ΑΓΙΟΣ ΒΑΣΙΛΕΙΟΣ Ο ΜΕΓΑΣ: Ευλογήσαντος του ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.

Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία Σου, εισάκουσον μου εν τη δικαιοσύνη Σου και μη εισέλθης εις κρίσιν μετά του δούλου Σου, ότι ου δικαιωθήσεται ενώπιόν Σου, πας ζων. Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου, εταπείνωσεν εις γην την ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς, ως νεκρούς αιώνος και ηκηδίασεν επ’ εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις Σου, εν ποιήμασι των χειρών Σου εμελέτων. Διεπέτασα προς Σε τας χείρας μου, η ψυχή μου ως γη άνυδρός Σοι.

Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμα μου. Μη αποστρέψης το πρόσωπόν Σου απ’ εμού και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μου το πρωί το έλεός Σου, ότι επί Σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, οδόν εν η πορεύσομαι, ότι προς Σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου, Κύριε, προς Σε κατέφυγον, δίδαξόν με του ποιείν το θέλημά Σου, ότι Συ ει ο Θεός μου. Το Πνεύμα Σου το αγαθόν οδηγήσει με εν γη ευθεία, ένεκεν του ονόματός Σου, Κύριε, ζήσεις με. Εν τη δικαιοσύνη Σου εξάξεις εκ θλίψεως την ψυχήν μου και εν τω ελέει Σου εξολοθρεύσεις τους εχθρούς μου. Και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλος Σου ειμί.

Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος α΄. Εξομολογείσθε τω Κυρίω, και επικαλείσθε το όνομα το άγιον αυτού.
Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στιχ. β’. Πάντα τα έθνη εκύκλωσάν με και το ονόματι Κυρίου ημυνάμην αυτούς.
Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στιχ. γ’. Παρά Κυρίου εγένετο αύτη και έστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Και τα παρόντα τροπάρια·

Ήχος δ΄. Ο υψωθείς εν τω Σταυρώ.
Ως Ιεράρχης και σοφός θεηγόρος, και Βασιλείας ουρανών κληρονόμος, ουρανοφάντορ Άγιε Βασίλειε, πρέσβευε προς Κύριον, πάσης ρύεσθαι βλάβης, και παθών και θλίψεων, τους πιστώς σε τιμώντας, και των πταισμάτων αίτει ιλασμόν, τοις καταφεύγουσι Πάτερ τη σκέπη σου.

Δόξα. Και νυν. Θεοτοκίον.
Ου σιωπήσομέν ποτε Θεοτόκε, τας δυναστείας Σου λαλείν οι ανάξιοι, ειμή γαρ Συ προίστασο πρεσβεύουσα, τις ημάς ερρύσατο εκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν, έως νυν ελευθέρους; Ουκ αποστώμεν Δέσποινα εκ Σου, Σούς γαρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.

Ο Ν’ (50) ψαλμός
Ελέησόν με, ο Θεός, κατά το μέγα έλεός Σου και κατά το πλήθος των οικτιρμών Σου, εξάλειψον το ανόμημά μου. Επί πλείον πλύνόν με από της ανομίας μου και από της αμαρτίας μου καθάρισόν με. Ότι την ανομίαν μου εγώ γινώσκω και η αμαρτία μου ενώπιόν μου εστι διά παντός. Σοι μόνω ήμαρτον και το πονηρόν ενώπιόν Σου εποίησα, όπως αν δικαιωθής εν τοις λόγοις Σου και νικήσης εν τω κρίνεσθαί Σε. Ιδού γαρ εν ανομίαις συνελήφθην και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας, τα άδηλα και τα κρύφια της σοφίας Σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω και καθαρισθήσομαι, πλυνείς με και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπόν Σου από των αμαρτιών μου και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μη απορρίψης με από του προσώπου Σου και το Πνεύμα Σου το Άγιον μη αντανέλης απ’ εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου Σου και πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τας οδούς Σου και ασεβείς επί σε επιστρέψουσιν. Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου, αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην Σου. Κύριε, τα χείλη μου ανοίξεις και το στόμα μου αναγγελεί την αίνεσίν Σου. Ότι, ει ηθέλησας θυσίαν, έδωκα αν, ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τη ευδοκία Σου την Σιών και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα. Τότε ανοίσουσιν επί το θυσιαστήριόν Σου μόσχους.

