Όσιος Παρθένιος Επίσκοπος Λαμψάκου: Ο Παρακλητικός Κανών Οσίου Παρθενίου Επισκόπου Λαμψάκου διαβάζεται στους Ιερούς Ναούς την ημέρα εορτής του Αγίου Παρθενίου (7 Φεβρουαρίου) ή σε κάθε άλλη περίσταση.

Παρακλητικός Κανών Οσίου Παρθενίου Επισκόπου Λαμψάκου του Θαυματουργού

Ο Ιερεύς: Ευλογητός ο Θεός ημών πάντοτε, νύν καί αεί καί εις τούς αιώνας τών αιώνων.
Ο Αναγνώστης: Αμήν.

Δόξα σοί, ο Θεός ημών, δόξα σοί.
Βασιλεύ Ουράνιε, Παράκλητε, τό Πνεύμα τής αληθείας, ο πανταχού παρών καί τά πάντα πληρών, ο θησαυρός τών αγαθών καί ζωής χορηγός, ελθέ καί σκήνωσον εν ημίν καί καθάρισον ημάς από πάσης κηλίδος καί σώσον, Αγαθέ τάς ψυχάς ημών.

Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος ελέησον ημάς. (τρείς φορές)
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Παναγία τριάς, ελέησον ημάς. Κύριε ιλάσθητι ταίς αμαρτίαις ημών. Δέσποτα, συγχώρισον τάς ανομίας ημίν. Άγιε, επισκεψε καί ίασαι τάς ασθενείας ημών, ένεκεν τού ονόματός σου. Κύριε ελέησον, Κύριε ελέησον, Κύριε ελέησον. Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι. Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Πάτερ ημών, ο εν τοίς ουρανοίς, αγιασθήτω τό όνομά Σου, ελθέτω η βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ως εν ουρανό καί επί τής γής. Τόν άρτον ημών τόν επιούσιον δός ημίν σήμερον, καί άφες ημίν τά οφειλήματα ημών, ως καί ημείς αφίεμεν τοίς οφειλέταις ημών, καί μή εισενέγκης ημάς εις πειρασμόν αλλά ρύσαι ημάς από τού πονηρού.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εισάκουσον τής προσευχής μου, ενώτισαι τήν δέησίν μου εν τή αληθεία σου, εισάκουσόν μου εν τή δικαιοσύνη σού καί μή εισέλθης εις κρίσιν μετά τού δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πάς ζών. ότι κατεδίωξεν ο εχθρός τήν ψυχήν μου, εταπείνωσεν εις γήν τήν ζωήν μου, εκάθισε μέ εν σκοτεινοίς ως νεκρούς αιώνος καί ηκηδίασεν έπ εμέ τό πνεύμά μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοίς έργοις σου, εν ποιήμασι τών χειρών σου εμελέτων. διεπέτασα πρός σέ τάς χείράς μου, η ψυχή μου ως γή άνυδρος σοί.

Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε τό πνεύμά μου μή αποστρέψης τό πρόσωπόν σου άπ εμού, καί ομοιωθήσομαι τοίς καταβαίνουσιν εις λάκκον. ακουστόν ποίησον μοί τό πρωί τό έλεός σου, ότι επί σοί ήλπισα γνώρισον μοί, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μού εξελού μέ εκ τών εχθρών μου, Κύριε, ότι πρός σέ κατέφυγον. δίδαξον μέ τού ποιείν τό θέλημά σου, ότι σύ ει ο Θεός μού τό πνεύμά σου τό αγαθόν οδηγήσει μέ εν γή ευθεία. Ένεκεν τού ονόματός σου, Κύριε, ζήσεις μέ, εν τή δικαιοσύνη σου εξάξεις εκ θλίψεως τήν ψυχήν μου καί εν τώ ελέει σου εξολοθρεύσεις τούς εχθρούς μου καί απολείς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ότι εγώ δούλός σου ειμι.

