ΑΓΙΩΝ ΑΝΑΡΓΥΡΩΝ ΓΙΟΡΤΗ : Ο Παρακλητικός Κανών Αγίων Αναργύρων διαβάζεται την ημέρα εορτής των Αγίων Αναργύρων ή σε κάθε άλλη περίπτωση.

Ὁ Ἱερεύς Εὐλογητός ὁ Θεός…
Ὁ ἀναγνώστης: Ἀμήν.

Ψαλμός ρμβ΄ (142).
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀλήθειά σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σου. Καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος, καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί.

Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου. Μή ἀποστρέψης τό πρόσωπόν σου ἀπ’ ἔμου, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα. Γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἡ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου. Ἐξελού μέ ἐκ τῶν ἔχθρων μου, Κύριε, πρός σέ κατέφυγον, δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μου. Τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ. Ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου, καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.

Καί εὐθύς τό, Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ἐξ ἑκατέρων τῶν Χορῶν, ὡς ἕξης:

Ἦχος δ΄.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.
Τάς χαμαιζήλους ἠδονᾶς συμπατοῦντες, καί Αναργύρων τους νοσοῦντας ἰώμενοι, Ἀνάργυροι πανεύφημοι καί θεῖοι ἰατροί, πρός Χριστοῦ ἐστέφθητε, οὐρανίοις στεφάνοις, ὅθεν ἰκετεύομεν, σκοτασμοῦ ἁμαρτίας, καί νοσημάτων ρύσασθε ἠμᾶς, τόν ἐπί πάντων Θεόν ἱκετεύοντες.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.
Τή Θεοτόκω μετά δέους ἐμφρόνως, πάντες προσδράμωμεν κραυγάζοντες πόθω, Ὑπεραγία Δέσποινα Πανύμνητε, ρύσαι τῷ ἐλέει σου, ἀδοκήτων κινδύνων, πάσης περιστάσεως καί κολάσεως τάχος, καί πάσης νόσων λύμης, Ἀγαθή, εὐλογημένη Μαρία Θεονυμφε.

Ψαλμός Ν΄ (50).
Ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, ἑξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου, καί ἀπό τῆς ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιον μούεεστι διά παντός. Σοί μόνω ἥμαρτον, καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου, καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου, καί τό Πνεῦμα σου τό ἅγιον μή ἀντανέλης ἀπ’ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην, ὁ Θεός, οὐκ ἐξουδενώοει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος. Ὠδή ἅ΄ .Ἦχος πλ. δ΄ .Ὑγρᾶν διοδεύσας.
Πολλοῖς συνεχόμενος ἀλγεινοῖς, πρός ὑμᾶς ἐνθέρμως, καταφεύγων ἐκδυσωπῶ, ταῖς πρός τόν Θεόν ὑμῶν πρεσβείαις, τούτων μέ τάχος, Ἀνάργυροι ρύσασθε.
Παθῶν καταφλέγει μου φλόξ δεινή, Ἀνάργυροι θεῖοι, τήν καρδίαν καί τήν ψυχήν, ταχέως οὔν ταύτην ἱκετεύω, ταῖς ὑμετέραις δεήσεσι σβέσατε.
Νοσῶν πλείστοις πάθεσι χαλεποῖς, πολλῶν ἐκ πταισμάτων, τῷ φαρμάκω τῶν δραστικῶν, ὑμῶν πρεσβειῶν πρός τόν Δεσπότην, ἐκλιπαρῶ ἰαθῆναι, Ἀνάργυροι.

Θεοτοκίον.

Συνέτισον τόν δοῦλόν σου, Μαριάμ, ἀνοιξόν μοί πύλας μετανοίας, καί ἐκ πυλῶν, τῆς θανατηφόρου ἁμαρτίας, τή μεσιτεία σου ρύσαι μέ, Δέσποινα.