Είτα, ο Κανών, ου η ακροστιχίς
Γενού μοι βίου, ω Πάτερ, βάσις. Γερασίμου.

Ωδή α΄. Ήχος πλ. δ΄. Υγράν διοδεύσας.
Γαλήνην εν βίω μοι σταθηράν, Βασίλειε αίτει, και κινδύνων απαλλαγήν, ως έχων μεγίστην παρρησίαν, προς τον Δεσπότην Χριστόν ιερώτατε.

Εν θλίψεσι Πάτερ αναψυχήν, και πόνοις ποικίλοις, ανακούφισιν αληθή, παράσχου Βασίλειε παμμάκαρ, τοις προσιούσι θερμώς τη πρεσβεία σου,

Ναμάτων πληρούμενος θεικών, επόμβρησον Πάτερ, τον ουράνιον γλυκασμόν, τοις συνεχομένοις τη πικρία, αμαρτιών πολυτρόπων Βασίλειε.

Θεοτοκίον.
Ολόφωτον σκήνωμα του Θεού, Κεχαριτωμένη, παντευλόγητε Μαριάμ, την αμαυρωθείσάν μου καρδίαν, τη ζοφερά αμαρτία καταύγασον.

Ωδή γ΄. Ουρανίας αψίδος.
Υπερέχοντος βίου, μυσταγωγέ άριστε, προς πνευματικάς επιδόσεις, ζωής της κρείττονος, ημάς οδήγει αεί, τους αδιστάκτω καρδία, Άγιε Βασίλειε, σε μακαρίζοντας.

Μετανοίας την τρίβον, την προς ζωήν φέρουσαν, οία των ψυχών οικονόμος, ημίν ομάλισον, εχθρού τα σκάνδαλα, εξ αυτής Πάτερ διώκων, δραστική πρεσβεία σου, προς τον Φιλάνθρωπον.

Ουρανόφρονα γνώμην, νούν καθαρόν σώφρονα, ήθος ταπεινόν Ιεράρχα, και βίον άμεμπτον, καλλιεργείν ευσεβώς, δίδου ημίν θείον σθένος, Άγιε Βασίλειε, ως συμπαθέστατος.

Θεοτοκίον.
Ιερόφθογγοι λόγοι, Σε προφανώς έσεσθαι, άφθορον Μητέρα του Λόγου, Κόρη εδήλωσαν, Ον καθικέτευε, της των παθών αλογίας, και φθοράς ρυσθήναί με, της του αλάστορος.

Διάσωσον, ουρανοφάντορ Βασίλειε Ιεράρχα, από πάσης επιφοράς και κακώσεως, τους καταφεύγοντας Πάτερ τη ση πρεσβεία.

Επίβλεψον, εν ευμενεία πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος.

Αίτησις και το Κάθισμα
Ήχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμός και οδηγός σωτήριος, προς τρίβον ζωής, και Βασιλείαν ένθεον, γενού Πάτερ Βασίλειε, τοις θερμώς προσιούσι τη σκέπη σου· συ γαρ μεσίτης ημών προς Θεόν, υπάρχεις και πρέσβυς δραστικώτατος.

Ωδή δ΄. Εισακήκοα Κύριε.
Βασιλεί με οικείωσαι, τω επουρανίω Πάτερ Βασίλειε, εκκαθαίρων των πταισμάτων με, ώσπερ Ιεράρχης ενθεώτατος.

Ιλαστήριον γένοιτο, και των ψυχικών συντριμμάτων ανόρθωσις, η πρεσβεία σου Βασίλειε, τοις ειλικρινώς σε μακαρίζουσι.

Οδυνώμενον σφόδρα με, ταίς του πονηρού δειναίς επιθέσεσιν, απολύτρωσαι Βασίλειε, και ψυχής μου ίασαι την κάκωσιν.

Θεοτοκίον.
Υπερύμνητε Δέσποινα, τον εκ Σου τεχθέντα Θεόν και Κύριον, καθικέτευε ρυσθήναί με, της επικρατείας του αλάστορος.

