ΕΥΑΓΓΕΛΙΟ ΣΗΜΕΡΑ: Ευαγγέλιο και Απόστολος της Δευτέρας 10 Ιουνίου 2024. Γιορτή σήμερα: Άγιος Σάββας και Άγιος Αλέξανδρος και Αντωνίνα. Κατά Ιωάννη - Ευαγγέλιο ΙΑ'(11) 47-54. Πράξεις Αποστόλων, ΙΖ'(17) 1-9.
Μελετήστε το Ευαγγέλιο κάθε μέρα από την ΕΚΚΛΗΣΙΑ Online.
Ευαγγέλιο Σήμερα
Κατά Ιωάννη ΙΑ'(11) 47-54
Συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον καὶ ἔλεγον· τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ;
ἐὰν ἀφῶμεν αὐτὸν οὕτω, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ρωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος.
εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· ὑμεῖς οὐκ οἴδατε οὐδέν,
οὐδὲ διαλογίζεσθε ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.
τοῦτο δὲ ἀφ’ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου προεφήτευσεν ὅτι ἔμελλεν ὁ ᾿Ιησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους,
καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ’ ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν.
ἀπ’ ἐκείνης οὖν τῆς ἡμέρας συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν.
᾿Ιησοῦς οὖν οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς ᾿Ιουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς ᾿Εφραὶμ λεγομένην πόλιν, κἀκεῖ διέτριβε μετὰ τῶν μαθητῶν αὐτοῦ.
Διαβάστε ολόκληρο το Ευαγγέλιο της Δευτέρας 10 Ιουνίου 2024 και σε νεοελληνική απόδοση, κατά την εορτή των Αγίων Αλεξάνδρου και Αντωνίνας.
Απόστολος Σήμερα
Πράξεις Αποστόλων, ΙΖ'(17) 1-9
Διοδεύσαντες δὲ τὴν ᾿Αμφίπολιν καὶ ᾿Απολλωνίαν ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν ἡ συναγωγὴ τῶν ᾿Ιουδαίων.
κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ εἰσῆλθε πρὸς αὐτούς, καὶ ἐπὶ σάββατα τρία διελέγετο αὐτοῖς ἀπὸ τῶν γραφῶν,
διανοίγων καὶ παρατιθέμενος ὅτι τὸν Χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι οὗτός ἐστιν ὁ Χριστός, ᾿Ιησοῦς ὃν ἐγὼ καταγγέλλω ὑμῖν.
καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, τῶν τε σεβομένων ῾Ελλήνων πολὺ πλῆθος γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι.
Προσλαβόμενοι δὲ οἱ ἀπειθοῦντες ᾿Ιουδαῖοι τῶν ἀγοραίων τινὰς ἄνδρας πονηροὺς καὶ ὀχλοποιήσαντες ἐθορύβουν τὴν πόλιν, ἐπιστάντες τε τῇ οἰκίᾳ ᾿Ιάσονος ἐζήτουν αὐτοὺς ἀγαγεῖν εἰς τὸν δῆμον·
μὴ εὑρόντες δὲ αὐτοὺς ἔσυρον τὸν ᾿Ιάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες ὅτι οἱ τὴν οἰκουμένην ἀναστατώσαντες οὗτοι καὶ ἐνθάδε πάρεισιν,
οὓς ὑποδέδεκται ᾿Ιάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσι, βασιλέα ἕτερον λέγοντες εἶναι, ᾿Ιησοῦν.
ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα,
καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ ᾿Ιάσονος καὶ τῶν λοιπῶν ἀπέλυσαν αὐτούς.
Διαβάστε ολόκληρο τον Απόστολο της Δευτέρας 10 Ιουνίου 2024 και σε νεοελληνική απόδοση, κατά την εορτή του Αγίου Σάββα του Σταγειρίτου.
Δείτε σε ζωντανή μετάδοση τον Πανηγυρικό Εσπερινό του Αγίου Λουκά του Ιατρού του Αρχιεπισκόπου Κριμαίας, από τον Ιερό Ναό Αγίου Βησσαρίωνος Πύλης Τρικάλων, Δευτέρα 10 Ιουνίου 2024 19.00 το απόγευμα.
Πως να στείλετε τα ονόματα
Πρώτα εγγραφείτε στο κανάλι μας στο YouTube
Στείλτε ονόματα στην Εκκλησία Αγίου Βησσαρίωνος μέσω της φόρμας παρακάτω για να μνημονευτούν.
Διαβάστε επίσης την γιορτή σήμερα 10 Ιουνίου: Άγιος Σάββας ο Σταγειρίτης ο Οσιομάρτυρας.





































