
Ἦχος δ’. Ταχύ προκατάλαβε.
Τάς θλίψεις τοῦ βίου σου, ὡς προσφοράν λογικήν, Χριστῷ προσενέγκασα, τήν τῶν θαυμάτων ἰσχύν, Ὁσία, αντείληφας. Ὅθεν ὡς συζυγίας ὑποτύπωσιν θείαν, μέλπομεν, Θωμαΐς σε, καί πιστῶς σοι βοῶμεν· χαῖρε τῆς νήσου Λέσβου, σεμνόν ἐγκαλλώπισμα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλο.
Ὅτε σέ κατεῖδεν ὁ πιστός πρέσβυς τοῦ Θεράποντος, οὖσαν συζύγων πρότυπον, τότε σοι ἀνέθηκε τόνδε τόν θεῖον Ναόν· καί εἰκόνα πανσέβαστον, ἐν τοῦτῳ ἱδρύσας, ταύτην τοῖς παλαίουσι συζύγοις προύθηκεν· ἵνα κατασπάζωνται ταύτην καί εἰρήνην πᾶσαν ἀντλοῦντες, τόν συζυγικόν βίον μετέλθωσι.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.
Δίστιχον.
Θωμαΐς εἰρήνευσον Νικοδήμου τήν ψυχήν,
τοῦ γράψαντος σόν κανόνα.