Ωδή ε΄. Φώτισον ημάς.
Ώσπερ θησαυρός, της σοφίας της του Πνεύματος, σοφισμάτων του βελίαρ χαλεπών, απολύτρωσαι ημάς Πάτερ Βασίλειε

Πόνων και παθών, και ποικίλων περιστάσεων, διαφύλαττε παμμάκαρ ασινείς, τους προστρέχοντας Βασίλειε τη σκέπη σου.

Άνωθεν ημίν, την ταχείάν σου βοήθειαν, ως προστάτης ημών μέγας και ταχύς, αεί δίδου δυσωπούμέν σε Βασίλειε.

Θεοτοκίον.
Τήρησον ημάς, ασινείς υπό την σκέπην Σου, εκ βελών των πυριφλέκτων του εχθρού, δυσωπούμέν Σε Παρθένε οι οικέται Σου.

Ωδή στ΄. Την δέησιν εκχεώ.
Εκ πάσης, οδυνηράς επηρείας, και μανίας του εχθρού και απάτης, και δυσχερείας του βίου και λύπης, ατρώτους φύλαττε Πάτερ Βασίλειε, τους καταφεύγοντας πιστώς, τη θερμή σου πρεσβεία προς Κύριον.

Ρημάτων, των θεικών σου η χάρις, ώσπερ θείος γλυκασμός κατευφραίνει, τας διανοίας ημών θεηγόρε· όθεν ιόν τον ψυχόλεθρον ξήρανον, τον καθ’ ημών του δυσμενούς, επομβρία των σων αντιλήψεων.

Βαράθρων, της απωλείας παμμάκαρ, και εκ λάκκου χαλεπής αμαρτίας, τους πεπτωκότας ανέλκυσον θάττον, τη επισκέψει σου Πάτερ Βασίλειε, και επί πέτραν ασφαλή, μετανοίας τον νούν ημών στήριξον.

Θεοτοκίον.
Αγγέλων, αγιωτέρα υπάρχεις, ασυγκρίτως αειπάρθενε Κόρη, ως τον Δεσπότην αυτών τετοκυία, ανακαλούμενον κόσμον του πτώματος· διό καμού τον εναγή, καθαγίασον νούν τη Ση χάριτι.

Διάσωσον, ουρανοφάντορ Βασίλειε Ιεράρχα, από πάσης επιφοράς και κακώσεως, τους καταφεύγοντας Πάτερ τη ση πρεσβεία.

Άχραντε, η διά λόγου τον Λόγον ανερμηνεύτως, επ’ εσχάτων των ημερών τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Αίτησις και το Κοντάκιον.
Ήχος β΄. Τοις των αιμάτων Σου.
Ως Ιεράρχης Χριστού ενθεώτατος, και Εκκλησίας θεμέλιος άρρηκτος, Βασίλειε Πάτερ θεόσοφε, τους κλονουμένους ταίς αύραις των θλίψεων, εδράιωσον θείαις πρεσβείαις σου.

Προκείμενον
Το στόμα μου λαλήσει σοφίαν και η μελέτη της καρδίας μου σύνεσιν.
Στ. Ακούσατε ταύτα πάντα τα έθνη, ενωτίσασθε πάντες οι κατοικούντες τη οικουμένη.

Ευαγγέλιον εκ του κατά Ιωάννην (Κεφ. ι΄ 9 – 16).
Είπεν ο Κύριος· εγώ ειμι η θύρα· δι’ εμού εάν τις εισέλθη, σωθήσεται και εισελεύσεται και εξελεύσεται και νομήν ευρήσει. Ο κλέπτης ουκ έρχεται ει μη ίνα κλέψη και θύση και απολέση· εγώ ήλθον ίνα ζωήν έχωσι και περισσόν έχωσιν. Εγώ ειμι ο ποιμήν ο καλός. Ο ποιμήν ο καλός την ψυχήν αυτού τίθησιν υπέρ των προβάτων· ο μισθωτός δε και ουκ ων ποιμήν, ου ουκ εισί τα πρόβατα ίδια, θεωρεί τον λύκον ερχόμενον και αφίησι τα πρόβατα και φεύγει· και ο λύκος αρπάζει αυτά και σκορπίζει τα πρόβατα. Ο δε μισθωτός φεύγει, ότι μισθωτός εστι και ου μέλει αυτώ περί των προβάτων. Εγώ ειμι ο ποιμήν ο καλός και γινώσκω τα εμά και γινώσκομαι υπό των εμών· καθώς γινώσκει με ο Πατήρ καγώ γινώσκω τον Πατέρα, και την ψυχήν μου τίθημι υπέρ των προβάτων. Και άλλα πρόβατα έχω, α ουκ έστιν εκ της αυλής ταύτης· κακείνά με δεί αγαγείν και της φωνής μου ακούσουσι και γενήσεται μία ποίμνη, εις ποιμήν.

