Τῷ Μακαριωτάτῳ Πατριάρχῃ τῆς Ἁγίας Πόλεως Ἱερουσαλήμ καὶ πάσης Παλαιστίνης κῳ κῳ Θεοφίλῳ Γ΄.

Μακαριώτατε, ἀγαπητὲ ἐν Κυρίῳ Ἀδελφὲ καὶ Συλλειτουργὲ,

Ἐπὶ τῇ ἐπετείῳ τῆς ἐνθρονίσεως Ὑμῶν ὡς Πατριάρχης προσφέρω Ὑμῖν τὰς ὁλοθύμους μου συγχαρητηρίους προσρήσεις.

Ὁ Πάνσοφος Δημιουργός ἐγκατέστησεν Ὑμᾶς εἰς τὸν θρόνον τοῦ Ἀποστόλου Ἰακώβου, ἵνα ὁ λόγος τοῦ Κυρίου τρέχῃ καὶ δοξάζηται (Β᾽ Θεσ. 3.1 ). Μετὰ σπουδῆς ἐπιτελῶν τὴν Πρωθιεραρχικὴν διακονίαν, καταβάλλετε ἰδιαιτέρας προσπαθείας πρὸς ἐγκαθίδρυσιν εἰρήνης καὶ συμφωνίας ἐν τοῖς Ἁγίοις Τόποις, πρὸς διαφύλαξιν τῶν χριστιανικῶν ἱερῶν προσκυνημάτων, ἐπιδεικνύετε πατρικὴν φροντίδα διὰ τὸ ἐμπιστευθὲν Ὑμῖν ποίμνιον καὶ μετὰ στοργῆς ὑποδέχεσθε τοὺς προσκυνητὰς.

Τῇ αὐτῇ ἑορτίῳ ἡμέρᾳ προσευχόμενος εὔχομαι τῇ Ὑμετέρα Μακαριότητι ὑγείαν ἀγαθὴν, πνευματικὴν χαρὰν καὶ πλουσίαν βοήθειαν παρὰ Θεοῦ εἰς τὸ περαιτέρω ἔργο ἐπ᾽ ὠφελείᾳ τῆς Ὀρθοδόξου Ἐκκλησίας τῶν Ἱεροσολύμων.

Μετὰ ἐν Κυρίῳ φιλαδελφίας, διατελῶ.

† ὁ Μόσχας καὶ Πασῶν τῶν Ρωσσιῶν

Κύριλλος

Εκκλησία Online
Αποστολή
Αξιολόγηση επισκεπτών 5 (1 ψήφος)

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.