ΕΥΑΓΓΕΛΙΟ ΣΗΜΕΡΑ: Ευαγγέλιο και Απόστολος της Παρασκευής 20 Σεπτεμβρίου 2019. Γιορτή σήμερα: Άγιος Ευστάθιος. Κατά Λουκά - Ευαγγέλιο, Δ'(4) 22-30. Επιστολή Αποστόλου Παύλου - Προς Γαλάτες, Β'(2) 6-10.

Μελετήστε το Ευαγγέλιο κάθε μέρα από την ΕΚΚΛΗΣΙΑ Online.

Ευαγγέλιο Σήμερα

Κατά Λουκά Δ'(4) 22-30

καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ υἱὸς ᾿Ιωσήφ;
καὶ εἶπε πρὸς αὐτούς· πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα ἐν τῇ Καπερναούμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου.
εἶπε δέ· ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ.
ἐπ᾿ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις ᾿Ηλιοὺ ἐν τῷ ᾿Ισραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν,
καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη ᾿Ηλίας εἰ μὴ εἰς Σάρεπτα τῆς Σιδωνίας πρὸς γυναῖκα χήραν.
καὶ πολλοὶ λεπροὶ ἦσαν ἐπὶ ᾿Ελισαίου τοῦ προφήτου ἐν τῷ ᾿Ισραήλ, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ Νεεμὰν ὁ Σύρος.
καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα,
καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους, ἐφ᾿ οὗ ἡ πόλις αὐτῶν ᾠκοδόμητο, εἰς τὸ κατακρημνίσαι αὐτόν.
αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο.

Διαβάστε ολόκληρο το Ευαγγέλιο της Παρασκευής 20 Σεπτεμβρίου 2019 και σε νεοελληνική απόδοση, κατά την εορτή του Αγίου Ευσταθίου του Μεγαλομάρτυρα.

Απόστολος Σήμερα

Επιστολή Αποστόλου Παύλου – Προς Γαλάτες, Β'(2) 6-10

ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι, ὁποῖοί ποτε ἦσαν οὐδέν μοι διαφέρει· πρόσωπον Θεὸς ἀνθρώπου οὐ λαμβάνει· ἐμοὶ γὰρ οἱ δοκοῦντες οὐδὲν προσανέθεντο,
ἀλλὰ τοὐναντίον ἰδόντες ὅτι πεπίστευμαι τὸ εὐαγγέλιον τῆς ἀκροβυστίας καθὼς Πέτρος τῆς περιτομῆς·
ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς ἐνήργησε καὶ ἐμοὶ εἰς τὰ ἔθνη·
καὶ γνόντες τὴν χάριν τὴν δοθεῖσάν μοι, ᾿Ιάκωβος καὶ Κηφᾶς καὶ ᾿Ιωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν·
μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι.

Διαβάστε ολόκληρο τον Απόστολο της Παρασκευής 20 Σεπτεμβρίου 2019 και σε νεοελληνική απόδοση.

Εκκλησία Online
Αποστολή
Αξιολόγηση επισκεπτών 0 (0 ψήφοι)

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.