Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ευαγγέλιο Τετάρτη 17 Ιανουαρίου 2024 – Άγιος Αντώνιος

Καὶ τὰ παρόντα τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς κεκτημένος οὐρανόθεν τὴν χάριν, πάσης ἀνάγκης καὶ παθῶν καὶ κινδύνων, καὶ νοσημάτων πάντας ἀπολύτρωσαι, ὅσιε Ἀντώνιε, τοὺς πιστῶς προσιόντας, τῇ θερμῇ πρεσβείᾳ σου, τὸν Χριστὸν ἱκετεύων, ἡμῖν διδόναι θεῖον ἱλασμόν, καὶ εἰρηναίαν, ἐν βίῳ κατάστασιν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Δίδου ἡμῖν βοήθειαν Πάτερ. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δυνάμει τῶν θείων σου πρεσβειῶν, ἰσχὺν ἡμῖν δίδου, κατὰ πάσης ἐπιβουλῆς, Ἀντώνιε πάτερ θεοφόρε, τοῦ καθ’ ἡμῶν μαινομένου ἀλάστορος.

Ἰάσεις πηγάζων παντοδαπάς, ψυχῶν καὶ σωμάτων, θεραπεύεις πάθη δεινά· διὸ ἡμῖν δίδου θεοφόρε, τῆς εὐλογίας τῆς σῆς χάριν ἄφθονον.

Δοξάσας τὸν Κύριον ἐπὶ γῆς, αὐτὸν ἐκδυσώπει, ἀδοξίας τῆς τῶν παθῶν, Ἀντώνιε πάτερ ἐκλυτροῦσθαι, τοὺς ἀδιστάκτῳ ψυχῇ προσιόντας σοι.

Θεοτοκίον.
Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, κεχαριτωμένη, παντευλόγητε Μαριάμ, δοχεῖον τῆς θείας ἐνεργείας, τὴν ταπεινήν μου καρδίαν ἀνάδειξον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑπελθὼν τοὺς ἀγῶνας τῆς ἀρετῆς Ὅσιε, πρέσβυς ἡμῖν μέγας ἐδόθης, πρὸς τὸν οἰκτίρμονα, ὃν καθικέτευε, πάσης ἀνάγκης καὶ βλάβης, ῥύεσθαι Ἀντώνιε, τοὺς εὐφημοῦντάς σε.

Ἡ Βεῤῥοίας σε πόλις θεῖον φρουρὸν κέκτηται, καὶ τοῖς σοῖς ἁγίοις λειψάνοις, καθαγιάζεται, πάτερ Ἀντώνιε, ἁγιασμόν τε καὶ ῥῶσιν, ἐξ αὐτῶν λαμβάνουσα, Πνεύματος χάριτι.

Μὴ ἐλλίπῃς πρεσβεύων ὑπὲρ ἡμῶν Ὅσιε, τῶν πανευλαβῶς προσιόντων, τῇ θείᾳ Κάρᾳ σου, ὡς ἂν ῥυώμεθα, ἀσθενειῶν καὶ κινδύνων, καὶ τῶν ἐπιθέσεων, τοῦ παναλάστορος.

Θεοτοκίον.
Ἰησοῦν τὸν Σωτῆρα καὶ τοῦ παντὸς Κύριον, ἐπ’ εὐεργεσίᾳ Παρθένε, ἡμῶν κυήσασα, κυριευθέντα με, ὑπὸ παθῶν ἀκαθάρτων, κάθαρον καὶ σῶσόν με, τῇ σῇ χρηστότητι.

