ΑΓΙΟΙ ΑΝΑΡΓΥΡΟΙ: Διαβάστε τον Παρακλητικό Κανόνα στους Αγίους Αναργύρους Κοσμά και Δαμιανό - Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ὁ χορός· Ἀμήν. Ψαλμός ρμβ΄ (142) Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τὴ ἀληθεία σου, εἰσάκουσόν μου ἐν τὴ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιω-θήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.

Άγιοι Ανάργυροι

Ἐκάθισεν μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν τὸ πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτησα. Διαπέτασα πρὸς σὲ τὰς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί.

Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἂπ΄ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον. Ἀκουστὸν ποίησον μοὶ τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισὸν μοὶ κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾗρα τὴν ψυχήν μου. Ἐξελοὺ με ἐκ τῶν ἐχρῶν μου

Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξον μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σὺ εἶ ὁ Θεός μου.

Τὸ Πνεῦμα σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῆ εὐθεία, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλος σου εἰμί.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.

Ἦχος δ΄
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσαν μέ, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ’. Ὁ ὑψωθεὶς

Ὡς τῶν νοσούντων συμπαθεῖς ἰατεῖρες, καὶ χειρουργοὶ τῶν χαλεπῶν παθημάτων, καὶ τῶν πασχόντων Θεῖοι ἀντιλήπτορες, ἴασιν καὶ λύτρωσιν, καὶ ὑγείαν καὶ ῥῶσιν, ψυχῆς ὅμου καὶ σώματος χορηγεῖτε ἀπαύστως, Κοσμᾶ σοφὲ σὺν τῷ Δαμιανῶ, τοῖς τῇ πρεσβείᾳ ὑμῶν καταφεύγουσι.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.

Οὐ σιωπήσωμεν πότε Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σύ προΐστασο πρεσβεύουσα, τὶς ἡμὰς ἐρύσατο ἐκ τοσούτων κινδύνων, τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοῦς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ο Ν’ Ψαλμός

Ἐλέησον μέ, ὁ Θεός, κατὰ τὸ μέγα Ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.

Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἂν δικαιωθεὶς ἐν τοῖς λόγοις Σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαι Σέ. Ἴδού γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησε μὲ ἡ μήτηρ μου. Ἰδού γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι.

Ῥαντιεὶς με ὑσσώπω καὶ καὶ καθαρισθήσομαι, πλυνεῖς μὲ καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινομένα. Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξαλεῖψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνησον ἐν τοῖς ἐγκάτοις μου.

Μὴ ἀπορρίψης μὲ ἀπὸ τοῦ προσώπου Σου, καὶ τὸ πνεῦμά Σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σοῦ, καὶ πνεύματι ἡγεμονικῷ στηριξὸν μὲ . Διδάξω ἀνόμους τάς ὁδούς Σου, καὶ ἀσεβεῖς ἐπὶ Σὲ ἐπιστρέψουσι. Ῥυσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τηνα αἴνεσίν Σου.

Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὒκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινομένην ὁ Θεὸς οὒκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε , ἐν τῇ εὐδοκίαν Σου τὴν Σιῶ, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν Σου μόσχους.

Καὶ ὁ Κανὼν τῶν Ἁγίων φέρων ἀκροστοιχίδαν «Θεῖοι Ἰατροὶ ἰάσασθε μέ. Γερασίμου»

Ὠδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
Θεράποντες Θεῖοι τοῦ Λυτρωτοῦ, δυὰς Ἀναργύρων, θεραπείας μὲ ταχινής, τῆς κατὰ ψυχὴ ντε καὶ τὸ σῶμα, τῇ ἀντιλήψει ὑμῶν ἀξιώσατε.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ἐπλήγην κακία τοῦ δυσμενοῦς, καὶ νόσῳ βαρείᾳ, περιπέπτωκα χαλεπῶς, ἀλλ’ ὢ ἰατροὶ τῶν ἀσθενούντων, τῆς ἐπελθούσης μὲ θλίψεως ῥύσασθε.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι
Ἰάσεις παρέχοντες δωρεάν, Κοσμᾶ Θεοφόρε σὺν τῷ Θείῳ Δαμιανῶ, πόνων καὶ δεινῶν ἀρρωστημάτων, τοὺς προσιόντας ὑμῖν ἀπαλλάξατε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
Ὁλόφωτον σκήνωμα τοῦ Χριστοῦ, Κεχαριτωμένη, Ἀειπάρθενε Μαριάμ, λάμπρυνον τὸν ζόφον τῆς ψυχῆς μου, ταῖς φωταυγέσι σου χάρισι δέομαι.