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος ά΄. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος β΄. Πάντα τά έθνη εκύκλωσαν μέ, καί τώ ονόματι Κυρίου ημυνάμην αυτούς.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου εγένετο αύτη, καί έστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Είτα τά παρόντα Τροπάρια.
Ήχος δ΄. Ο υψωθείς εν τώ Σταυρώ.
Ως ιεράρχης τού Χριστού θεοφόρος, πλουσίαν χάριν παρ αυτού εκομίσω, τού ενεργείν παράδοξα Παρθένιε· όθεν ταίς πρεσβείαις σου, πολυτρόπων κινδύνων, καί παντοίων θλίψεων, καί δαιμόνων μανίας, φύλαττε Πάτερ άπαντας ημάς, τούς σέ μεσίτην, πρός Κύριον έχοντας. χριστιανος.gr

Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι. Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Θεοτοκίον.
Ου σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλείν οι αναξιοι ει μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ημάς ερρύσατο εκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν έως νύν ελευθέρους; Ουκ αποστώμεν, Δέσποινα, εκ σού σούς γάρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.

Ψαλμός ν΄ (50)
Ελέησον μέ, ο Θεός, κατά τό μέγα έλεός σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημα μουεπί πλείον πλύνον μέ από τής ανομίας μου καί από τής αμαρτίας μού καθάρισον μέ. Ότι τήν ανομίαν μου εγώ γινώσκω, καί η αμαρτία μου ενώπιόν μου εστι διαπαντός. Σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα, όπως άν δικαιωθής εν τοίς λόγοις σου, καί νικήσης εν τώ κρίνεσθαι σέ. Ιδού γάρ εν ανομίαις συνελήφθην, καί εν αμαρτίαις εκίσσησε μέ η μήτηρ μου. Ιδού γάρ αλήθειαν ηγάπησας, τά άδηλα καί τά κρύφια της σοφίας σου εδήλωσας μοί. Ραντιείς μέ υσσώπω, καί καθαρισθήσομαι, πλυνείς μέ, καί υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοί αγαλλίασιν καί ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα.

Αποστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί, ο Θεός, καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου. Μή απορρίψης μέ από τού προσώπου σου καί τό πνεύμά σου τό άγιον μή αντανέλης άπ εμού. Απόδος μοί τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήριξον μέ. Διδάξω ανόμους τάς οδούς σου, καί ασεβείς επί σέ επιστρέψουσι. Ρύσαι μέ εξ αιμάτων ο Θεός, ο Θεός τής σωτηρίας μουαγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ανοίξεις, καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου. Ότι ει ηθέλησας θυσίαν, έδωκα ανολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τώ Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τή ευδοκία σου τήν Σιών, καί οικοδομηθήτω τά τείχη Ιερουσαλήμ τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριον σού μόσχους.

Παρακλητικός Κανών Οσίου Παρθενίου

Είτα ψάλλομεν τάς Ωδάς τού Κανόνος.
Ωδή ά΄. Ήχος πλ. δ΄. Υγράν διοδεύσας.
Άγιέ του Θεού, πρέσβευε υπέρ ημών.
Παθών ανηκέστων ταίς προσβολαίς, θλιβόμενος Πάτερ, τή θερμή σου επισκοπή, προστρέχω δεόμενος ρυσθήναι, τής χαλεπής μέ Παρθένιε θλίψεως.
Άγιέ του Θεού, πρέσβευε υπέρ ημών.
Αγγέλων συνόμιλος γεγονώς, δαιμόνων κακίας, καί απάσης επιβουλής, ημάς ανωτέρους διατήρει, ταίς σαίς πρεσβείαις Παρθένιε Όσιε.
Άγιέ του Θεού, πρέσβευε υπέρ ημών.
Θεράπευσον Πάτερ ως συμπαθής, ημών τήν οδύνη, τήν συνέχουσαν τήν ζωήν, ημών Ιεράρχα καί ειρήνην, αίτει ημίν καί πταισμάτων συγχώρησιν.
Υπεραγία Θεοτόκε σώσον ημάς.
Ως Μήτηρ τού πάντων Δημιουργού, καί πάντων προστάτις, Θεοτόκε Χριστιανών, προστάτευε πάντοτε Παρθένε, τών αδιστάκτω ψυχή προσιόντων σοί. χριστιανος.gr