Διάσωσον τοὺς σοὺς ἱκέτας Ἀντώνιε θεοφόρε, πολυτρόπων ἐπιφορῶν καὶ κακώσεων, καὶ τὴν κατ’ ἄμφω ὑγίειαν ἡμῖν ἐξαίτει.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτην θερμὸν καὶ θεῖον ἀντιλήπτορα, καὶ κλέος σεπτόν, ἡ Βέῤῥοιά σε κέκτηται, Ἀντώνιε μακάριε, διὰ τοῦτο πίστει κραυγάζει σοι· μὴ διαλίπῃς πρεσβεύων Χριστῷ, διδόναι ἡμῖν πταισμάτων ἄφεσιν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοσημάτων ἀπάλλαξον, τῶν πολυειδῶν καὶ τῶν θλίψεων, τοὺς προστρέχοντας Ἀντώνιε, τῇ σορῷ τῇ θείᾳ τῶν λειψάνων σου.

Βοηθὸς ἑτοιμότατος, πέλων τοῖς προσπίπτουσι τῇ πρεσβείᾳ σου, βοηθεῖν μὴ παύσῃ Ὅσιε, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.

Οἱ τηκόμενοι πάθεσιν, ἴασιν λαμβάνοντες ἐκ τῆς Κάρας σου, μεγαλύνουσιν Ἀντώνιε, τὴν παρὰ θεοῦ δοθεῖσαν χάριν σοι.

Θεοτοκίον.
Ἡ Θεὸν σωματώσασα, καὶ τὴν ἁμαρτίαν τὴν πάλαι λύσασα, Θεοτόκε ἀειπάρθενε, λῦσον τῶν παθῶν μου τὴν σκοτόμαιναν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Θραῦσον τὴν ἰσχὺν τοῦ δολίου πολεμήτορος, τοῦ ἀεὶ ὠρυομένου καθ’ ἡμῶν, καὶ εἰρήνην ἡμῖν δίδου Πάτερ ὅσιε.

Ἔλαμψας ἡμῖν, ὡς ἀστὴρ Πάτερ νεόφωτος, διὰ τοῦτο δυσωποῦμέν σε θερμῶς, παθημάτων τὴν ἀχλὺν ἡμῶν διάλυσον.

Ἴασαι ἡμῶν, τῶν ψυχῶν πάτερ Ἀντώνιε, καὶ σωμάτων ἀσθενείας χαλεπάς, καὶ πταισμάτων ἡμῖν αἴτει τὴν συγχώρησιν.

Θεοτοκίον.
Ἄχραντε ἁγνή, Θεοτόκε ἀειπάρθενε, ἐμπαθείας καὶ ἀτόπων λογισμῶν, τὴν ῥυπῶσάν μου καρδίαν ἀποκάθαρον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ναῷ σου, τῷ ἱερῷ ὡς λιμένι, ἀχειμάστῳ καταφεύγοντες Πάτερ, τρικυμιῶν χαλεπῶν τῶν τοῦ βίου, καὶ πάσης ζάλης ταχέως λυτρούμεθα, καὶ πρὸς εἰρήνης τὴν ὁδόν, διὰ σοῦ ἀσφαλῶς ὁδηγούμεθα.

Προστάτην, καὶ πολιοῦχον καὶ ῥύστην, τῆς Βεῤῥοίας σε πλουτοῦσα ἡ πόλις, ἐν πάσῃ ὥρᾳ καὶ πάσῃ ἀνάγκῃ, ὑπὸ τὴν σκέπην σου πίστει προστρέχουσα, Ἀντώνιε θαυματουργέ, πάσης βλάβης λυτροῦται καὶ θλίψεως.

Ἀσκήσει, εὐαρεστήσας Κυρίῳ, παρ’ Αὐτοῦ θεοπρεπῶς ἐδοξάσθης, ἔνθεν τοὺς πάντας προφθάνεις ὀξέως, καὶ κινδυνεύοντας σώζεις Ἀντώνιε, διὸ βοῶμέν σοι θερμῶς· βοηθὸς ἡμῖν ἔσο ἐν ἅπασι.

Θεοτοκίον.
Τὸν πάντων, δημιουργὸν καὶ σωτῆρα, ἀπειράνδρως Θεοτόκε τεκοῦσα, πρὸς σωτηρίας ὁδὸν τὴν εὐθεῖαν, ἐκ τῶν βαράθρων τῆς πλάνης ἀνθέλκυσον, τοὺς ἀφορῶντας ἀκλινῶς, πρὸς τὴν σὴν ὀξυτάτην ἀντίληψιν.