Ὠδή γ΄. Οὐρανίας ἁψίδος…
Προστασίαις ταῖς θείαις ὑμῶν, Ἀνάργυροι ρύσασθε, ἐμέ τόν ἐν ζάλη καί τρικυμίαις τοῦ βίου ἐγκυματούμενον, ὑμᾶς γάρ εὕρηκα, μετά Θεόν κυβερνήτας, πρός λιμένα ἄσυλον καί ἀχείμαστον.
Ἱκετεύω ἐν πόθω τήν τῆς ψυχῆς κάκωσιν, καί τάς σαρκικᾶς ἀσθενείας μου ἰατρεύσατε, ὑμεῖς γάρ πάνσεπτοι, τόν τῶν ψυχῶν καί σωμάτων, ἰατρόν τόν Πάνσοφον ἐμιμήσασθε.
Χαλεπαῖς ἀρρωστίαις καί τακτικοῖς πάθεσιν, ὄλω καθ’ ἑκάστην, Ἀνάργυροι, τηκομένω μοί, ταῖς πρός τόν Κύριον, ὑμῶν ἐνθέρμοις πρεσβείαις, φάρμακα δωρήσασθε ἀλεξίπονα.

Θεοτοκίον.

Ἐπί κλίνης ὀδύνης ὀδυνηρῶς κείμενος, σέ ἐπικαλοῦμαι Παρθένε, κλῖνον τό οὖς σου ἐμοί, σπεῦσον τοῦ σῶσαι μέ καί ἐξελέσθαι ἐν τάχει, πυρός ὑποσμύχοντος νῦν τήν καρδίαν μου.

Ὠδή δ΄. Εἰσακήκοα, Κύριε.
Τῶν παθῶν μου τόν καύσωνα, καί τόν τῆς ἀθλίας ψυχῆς μου τάραχον, ταῖς εὐχαῖς ὑμῶν, Ἀνάργυροι, σβέσατε ἐν τάχει καί κατευνάσατε.
Ἀπολαύοντες πάντοτε, τῶν ἐκ τῆς εἰκόνος ὑμῶν, Ἀνάργυροι, χαρισμάτων, ἀναμέλπομεν, τόν ὑμᾶς δοξάσαντα ὑπεράγαθον.
Ἐπί κλίνης μέ κείμενον, καί νόσον νοσοῦντα ψυχῆς καί σώματος, ὤ Ἀνάργυροι ἐγείρατε, ταῖς πρός τόν Σωτήρα ὑμῶν δεήσεσι.

Θεοτοκίον.

Ρῶσιν δίδου μοί, Παναγνέ, ἐπικαμπτομένη οἰκτραῖς δεήσεσι, πάσαν νόσον καί ἐπάχθειαν, ἐπιούσαν ἄφνω ἀναστέλλουσα.

Ὠδή ἐ΄. Φώτισον ἠμᾶς.
Ἔμπλησον ταχύ τήν ψυχήν μου θείας χάριτος, τῶν Αναργύρων ἡ σεπτή Δωδεκάς, τοῦ προσιόντος τή σκέπη καί τή εἰκόνι σου.
Λύτρωσαι μέ νῦν σαῖς πρός Κύριον ἐντεύξεσι, δεινῆς ἐκ νόσου καί πάσης θλίψεως, ὤ δωδεκάς Ἰατρῶν ἀξιάγαστε.
Ἰασαι ψυχῆς τά πολλά πάθη καί σώματος, ὤ δωδεκάς Ἰατρῶν παμμακάριστε, τῶν μετά πόθου προσκυνούντων τήν εἰκόνα σου.

Θεοτοκίον.

Ἅπαντα ἐχθρόν δυσμενῶν ἐπιτεθέμενος, ἠμίν τοῖς δούλοις σου, Πανάμωμε, θείω σου κράτει, συμπατούσα ἑξαφάνισον.

Ὠδή στ΄. Τήν δέησιν ἐκχεῶ…
Θανάτου καί συμφορῶν καί θλίψεων, ἀπαλλάξατε δεινῶν τέ παντοίων, ὤ Ἰατροί ἄμισθοι τῶν νοσούντων, ἐσαεί λυτρωτᾶς ἐπιγραφόμενοι, σωτῆρας τέ μετά Θεόν, εὐκλεέστατοι θεῖοι Ἀνάργυροι.
Ἐν κλίνη τῶν ἀνιάτων παθῶν μου, κατακείμενος, Ἀνάργυροι θεῖοι, ἐκλιπαρῶ τῆς θερμῆς ὑμῶν σκέπης, καί ἀντιλήψεως μή μέ στερήσητε, πρεσβεύοντες διηνεκῶς, ὅπως εὕρω ὑγείας ἀντίληψιν.