Ωδή γ΄. Ουρανίας αψίδος
Άγιέ του Θεού, πρέσβευε υπέρ ημών.
Νοσημάτων ποικίλων, καί χαλεπών θλίψεων, ώσπερ ελυτρώσω θεοφρον, τούς προσιόντας σοί, ούτως απάλλαξον, πάσης ανάγκης καί λύπης, Άγιε Παρθένιε, τούς σέ γεραίροντας.
Άγιέ του Θεού, πρέσβευε υπέρ ημών.
Πύρ ο λόγος σου ώφθη, ως αληθώς Όσιε, φλέγων τών δαιμόνων τά σμήνη, δυνάμει κρείττονι· όθεν καταφλεξον, τήν τών παθών ημών ύλην, ανθραξι Παρθένιε, τής προστασίας σου.
Άγιέ του Θεού, πρέσβευε υπέρ ημών.
Απερίτρεπτον τείχος, καί αρραγές έρεισμα, καί καταφυγή εν αναγκαις, καί περιστάσεσι, γενού Παρθένιε, τοίς ολοτρόπω καρδία σπεύδουσι εκάστοτε, τή αντιλήψει σου.
Υπεραγία Θεοτόκε σώσον ημάς, Ράβδος ώφθης αγία, άνθος Χριστόν φέρουσα, ώσπερ Ησαΐας προέφη, Αγίω Πνεύματι, Κόρη Πανύμνητε· διο τή σή ευωδία, τό δυσώδες σκέδασον, τής διανοίας μου.
Διασωσον θαυματουργέ Ιεράρχα πάσης ανάγκης, καί μανίας τού πονηρού πολεμήτορος, τούς σέ τιμώντας Παρθένιε θεοφόρε.
Επιβλεψον εν ευμενεία πανύμνητε Θεοτόκε, επί τήν εμήν χαλεπήν του σώματος κάκωσιν, καί ίασαι τής ψυχής μου τό άλγος.

Αίτησις καί τό Κάθισμα.
Ήχος β΄ Πρεσβεία θερμή
Λαμψάκου ποιμήν, εδείχθης ενθεώτατος, καί πάντας σοφέ, εξέπληξας τοίς θαύμασι· καί νύν Πάτερ προΐστασο, τών θερμώς προσιόντων τή σκέπη σου, καί τόν Σωτήρα δυσώπει αεί, διδόναι ημίν πταισμάτων άφεσιν.

Ωδή δ΄ Εισακήκοα Κύριε
Άγιέ του Θεού, πρέσβευε υπέρ ημών.
Θείαν χάριν δεξάμενος, οιάπερ θεράπων Χριστού θερμοτατος, απαλλάττειν τήν ζωήν ημών, Πάτερ μή ελλίπης πάσης θλίψεως. χριστιανος.gr
Άγιέ του Θεού, πρέσβευε υπέρ ημών.
Επωδύνων κακώσεων, λύτρωσαι Παρθένιε τή πρεσβεία σου, τούς προστάτην καί μεσίτην σέ, κεκτημένους Πάτερ πρός τόν Κύριον.
Άγιέ του Θεού, πρέσβευε υπέρ ημών.
Νεκρωθέντας ως ήγειρας, τή ζωοποιώ εντεύξει σου Όσιε, ούτω ζώωσον Παρθένιε, νεκρωθείσαν Πάτερ τήν καρδίαν μου.
Υπεραγία Θεοτόκε σώσον ημάς.
Ιησούν τόν πανάγαθον, όν ακαταλήπτως Κόρη, εκύησας, καθικέτευε δωρήσασθαι, τών πλημμελημάτων ημίν άφεσιν.

