ΕΥΑΓΓΕΛΙΟ ΣΗΜΕΡΑ: Ευαγγέλιο και Απόστολος της Πέμπτης 15 Σεπτεμβρίου 2022. Γιορτή σήμερα: Άγιος Βησσαρίων και Άγιος Νικήτας. Κατά Μάρκο - Ευαγγέλιο Ε'(5) 1-20. Επιστολή Αποστόλου Παύλου - Προς Γαλάτες, Α'(1) 1-3, 20 - Β'(2) 5.

Μελετήστε το Ευαγγέλιο κάθε μέρα από την ΕΚΚΛΗΣΙΑ Online.

Ευαγγέλιο Σήμερα

Κατά Μάρκο Ε'(5) 1-20

Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν Γεργεσηνῶν.
καὶ ἐξελθόντος αὐτοῦ ἐκ τοῦ πλοίου εὐθέως ἀπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ,
ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασι, καὶ οὔτε ἁλύσεσιν οὐδεὶς ἠδύνατο αὐτὸν δῆσαι,
διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι, καὶ διεσπάσθαι ὑπ᾿ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς ἴσχυεν αὐτὸν δαμάσαι·
καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς μνήμασι καὶ ἐν τοῖς ὄρεσιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις.
ἰδὼν δὲ τὸν ᾿Ιησοῦν ἀπὸ μακρόθεν ἔδραμε καὶ προσεκύνησεν αὐτόν,
καὶ κράξας φωνῇ μεγάλῃ λέγει· τί ἐμοὶ καὶ σοί, ᾿Ιησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; ὁρκίζω σε τὸν Θεόν, μή με βασανίσῃς.
ἔλεγε γὰρ αὐτῷ· ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου.
καὶ ἐπηρώτα αὐτόν· τί ὄνομά σοι; καὶ ἀπεκρίθη λέγων· λεγεὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν.
καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ ἀποστείλῃ αὐτοὺς ἔξω τῆς χώρας.
ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων μεγάλη βοσκομένη πρὸς τῷ ὄρει·
καὶ παρεκάλεσαν αὐτὸν πάντες οἱ δαίμονες λέγοντες· πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν.
καὶ ἐπέτρεψεν αὐτοῖς εὐθέως ὁ ᾿Ιησοῦς. καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν· ἦσαν δὲ ὡς δισχίλιοι· καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ.
καὶ οἱ βόσκοντες τοὺς χοίρους ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ ἐξῆλθον ἰδεῖν τί ἐστι τὸ γεγονός.
καὶ ἔρχονται πρὸς τὸν ᾿Ιησοῦν, καὶ θεωροῦσι τὸν δαιμονιζόμενον καθήμενον καὶ ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν λεγεῶνα, καὶ ἐφοβήθησαν.
καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων.
καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν.
καὶ ἐμβαίνοντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα μετ᾿ αὐτοῦ ᾖ.
καὶ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ· ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σοὺς καὶ ἀνάγγειλον αὐτοῖς ὅσα σοι ὁ Κύριος πεποίηκε καὶ ἠλέησέ σε.
καὶ ἀπῆλθε καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ ᾿Ιησοῦς, καὶ πάντες ἐθαύμαζον.

Διαβάστε ολόκληρο το Ευαγγέλιο της Πέμπτης 15 Σεπτεμβρίου 2022 και σε νεοελληνική απόδοση, κατά την εορτή του Αγίου Νικήτα.

Απόστολος Σήμερα

Επιστολή Αποστόλου Παύλου – Προς Γαλάτες, Α'(1) 1-3, 20 – Β'(2) 5

Παῦλος, ἀπόστολος οὐκ ἀπ’ ἀνθρώπων, οὐδὲ δι’ ἀνθρώπου, ἀλλὰ διὰ ᾿Ιησοῦ Χριστοῦ καὶ Θεοῦ πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν,
καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί, ταῖς ἐκκλησίαις τῆς Γαλατίας·
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς καὶ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ,

ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ Θεοῦ ὅτι οὐ ψεύδομαι.
ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας.
ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς ᾿Ιουδαίας ταῖς ἐν Χριστῷ·
μόνον δὲ ἀκούοντες ἦσαν ὅτι ὁ διώκων ἡμᾶς ποτε νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει,
καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸ Θεόν.

Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς ῾Ιεροσόλυμα μετὰ Βαρνάβα, συμπαραλαβὼν καὶ Τίτον·
ἀνέβην δὲ κατὰ ἀποκάλυψιν· καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον ὃ κηρύσσω ἐν τοῖς ἔθνεσι, κατ’ ἰδίαν δὲ τοῖς δοκοῦσι, μήπως εἰς κενὸν τρέχω ἢ ἔδραμον.
ἀλλ’ οὐδὲ Τίτος ὁ σὺν ἐμοί, ῞Ελλην ὤν, ἠναγκάσθη περιτμηθῆναι,
διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν ἣν ἔχομεν ἐν Χριστῷ ᾿Ιησοῦ, ἵνα ἡμᾶς καταδουλώσωνται·
οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ, ἵνα ἡ ἀλήθεια τοῦ εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς.

Διαβάστε ολόκληρο τον Απόστολο της Πέμπτης 15 Σεπτεμβρίου 2022 και σε νεοελληνική απόδοση, κατά την εορτή του Αγίου Βησσαρίωνος.

Δείτε σε ζωντανή μετάδοση τον Όρθρο και την Πανηγυρική Θεία Λειτουργία του Αγίου Βησσαρίωνα του Αρχιεπισκόπου Λαρίσης, από τον Ιερό Ναό Αγίου Βησσαρίωνος Πύλης Τρικάλων, Πέμπτη 15 Σεπτεμβρίου 2022 07.00 το πρωί.

Πως να στείλετε τα ονόματα

Πρώτα εγγραφείτε στο κανάλι μας στο YouTube

Στείλτε ονόματα στην Εκκλησία Online μέσω της φόρμας παρακάτω.

Διαβάστε επίσης την γιορτή σήμερα 15 Σεπτεμβρίου: Άγιος Βησσαρίων ο Αρχιεπίσκοπος Λαρίσης.

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.