Διάσωσον τοὺς σοὺς ἱκέτας Ἀντώνιε θεοφόρε, πολυτρόπων ἐπιφορῶν καὶ κακώσεων, καὶ τὴν κατ’ ἄμφω ὑγίειαν ἡμῖν ἐξαίτει.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς τῶν Ὁσίων τῶν πάλαι ἰσότιμος, καὶ τῶν ἁγίων Ἀγγέλων συνόμιλος, Ἀντώνιε πάτερ μακάριε, ὑπὲρ ἡμῶν σὺν αὐτοῖς καθικέτευε, ὡς ἂν πάσης βλάβης ῥυώμεθα.

Προκείμενο.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χάριν τὴν τοῦ Πνεύματος, οἷα Κυρίου θεράπων, κεκτημένος Ὅσιε, ὡς πηγὴν ζωήῤῥυτον τῇ καρδίᾳ σου, πειρασμῶν ἄνθρακας, καὶ παθῶν τὴν φλόγα, καὶ τὸ πῦρ τὸ ἀνυπόστατον, σβεννύει πάντοτε, τῶν ἀῤῥωστημάτων καὶ θλίψεων, καὶ θυμηδίαν ἄνωθεν, νέμεις καὶ ὑγίειαν τοῖς σπεύδουσι, τῇ σῇ προστασίᾳ, Ἀντώνιε Ὁσίων καλλονή, Χριστὸν ἡμῖν ἱλεούμενος, τὸν σὲ θαυμαστώσαντα.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐκ σιγῆς τῆς ἐρήμου ὡς πολύφωτος λύχνος ἡμῖν ἀνέλαμψας, Ἀντώνιε παμμάκαρ, καὶ τῷ φωτὶ τῷ θείῳ, καταυγάζεις τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ῥύου πάσης ἀνάγκης καὶ δεινῶν παθημάτων πάτερ Ἀντώνιε, καὶ πάσης ἐν τῷ βίῳ, πικρίας καὶ μανίας, τοῦ δεινοῦ πολεμήτορος, τοὺς ἐκζητοῦντας θερμῶς, τὴν θείαν ἀρωγήν σου.

Γέρας θεῖον ἡ πόλις τῆς Βεῤῥοίας εὑροῦσά σε Πάτερ ὅσιε, ἀεὶ ἐπιβοᾶται, τὴν σὴν ἐπιστασίαν, ἣν μὴ παύσῃ δωρούμενος, ὡς ἂν τῶν πικρῶν πειρασμῶν, ῥυώμεθα ταχέως.

Θεοτοκίον.
Ἐνεπλήσθην μωλώπων νοητῶν Θεοτόκε ῥοπῇ τῇ χείρονι, ἀλλὰ τῆς τούτων Κόρη, ψυχήν μου τὴν ἀθλίαν, δυσωδίας ἀπόπλυνον, καὶ ἕξεως πονηρᾶς, ἀπάλλαξον τὸν νοῦν μου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥείθροις ἀύλοις, τῶν πρεσβειῶν σου παμμάκαρ, τὴν αὐχμῶσάν μου κατάρδευσον καρδίαν, ὡς ἂν μετανοίας, καρπὸν ἐνέγκῃ θεῖον.

Ἄνωθεν ἴδε, τοὺς εὐλαβῶς παρεστῶτας, τῇ εἰκόνι σου καὶ τοῖς σεπτοῖς λειψάνοις, καὶ τὰς τούτων πλήρου, Ἀντώνιε αἰτήσεις.

Σύντριψον Πάτερ, τὰς καθ’ ἡμῶν ἐπηρείας, τοῦ ἀλάστορος καὶ ἄτρεπτον εἰρήνην, δίδου θεοφόρε, ἡμῖν τῇ σῇ πρεσβείᾳ.