Ωδή ε΄ Φώτισαν ημάς
Άγιέ του Θεού, πρέσβευε υπέρ ημών.
Έχοντες τήν σήν, προστασίαν ου πτοούμεθα, τών δαιμόνων καθ ημών τάς προσβολάς· διά τούτο σοί προστρέχομεν Παρθένιε.
Άγιέ του Θεού, πρέσβευε υπέρ ημών.
Ήστραψας ως φώς, καί ακτίσι τών θαυμάτων σου, διαλύεις τήν σκοτόμαιναν αεί, τών παθών ημών Παρθένιε πανθαύμαστε. χριστιανος.gr
Άγιέ του Θεού, πρέσβευε υπέρ ημών.
Μέγας αρωγός, ανεδείχθης ημών Άγιε· διά τούτο σου δεόμεθα θερμώς· εξελού ημάς στενώσεων καί θλίψεων.
Υπεραγία Θεοτόκε σώσον ημάς.
Άχραντε Αγνή, Θεοτόκε Αειπάρθενε, εξελού ημάς παντοίων πειρασμών, οία Μήτηρ τού Θεού ημών φιλάγαθος.

Ωδή στ΄ Τήν δέησιν
Άγιέ του Θεού, πρέσβευε υπέρ ημών.
Σωμάτων, ίασαι Πάτερ τούς πόνους, τών πρός σέ μετά σπουδής προσιόντων, καί τών ψυχών αθυμίας τό βάρος, τό καταθλίβον ημάς επικούφισον, Παρθένιε θαυματουργέ, τή θερμή σου πρεσβεία πρός Κύριον.
Άγιέ του Θεού, πρέσβευε υπέρ ημών.
Ρυσθήναι, τής τού εχθρού κακουργίας, καί απάσης απειλής καί μανίας, καί πικροτάτων ημάς συμπτωμάτων, Χριστόν δυσώπει παμμάκαρ Παρθένιε· ότι μεγίστην πρός αυτόν, παρρησίαν πλουτείς ιερώτατε.
Άγιέ του Θεού, πρέσβευε υπέρ ημών.
Υπάρχων, θεοειδής Ιεράρχης, ανεδείχθης τών πασχόντων προστάτης, καί θλιβομένων θερμός αντιλήπτωρ, καί ελατήρ τών δαιμόνων Παρθένιε· διο τής σής δίδου ημίν, αρωγής καθ εκάστην τάς χάριτας.
Υπεραγία Θεοτόκε σώσον ημάς.
Σέ πάντες, καταφυγήν εν αναγκαις, καί βοήθειαν Παρθένιε πλουτούντες, πάσης ανάγκης εν βίω καί ζάλης, τή χάριτί σου ταχέως λυτρούμεθα, θεοκυήτορ Μαριάμ· διά τούτο αεί σέ δοξάζομεν.
Διασωσον θαυματουργέ Ιεράρχα πάσης ανάγκης, καί μανίας τού πονηρού πολεμήτορος, τούς σέ τιμώντας Παρθένιε θεοφόρε.
Άχραντε η διά λόγου τόν Λόγον ανερμηνεύτως, επ εσχάτων τών ημερών τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Αίτησις καί τό Κοντάκιον Ήχος β΄.
Τοίς τών αιμάτων σου Τοίς τών θαυμάτων σου, Πάτερ, πυρσεύμασιν, αποδιώκεις παθών τήν σκοτόμαιναν καί ρώσιν καί χάριν ουράνιον, καί ευφροσύνην παρέχεις Παρθένιε, ημίν τοίς εκ πόθου τιμώσι σέ.

Προκείμενον
Οι ιερείς σου Κύριε ενδύσονται δικαιοσύνην καί οι όσιοί σου αγαλλιάσονται.
Στίχος: Μακάριος ανήρ ο φοβούμενος τόν Κύριον. χριστιανος.gr