Θεοτοκίον.

Φιλεύσπλαγχνε τοῦ Θεοῦ λοχεύτρια, ὤ Παρθένε Θεοτόκε Μαρία, τή πρός Θεόν ἐκτενεῖ σου πρεσβεία, τῶν δυσχερῶν μέ ἁπάλλαξον κράζοντα, δοξάζω σέ μόνη Ἁγνή, Παναγία Θεονυμφε Δέσποινα.

Ἐπιβλεψον, ὤ δωδεκάς Αναργύρων ἁγία, ἐπί τήν ἐμήν ψυχῆς τέ καί σώματος κάκωσιν, καί ἴασιν δώρησαι μοί λιταίς σου.

Καί Θεοτοκίον. Ἄχραντε…

Ὁ Ἱερεύς μνημονεύει. Εἴτα τό Κοντάκιον. Ἦχος β΄. Τά ἄνω ζητῶν.
Προστᾶται θερμοί καί φύλακες ἄγρυπνοι, τῶν πίστει ὑμᾶς ἀνυμνούντων ὑπάρχοντες, ἐκ ψυχῆς βοῶμεν ὑμίν, ἀκέστορες πάνσεπτοι σπεύσατε, καί ἐκ κινδύνων λυτρώσασθε ἠμᾶς, ὡς παρρησίαν πρός Κύριον ἔχοντες.

Καί εὐθύς τό Προκείμενον. Ἦχος δ΄.
Τοῖς Ἁγίοις τοῖς ἐν τή γῆ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Στίχος. Ἀκούσατε ταῦτα πάντα τά ἔθνη.
Εὐαγγέλιον Ἐκ τοῦ κατά Ματθαῖον (Ι΄ 5-8).
Τῷ καιρῶ ἐκείνω, προσκαλεσάμενος ὁ Ἰησοῦς τούς δώδεκα Μαθητᾶς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατά πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καί θεραπεύειν πάσαν νόσον καί πάσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς, λέγων, Εἰς ὁδόν ἐθνῶν μή ἀπέλθητε, καί εἰς πόλιν Σαμαρειτῶν μή εἰσέλθητε, πορεύεσθε δέ μᾶλλον πρός τά πρόβατα τά ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δέ, κηρύσσετε, λέγοντες. Ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπρούς καθαρίζετε, νεκρούς ἐγείρετε, δαιμόνια ἐκβάλλετε, δωρεάν ἐλάβετε, δωρεάν δότε.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τῶν Αναργύρων, πρεσβείαις, Ἐλεῆμον, ἁπάλλαξον παθῶν μέ καί δώρησαι ὑγείαν.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις εὐπροσδέκτοις, ἐλέησον τόν κόσμον, Χριστέ ὡς εὐεργέτης.

Στίχος. Ἐλέησον μέ, ὁ Θεός…
Καί τό Τροπάριον. Ἦχος πλ. Β΄
Μεταβολή θλίψεως πάσης, ἀπαλλαγή παντοίας νόσου ὑπάρχουσα, δωδεκάς ἡ ἁγία, Αναργύρων τῶν πανευκλεῶν, σῶζε πάντας ἐκ τῆς ὀλέθριας, τοῦ ἐχθροῦ ὁρμῆς καί ἐπήρειας, θείαις σου πρός Κύριον ἐντεύξεσι.

Ὁ Ἱερεύς·
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σου· ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον ἔφ΄ ἠμᾶς τά ἐλέη σου τά πλούσια· πρεσβείαις τῆς πανάχραντου Δεσποίνης ἠμῶν Θεοτόκου καί ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καί ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων θείων Δυνάμεων ἀσωμάτων· ἰκεσίαις τοῦ τιμίου καί ἐνδόξου προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων· τῶν ἐν ἁγίοις πατέρων ἠμῶν, μεγάλων Ἱεραρχῶν καί Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας καί Νικηφόρου Πατριάρχου Κῶν/πόλεως τοῦ Ὁμολογητοῦ. Νικολάου ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας, Σπυρίδωνος ἀρχιεπισκόπου Τριμυθοῦντος, Ἀχιλλίου καί Βησσαρίωνος ἀρχιεπισκόπων Λαρίσης, Λουκᾶ ἀρχιεπισκόπου Συμφερουπόλεως καί Κριμαίας καί Νεκταρίου ἐπισκόπου Πενταπόλεως τοῦ ἐν Αἰγήνη, τῶν θαυματουργῶν.

Τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, Θεοδώρου τοῦ Στρατηλάτου, Φανουρίου τοῦ νεοφανούς καί Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Χαραλάμπους, Ἰγνατίου καί Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων γυναικών, Αἰκατερίνης τῆς πανσόφου, Μαρίνης καί Παρασκευῆς τῆς ἀθληφόρου καί Φιλοθέης τῆς Ἀθηναίας· τῶν ἁγίων ἐνδόξων καί καλλινίκων νεομαρτύρων Γεδεῶν τοῦ ἐν Τυρνάβω, Γεωργίου τοῦ ἐκ Ραψάνης, Δαμιανοῦ καί Ἰωάννου τῶν ἐν Λαρίση μαρτυρησάντων καί τῶν Νεοφανῶν μαρτύρων Ραφαήλ, Νικολάου καί Εἰρήνης. Τῶν ἁγίων ἐνδόξων καί θεοστέπτων βασιλέων Κῶν/νοῦ καί Ἑλένης τῶν ἰσαποστόλων· τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν, Στυλιανοῦ τοῦ Παφλαγόνος, Διονυσίου τοῦ ἐν Ὀλύμπω καί Συμεών τοῦ μονοχίτωνος καί ἀνυποδήτου. Τῶν ἁγίων ἐνδόξων καί θαυματρουγῶν Αναργύρων, Κοσμᾶ καί Δαμιανοῦ, Κύρου καί Ἰωάννου, Παντελεήμονος καί Ἐρμολάου.

Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί Ἄννης· τοῦ ἁγίου (της ἡμέρας), οὗ τήν μνήμην ἐπιτελοῦμεν, καί πάντων σου τῶν Ἁγίων· Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε· ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου, καί ἐλέησον ἠμᾶς..

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τήν ὀξεῖάν μου νόσον, εἰς ὑγείαν, Ἅγιοι, μεταποιήσατε νῦν, ψυχήν ὁμού καί σῶμα, ἰώμενοι τελείως, τοῦ βοῶντος πρός Κύριον, ὁ τῶν πατέρων ἠμῶν Θεός εὐλογητός εἰ.

Σωμάτων ἰατήρας, καί ψυχῶν σωτήρας ὑμᾶς ἐπιστάμενοι, δεόμεθα ἰάσθαι, καί σώζειν τούς βοώντας, πρός τόν πάντων Σωτήρα Χριστόν, ὁ τῶν Πατέρων ἠμῶν Θεός εὐλογητός εἰ.

Θεοτοκίον.

Ἐκ χειμῶνος τό ἔαρ, καί ἐκ ζάλης γαλήνη, Ἁγνή προέρχεται, ἐκ ζόφου δέ πταισμάτων, τό φῶς τῆς ἀπαθείας, μετανοία εἰσέρχεται, οἱ ἐμπαθεῖς τοιγαροῦν θαρρῶμεν μεταγνῶντες.

Ὠδή ἡ΄. Τόν Βασιλέα…
Τούς βοηθείας τῆς παρ’ ὑμῶν δεομένους, μή παρίδητε Ἀνάργυροι θεῖοι, ἀλλ’ ἐκ νόσου πάσης λυτρώσασθε καί βλάβης.
Τῶν πειρασμῶν ὑμεῖς, προσβολᾶς τάς ποικίλας, ἐκδιώκετε, Ἀνάργυροι πάσας, ταῖς πρός τόν Δεσπότην θερμαῖς ὑμῶν πρεσβείαις.
Τῶν νοσημάτων σύ, ἰατρεῖα ἕτοιμη, ἡ τῶν θείων ἐδείχθης Αναργύρων, Δωδεκάς σοφή τέ καί ὄντως θαυμασία.

Θεοτοκίον.