Θεοτοκίον.
Ἰλύος Κόρη, τῆς τῶν παθῶν τὴν ψυχήν μου, ἀποκάθαρον ὡς τοῦ ἐλέους βρύσις, τῆς συσσωρευθείσης, ἐκ λογισμῶν ἐκτόπων.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μονὰς τὰς οὐρανίους, Πάτερ κατοικήσας, τοὺς ἐπὶ γῆς σε τιμῶντας Ἀντώνιε, πειρατηρίων γηίνων ἀτρώτους φύλαττε.

Ὁ μέγας τῆς Βεῤῥοιας, καὶ θερμὸς προστάτης, μεγάλων πόνων καὶ θλίψεων λύτρωσαι, τοὺς μεγαλύνοντας Πάτερ τὴν πολιτείαν σου.

Ὑπέρτερον τὸν νοῦν, πάσης ἐμπαθείας, τῇ σῇ πρεσβείᾳ Ἀντώνιε ἔργασαι, καὶ μετανοίας τῇ πέτρᾳ αὐτὸν στερέωσον.

Θεοτοκίον.
Ὑφάψασα τὴν φλόγα, ἔνδον τῆς ψυχῆς μου, τῆς θεϊκῆς ἀγαπήσεως Ἄχραντε, τὰς τῶν παθῶν μου ἀκάνθας φλέξον καὶ σῶσόν με.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Ὁσίων ὁ μιμητής, καὶ τῆς ἡσυχίας ὁ ἀκοίμητος ὀφθαλμός, χαῖρε ἐγκρατείας, στηλογραφία ἔμπνους, Ἀντώνιε παμμάκαρ, Βεῤῥοίας βλάστημα.

Χαίρων ἐκ νεότητος τῷ Χριστῷ, Πάτερ ἀνετέθης, καὶ ἰσάγγελος ἐν σαρκί, ὤφθης ὑπὲρ φύσιν, Ἀντώνιε ἀσκήσας, διὸ τῆς οὐρανίου, χαρᾶς ἠξίωσαι.

Μόνος ἐν σπηλαίῳ μόνῳ Θεῷ, Πάτερ προσανέχων, τὰς ἐλλάμψεις τὰς μυστικάς, παρ’ Αὐτοῦ ἐδέξω, καὶ πᾶσαν τὴν μανίαν, τὴν κατὰ σοῦ καθεῖλες, τοῦ πολεμήτορος.

Χαίρει κεκτημένη ὡς θησαυρόν, ἡ πατρίς σου Πάτερ, τὰ σὰ λείψανα τὰ σεπτά, χάριν ἰαμάτων, ἐκ τούτων καρπουμένη, καὶ πάσαν ἄλλην θείαν, δόσιν Ἀντώνιε.

Τοὺς προσερχομένους τῷ σῷ Ναῷ, ῥῦσαι ἀπὸ πάσης, δυσχερείας καὶ προσβολῆς, τῶν ἀντικειμένων, δολίᾳ πάτερ γνώμῃ, Ἀντώνιε καὶ δίδου, πᾶσι τὴν χάριν σου.

Ἴασαι σωμάτων καὶ τῶν ψυχῶν, Πάτερ τὰς ὀδύνας, ὡς τοῦ Πνεύματος θησαυρός, καὶ τῶν ἀκαθάρτων, πνευμάτων πᾶσαν λύμην, τὴν καθ’ ἡμῶν Ἀντώνιε, ἀποδίωκε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς προσπίπτοντας πιστῶς, Πάτερ τῇ σεπτῇ σου εἰκόνι, καὶ τοῖς λειψάνοις σου, ὅσιε Ἀντώνιε, τῶν Βεῤῥοιέων χαρά, ἀνωτέρους διάσωζε, παθῶν καὶ κινδύνων, καὶ παντοίων θλίψεων, τῇ προστασίᾳ σου, αἴτει δὲ ἡμῖν θεοφόρε, ἄφεσιν πταισμάτων θεόθεν, καὶ χαρὰν καὶ νόσων ἀπολύτρωσαι.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.