Ευαγγέλιον. Εκ τού κατά Ματθαίον.
Τώ καιρώ εκείνω, προσκαλεσάμενος ο Ιησούς τούς δώδεκα μαθητάς αυτού, έδωκεν αυτοίς εξουσίαν κατά πνευμάτων ακαθάρτων, ώστε εκβάλλειν αυτά, καί θεραπεύειν πάσαν νόσον καί πάσαν μαλακίαν. Τούτους απέστειλεν ο Ιησούς, παραγγείλας αυτοίς λέγων· Εις οδόν εθνών μή απέλθητε, καί εις πόλιν Σαμαρειτών μή εισέλθητε. Πορεύεσθε δέ μάλλον πρός τά πρόβατα τά απολωλότα οίκου Ισραήλ. Πορευόμενοι δέ κηρύσσετε, λέγοντες, ότι ήγγικεν η βασιλεία τών ουρανών. Ασθενούντας θεραπεύετε, λεπρούς καθαρίζετε, νεκρούς εγείρετε, δαιμόνια εκβάλλετε· δωρεάν ελάβετε, δωρεάν δότε.

Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Ταίς τού Ιεράρχου πρεσβείαις, Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Ταίς τής Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Στίχος: Ελεήμον, ελέησον μέ ο Θεός κατά τό μέγα έλεός σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Παρακλητικός Κανών Οσίου Παρθενίου Προσόμοιον. Ήχος πλ. β΄. Όλην αποθέμενοι

Θαύμασιν εκόσμησας, τήν σήν ζωήν Ιεράρχα, καί πολλούς διέσωσας, λύμης τού αλάστορος ως φιλάγαθος δαψιλώς πάσι γάρ, νέμεις τάς ιάσεις· διά τούτο σου δεόμεθα.
Ίασαι Άγιε, τής ψυχής ημών τήν κατήφειαν, καί άχθος τό τών θλίψεων, θάττον αφ ημών διασκέδασον, ειρήνην παρέχων, ημίν καί ευφροσύνην αληθή, Πάτερ παμμάκαρ Παρθένιε, ταίς σαίς αντιλήψεσι.

Ο Ιερεύς
Σώσον ο Θεός τόν λαόν σου καί ευλόγησον τήν κληρονομίαν σού επισκεψαι τόν κόσμον σου εν ελέει καί οικτιρμοίς. Υψωσον κέρας Χριστιανών ορθοδόξων καί καταπεμψον εφ ημάς τά ελέη σου τά πλούσια πρεσβείαις τής παναχράντου Δεσποίνης ημών Θεοτόκου καί Αειπαρθένου Μαρίας δυνάμει τού Τιμίου καί Ζωοποιού Σταυρού προστασίαις τών τιμίων επουρανίων Δυνάμεων Ασωμάτων ικεσίαις τού Τιμίου καί Ενδόξου Προφήτου, Προδρόμου καί Βαπτιστού Ιωάννου τών αγίων ενδόξων καί πανευφήμων Αποστόλων ών εν Αγίοις Πατέρων ημών, μεγάλων ιεραρχών καί οικουμενικών διδασκάλων Βασιλείου τού Μεγάλου, Γρηγορίου τού Θεολόγου καί Ιωάννου τού Χρυσοστόμου, Αθανασίου καί Κυρίλλου, Ιωάννου τού Ελεήμμονος, πατριαρχών Αλεξανδρείας. Νικολάου τού εν Μύροις, Σπυρίδωνος επισκόπου Τριμυθούντος, τών Θαυματουργών τών αγίων ενδόξων μεγαλομαρτύρων Γεωργίου τού Τροπαιοφόρου, Δημητρίου τού Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τών ιερομαρτύρων Χαραλάμπους καί Ελευθερίου, τών αγίων ενδόξων καί καλλινίκων Μαρτύρων. Τών οσίων καί θεοφόρων Πατέρων ημών. Τών αγίων καί δικαίων θεοπατόρων Ιωακείμ καί Άννης. Τού οσίου Παρθενίου τού θαυματουργού Επισκόπου Λαμψάκου, καί πάντων σου τών Αγίων. Ικετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Επάκουσον ημών τών αμαρτωλών δεομένων σου καί ελέησον ημάς. χριστιανος.gr