Ἴνα τιμῶν ἀνυμνῶ μετά πόθου, τό παμπόθητον, Μαρία, ὄνομά σου, νόσων καί κινδύνων ἐκλύτρωσαι μέ τάχος.

Ὠδή θ΄. Κυρίως Θεοτοκίον.
Ροήν μου τῶν δακρύων, δέξασθε ἀσμένως, καί ταῖς λιταῖς ὑμῶν πάντα τόν βόρβορον, τῶν νοσημάτων μου πλύνατε, ὤ Ἀνάργυροι.
Χαρᾶς τῆς αἰωνίου, πάντες σύν Ἀγγέλοις ἐπαπολαύοντες, θεῖοι Ἀνάργυροι, χαρᾶς ἀλήκτου πληροῦτε καί τάς καρδίας ἠμῶν.
Λιμήν καί ἰατρεῖον πέλει τῶν νοσούντων, ἡ τῶν σοφῶν Ἰατρῶν σεβασμία εἰκών, ἡ προσιόντες ἐν πίστει νόσων λυτρούμεθα.

Θεοτοκίον.

Μαρία Θεοτόκε, τῶν πιστῶν χορείας, ἐξ ὁρατῶν ρυομένη καί ἀοράτων ἐχθρῶν, σῶζε ἐκ πάσης φθορᾶς κινδύνων καί θλίψεων.

Ἄξιον ἐστίν ὡς ἀληθῶς…
Καί τά παρόντα Μεγαλυνάρια.
Πάντων τῶν νοσούντων τούς Ἰατρούς, πηγᾶς ἰαμάτων, Αναργύρους τους εὐκλεεῖς, δεῦτε συνδραμόντες οἱ φιλέορτοι τούτους, χρεωστικῶς ἐν ὕμνοις δοξολογήσωμεν.
Ἀνάργυροι θεῖοι, θαυματουργοί, Ἰατροί νοσούντων, ἰατρεύσατε τούς θερμῶς, ἐπικαλουμένους ὑμᾶς, παθῶν ποικίλων, ταῖς ὑμῶν πρεσβείαις πρός τόν φιλάνθρωπον.
Μή παύσητε, Ἀνάργυροι Ἰατροί, ψυχῶν καί σωμάτων, ἰκετεύειν ὑπέρ ἠμῶν, τήν σεπτήν Τριάδα, ρυσθῆναι ἐκ κινδύνων, καί πάσης ἀσθενείας ἠμᾶς καί θλίψεως.
Ἰάσεων ἅπαντες τάς πηγᾶς, ὀχετούς ἀφθόνους δωρημάτων τῶν τοῦ Θεοῦ, φωτός τοῦ αὔλου τά πάμφωτα δοχεῖα, τούς θείους Αναργύρους ἀνευφημήσωμεν.

Καί τό Θεοτοκίον. Ἀπό τῶν πολλῶν μου ἁμαρτιῶν…

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Ὁ Ἱερεύς• Ὅτι Σου ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης· Ἀμήν.

Τροπάριον.Ἦχος πλ. Δ΄.
Ἅγιοι Ἀνάργυροι καί θαυματουργοί, ἐπισκέψασθε τάς ἀσθενείας ἠμῶν, δωρεάν ἐλάβετε, δωρεάν δότε ἠμίν.

Ὁ Ἱερεύς ὡς ἔθος μνημονεύει.
Εἰς τήν ἀπόλυσιν ψάλλομεν τό παρόν Προσόμοιον, Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου Σέ νεκρόν.

Δεῦτε ὀρθοδόξων ἡ πληθύς, δεῦτε τῶν πιστῶν αἵ χορεῖαι κατασπασώμεθα, εἰκόνα τήν πάνσεπτον, τῶν Αναργύρων Χριστοῦ, Ἰατρῶν τῶν παθῶν ἠμῶν, πρός αὐτούς βοῶντες, ρύσασθε Ἀνάργυροι, ἐκ τῶν κινδύνων ἠμᾶς, νόσων καί παθῶν ἀνιάτων, ταῖς εὐχαῖς ὑμῶν πρός τόν Κτίστην, τούς ὑμᾶς τιμώντας, πανσεβάσμιοι.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Εκκλησία Online
Αποστολή
Αξιολόγηση επισκεπτών 0 (0 ψήφοι)

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.