Δόξα.
Ταίς του Ιεράρχου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Και νυν.
Ταίς της Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Στιχ. Ελεήμον, ελέησόν με ο Θεός…
Προσόμοιον.

Ήχος πλ. β΄. Όλην αποθέμενοι.
Βάσις και εδραίωμα, και αληθής παιδοτρίβης, οδηγός σωτήριος, και μεσίτης ένθεος προς τον Κύριον, γενού Βασίλειε, τοις εν κατανύξει, προσιούσι τη πρεσβεία σου, ως πλήρης χάριτος, και Αρχιερεύς συμπαθέστατος, ημάς επί τα κρείττονα, Πάτερ οδηγών τη ση χάριτι· ίνα Βασιλείας, της άνω μετά τέλος κοινωνοί, και κληρονόμοι γενώμεθα, οι σε μακαρίζοντες.

Ωδή ζ΄. Οι εκ της Ιουδαίας.
Σοφιστείας του πλάνου, ας απαύστως τεκταίνει καθ’ ημών Άγιε, διάλυσον και δίδου, ημίν σοφίαν θείαν, θεηγόρε Βασίλειε, ως αν σοφώς του Θεού, το θέλημα ποιώμεν.

Ιεράρχα Κυρίου, Εκκλησίας απάσης φωστήρ πολύφωτε, φωτί των πρεσβειών σου, διάλυσον το σκότος, του νοός μου Βασίλειε, και ίθυνόν με προς φως, των θείων ενταλμάτων.

Σκευωρίας απάσης, και κακίας και φθόνου ημάς απάλλαξον, εκ των επιζητούντων, σκανδάλοις εκταράττειν, την ζωήν ημών Άγιε, και εν ειρήνη ημάς, περίφραξον τελεία.

Θεοτοκίον.
Γαλουχούσα ως βρέφος, Θεοτόκε Παρθένε τον πάντα τρέφοντα, διάθρεψον τον νούν μου, εν άρτω νοημάτων, σωτηρίων λιμώττοντα, τη επηρεία εχθρού, πενία των κρειττόνων

Ωδή η΄. Τον Βασιλέα.
Εκ της σης γλώσσης, βλύζει ζωής θείον ύδωρ, δι’ ου πότισον διψώσαν την ψυχήν μου, ίνα Ιεράρχα, τα θεία εξενέγκη.

Ρώσιν παράσχου, κατά ψυχήν τε και σώμα, τη πρεσβεία σου Βασίλειε παμμάκαρ, τοις σε ως προστάτην, ανευφημούσι μέγαν.

Αμαρτημάτων, ημίν την άφεσιν αίτει, ως χρηστότητος της θείας υποφήτης, και παθών την λύσιν, Βασίλειε τρισμάκαρ.

Θεοτοκίον.
Συ ει Παρθένε, αμαρτωλών προστασία· διό ρύσαί με εχθρού της δυναστείας, και τω θείω φόβω, τείχισον την ψυχήν μου.

Ωδή θ΄. Κυρίως Θεοτόκον.
Ιάτρευσον τον νούν μου, τετραυματισμένον, τη επηρεία του όφεως Όσιε, και φωτισμώ ουρανίω τούτον καταύγασον.

Μη παύση ικετεύων, προς τον πάντων Κτίστην, ουρανοφάντορ Βασίλειε Όσιε, ρύεσθαι πάσης ανάγκης τους σε γεραίροντας.

Ο μέγας Εκκλησίας, μύστης και προστάτης, Αρχιεράρχα Βασίλειε πάνσοφε, προσδοκωμένων κινδύνων ημάς απάλλαττε.

Θεοτοκίον.
Υφέρπων μοι δολίως, συλά με καθ’ εκάστην, ο δολιότροπος όφις Πανάμωμε, αλλά της τούτου κακίας Συ με απάλλαξον.