Ωδή ζ΄. Οι εκ τής Ιουδαίας
Άγιέ του Θεού, πρέσβευε υπέρ ημών.
Ακαθάρτων πνευμάτων, ως καθείλες παμμάκαρ πάσαν τήν δύναμιν, ούτω τής επήρειας, αυτών τής ολεθρίου, ασινείς διαφύλαττε, Παρθένιε θαυμαστέ, τούς σέ υμνολογούντας.
Άγιέ του Θεού, πρέσβευε υπέρ ημών.
Ιλασμόν ημίν αίτει, καί δεινών συντριμμάτων τήν επανόρθωσιν, καί βίου ευπραγίαν, καί πάσαν ευλογίαν, εκ Θεού Πάτερ Όσιε, τοίς προσιούσιν αεί, τή σή σεπτή πρεσβεία.
Άγιέ του Θεού, πρέσβευε υπέρ ημών.
Γεωργείν μετανοίας, τούς καρπούς μέ ενίσχυσov Πάτερ Όσιε, ως άν τής αμαρτίας, εκφύγω τήν απάτην, καί ζωής τύχω κρείττονος, Παρθένιε ιερέ, διά τών πρεσβειών σου.
Υπεραγία Θεοτόκε σώσον ημάς.
Εν αγκάλαις κρατούσα, ώσπερ νήπιον Κόρη τov απερίληπτον, χειρών μέ τού Βελίαρ, απάλλαξον εν τάχει, καί Θεώ μέ οικείωσαι, δί εναρέτου ζωής, Παρθένε Θεοτόκε.

Ωδή η΄. Τόν Βασιλέα
Άγιέ του Θεού, πρέσβευε υπέρ ημών.
Ρύσαι μέ, τής τού εχθρού δυναστείας, καί καταύγασον φωτί τής μετανοίας, τήν αμαυρωθείσαν, Παρθένιε ψυχήν μου.
Άγιέ του Θεού, πρέσβευε υπέρ ημών.
Από σκανδάλων, καί μαγγανείας καί πλάνης, διαφύλαττε Παρθένιε ατρώτους, τούς επιζητούντας, τήν σήν επιστασίαν.
Άγιέ του Θεού, πρέσβευε υπέρ ημών.
Σωματικών μέ, καί ψυχικών νοσημάτων, τήρει άτρωτον Παρθένιε παμμάκαρ, ο καρκίνου πάθος, τώ λόγω θεραπεύσας.
Υπεραγία Θεοτόκε σώσον ημάς.
Ίασαι Κόρη, τήν ασθενούσαν ψυχήν μου, δεινοίς πάθεσι καί πλείσταις αμαρτίαις, ίνα σέ δοξάζω τήν Κεχαριτωμένην.

Ωδή θ΄. Κυρίως Θεοτόκον
Άγιέ του Θεού, πρέσβευε υπέρ ημών.
Μεγίστων θαυμασίων, αυτουργός υπάρχων, μή διαλίπης παρέχειν εκάστοτε, ενί εκάστη Παρθένιε τά αιτήματα.
Άγιέ του Θεού, πρέσβευε υπέρ ημών.
Ο θείος τής Λαμψάκου, καί κλεινός ποιμάντωρ, θαυματουργέ Ιεράρχα Παρθένιε, υπέρ ημών τήν Τριάδα αεί ικέτευε.
Άγιέ του Θεού, πρέσβευε υπέρ ημών.
Υψίστου νύν τώ θρόνω, παρεστώς παμμάκαρ, ικετηρίους απαύστως προσάγαγε, υπέρ απάντων δεήσεις τών ευφημούντων σέ.
Υπεραγία Θεοτόκε σώσον ημάς.
Υπέρτερον τόν νούν μου, δείξον τών γηΐνων, ως υπερτέρα απάσης της κτίσεως, Θεοκυήτορ Παρθένε ίνα δοξάζω σέ.
Άξιον εστίν ως αληθώς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν αειμακάριστον καί παναμώμητον καί μητέρα τού Θεού ημών. Τήν τιμιωτέραν τών Χερουβίμ καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφίμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν τήν όντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά Μεγαλυνάρια
Χαίροις τής Λαμψάκου θείος πύρσος, ο καταπυρσεύων, εν τοίς θαύμασι πάσαν γήν· χαίροις ο διώκων, παθών καί νοσημάτων, καί τών δαιμόνων ζόφον, Πάτερ Παρθένιε.
Θείος ανεδείχθης Αρχιερεύς, λαμπρότητι βίου, διαλάμπων από παιδός, καί τοίς θαύμασί σου, πολλούς ευεργετήσας, αξίως εδοξάσθης, Πάτερ Παρθένιε.
Ρύσαι μαγγανείας τής χαλεπής, καί πάσης μαγείας, ενεργεία τή τού εχθρού, καί άτρωτον τήρει, ημών τόν βίον Πάτερ, εκ πάσης επηρείας, τού παναλάστορος.
Νόσους θεραπεύεις οδυνηράς, καί καρκίνου πάθος, ιασάμενος συμπαθώς, δίδου ημίν ρώσιν, εν βίω καί υγείαν, Παρθένιε παμμάκαρ, τή αντιλήψει σου. χριστιανος.gr
Χαίροις Αποστόλων ο μιμητής, καί Αρχιερέων, εγκαλλώπισμα ιερόν χαίροις τών θαυμάτων, η πολυχεύμων κρήνη, Παρθένιε παμμάκαρ, ημών βοήθεια.
Μή ελλίπης Πάτερ εκδυσωπείν, τόν πάντων Δεσπότην, τού διδόναι ημίν αεί, άφεσιν πταισμάτων, καί πάσαν ευπραγίαν, Παρθένιε παμμάκαρ, ως συμπαθέστατος.
Πάσαι τών Αγγέλων αί στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι πάντες μετά τής Θεοτόκου, ποιήσατε πρεσβείαν εις τό σωθήναι ημάς.

Τό Τρισάγιον
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος ελέησον ημάς. (τρείς φορές)
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Παναγία τριάς, ελέησον ημάς. Κύριε ιλάσθητι ταίς αμαρτίαις ημών. Δέσποτα, συγχώρισον τάς ανομίας ημίν. Άγιε, επισκεψε καί ίασαι τάς ασθενείας ημών, ένεκεν τού ονόματός σου.
Κύριε ελέησον, Κύριε ελέησον, Κύριε ελέησον.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Πάτερ ημών, ο εν τοίς ουρανοίς, αγιασθήτω τό όνομά Σου, ελθέτω η βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ως εν ουρανό καί επί τής γής. Τόν άρτον ημών τόν επιούσιον δός ημίν σήμερον, καί άφες ημίν τά οφειλήματα ημών, ως καί ημείς αφίεμεν τοίς οφειλέταις ημών, καί μή εισενέγκης ημάς εις πειρασμόν αλλά ρύσαι ημάς από τού πονηρού. Ότι σου εστίν η βασιλεία καί η δύναμις καί η δόξα, τού Πατρός καί τού Υιού καί τού Αγίου Πνεύματος, νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Παρακλητικός Κανών Οσίου Παρθενίου Τά συνήθη τροπάρια, εκτενής καί απόλυσις, μεθ ήν τό έξης:

Ήχος β΄. Ότε εκ τού ξύλου
Θείος Ιεράρχης πεφηνώς, καί θαυμάτων πλήθει εμπρέψας, Πάτερ Παρθένιε, πάσης περιστάσεως, καί αλγηδόνος πίκρας, καί δαιμόνων κακώσεως, καί δολοπλοκίας, καί μαγείας λύτρωσαι, τούς προσιόντας σοί· έχεις γάρ πολλήν παρρησίαν, πρός τόν Βασιλέα τών όλων, εκπληρούν απάντων τά αιτήματα.

Ήχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τών δούλων σου, καί λύτρωσαι ημάς, από πάσης ανάγκης καί θλίψεως.

Ήχος β΄.
Τήν πάσαν ελπίδα μου, εις σέ ανατίθημι, Μήτερ τού Θεού, φύλαξον μέ υπό τήν σκέπην σου.

Ο Ιερεύς: Δί ευχών τών αγίων πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός, ελέησον καί σώσον ημάς. Αμήν.

Τέλος ο Παρακλητικός Κανών Οσίου Παρθενίου.

Εκκλησία Online

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.