Αξιόν εστιν ως αληθώς μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον και μητέρα του Θεού ημών. Την τιμιωτέραν των Χερουβίμ και ενδοξοτέραν ασυγκρίτως των Σεραφίμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον σε μεγαλύνομεν.

Και τα παρόντα Μεγαλυνάρια
Χαίροις Εκκλησίας μέγας φωστήρ, και της ευσεβείας, μυστογράφος θεοειδής· χαίροις Βασιλείας, της άνω υποφήτης, Βασίλειε παμμάκαρ, πιστών εδραίωμα.

Άπασαν παιδείαν εκπαιδευθείς, την θύραθεν Πάτερ, της σοφίας της του Θεού, όργανον εδείχθης, Βασίλειε εν κόσμω, ως αρετών δοχείον, περιφανέστατος.

Βάσις Εκκλησίας ώφθης στερρά, δογμάτων αγίων, στόμα εύσημον και σοφόν, και του Παρακλήτου, Βασίλειε ρομφαία, αιρετικών συγκόπτουσα, τα ζιζάνια.

Χαίροις των πενήτων ο βοηθός, χηρών ο προστάτης, και απόρων ο αρωγός· χαίροις τεθλιμμένων, παράκλησις γλυκεία, και γήρως βακτηρία, Πάτερ Βασίλειε.

Έπειδε Βασίλειε ιερέ, επί τους ζητούντας, την θερμήν σου επισκοπήν, και παράσχου πάσιν, υγείαν την κατ’ άμφω, και άφεσιν πταισμάτων, και βίον άλυπον.

Συν τοις σοίς γονεύσι και αδελφοίς, Χριστόν εκδυσώπει, ω Βασίλειε ιερέ, όπως αξιώση, της άνω Βασιλείας, τους προσιόντας Πάτερ, τη αντιλήψει σου.

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν εις το σωθήναι ημάς.

Το Τρισάγιον
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς. (Τρις).
Δόξα Πατρί, και Υιώ, και αγίω Πνεύματι,
και νυν, και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

Παναγία Τριάς, ελέησον ημάς· Κύριε, ιλάσθητι ταίς αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τας ανομίας ημίν· Άγιε, επίσκεψαι και ίασαι τας ασθενείας ημών, ένεκεν του ονόματός σου.

Κύριε, ελέησον· Κύριε, ελέησον· Κύριε, ελέησον.
Δόξα Πατρί…

Πάτερ ημών ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά σου· ελθέτω η βασιλεία σου· γενηθήτω το θέλημά σου, ως εν ουρανώ, και επί της γης. Τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον· και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών· και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.

Ότι σου εστιν η βασιλεία και η δύναμις και η δόξα του Πατρός και του Υιού και
του Αγίου Πνεύματος, νυν και αεί και εις τους αιώνας των αιώνων.

και τα Τροπάρια ταύτα. Ήχος πλ. β΄.
Ελέησον ημάς, Κύριε, ελέησον ημάς, πάσης γαρ απολογίας απορούντες, ταύτην Σοι την ικεσίαν, ως Δεσπότη, οι αμαρτωλοί προσφέρομεν, ελέησον ημάς.

Δόξα.
Κύριε ελέησον ημάς, επί Σοι γαρ πεποίθαμεν. Μη οργισθής ημίν σφόδρα, μηδέ μνησθής των ανομιών ημών. Αλλ’ επίβλεψον και νυν ως εύσπλαχνος και λύτρωσαι ημάς εκ των εχθρών ημών. Συ γαρ ει Θεός ημών και ημείς λαός Σου, πάντες έργα χειρών Σου και το όνομά Σου επικεκλήμεθα.

Και νυν.
Της ευσπλαχνίας την πύλην άνοιξον ημίν, ευλογημένη Θεοτόκε, ελπίζοντες εις Σε μη αστοχήσομεν, ρυσθείημεν διά Σου των περιστάσεων· Συ γαρ η σωτηρία του γένους των Χριστιανών.

Εκτενής και Απόλυσις, μεθ’ ην ψάλλομεν το εξής.

Ήχος β΄. Ότε εκ του ξύλου.
Μέγας Εκκλησίας αρωγός, ως πανευκλεής Ιεράρχης.

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.