Ὁ Ἱερεύς

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.

Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδὴ γ’. Οὐρανίας ἁψῖδος.

Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ἰατροὶ δεδειγμένοι, παρὰ Θεοῦ ἄμισθοι, τοῖς ὀδυνηρὼς τρυχομένοις, πόνοις καὶ ἄλγεσι, Θεῖοι Ἀνάργυροι, τῆς ταλαιπώρου ζωῆς μου, τάς ὀδύνας λύσατε, ὡς συμπαθέστατοι.

Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ἰαμάτων τὰ ῥεῖθρα, οἷα πηγὴ δίκρουνος, ἡ τῶν ἱερῶν Ἀναργύρων, δυὰς αὐτάδελφος, κόσμῳ πηγάζοντες, ἀσθενειῶν πάντα ῥύπον, καὶ παθὼν τὸν βόρβορον, ἀποκαθαίρετε.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι
Ἀναργύρως τάς νόσους, τάς τῶν βροτῶν παύοντες, ὡς παρὰ Κυρίου λαβόντες, τὴν χάριν Ἅγιοι, παύσατε δέομαι, τὸ τῆς καρδίας μου ἄλγος, καὶ πρὸς σωτηρίας μέ, τρῖβον ἰθύνατε.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
Τὸν Σωτηρὰ τοῦ κόσμου, ὑπερφυὼς τέξασα, τὴν ἐκ τῆς ἀρχαίας κατάρας, πληγὴν ἰώμενον, ἡμῶν Πανύμνητε, τῆς ἀσθενούσης ψυχῆς μου, ἴασαι τὸν καύσωνα, τῇ σῇ χρηστότητι.

Διάσωσον τῶν εὐκλεῶν Ἀναργύρων δυὰς ἁγία, πάσης νόσου καὶ ἀσθενείας καὶ θλίψεως, τοὺς καταφεύγοντας πίστει ὑμῶν τῇ σκέπῃ.
Ἐπιβλέψον ἐν εὐμενίᾳ Πανύμνητε Θεοτόκε ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Ὁ Ἱερεύς

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.

Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Κάθισμα
Ἦχος β’. Πρεσβεία θερμὴ
Παθῶν χαλεπῶν, ἀκέστορες ὀξύτατοι, καὶ πάσης ψυχῆς, πασχούσης ἀνακούφισις, Δαμιανὲ μακάριε καὶ Κοσμᾶ Θεοφόροι Ἀνάργυροι, ἐν ὑγείᾳ ἡμῶν τὴν ζωήν, ἀπτώτω τηρήσατε δεόμεθα.

Ὠδὴ δ’. Εἰσακήκοα Κύριε
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ῥῶσιν θείαν καὶ ἴασιν, καὶ ἁμαρτημάτων θεόθεν ἄφεσιν, ἐξαιτήσασθε Ἀνάργυροι, τοῖς συνεχομένοις ἀρρωστήμασι.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν

Ὀδυνώμενος πάθεσιν, ὑμῶν τῇ πρεσβείᾳ προστρέχω Ἅγιοι, μὴ παρίδητε Ἀνάργυροι τὸν ταῖς ἁμαρτίαις ἀπολλύμενον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι

Ἰατροὶ συμπαθέστατοι, μυστικοῖς φαρμάκοις ὑμῶν τῆς χάριτος, τὴν ἀφόρητόν μου ἄλγησιν, τὴν μαστίζουσαν μὲ θεραπεύσατε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.

Ἰατῆρα κυήσασα, τὸν τῶν ὅλων Κτίστην κόσμον ἰώμενον, ἴασαί μου τὰ ἀλγήματα, Κεχαριτωμένη Μητροπάρθενε.
Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.

Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδή ε’. Φώτισον ἡμᾶς
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ἴαμα ἀεί, ἀναβλύζει Θείῳ Πνεύματι, ὁ ναὸς ὑμῶν Ἀνάργυροι κλεινοί, καὶ ἰᾶται πᾶσαν νόσον καὶ πᾶν οἴδημα.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ἄνωθεν ἡμᾶς, ἐποπτεύοιτε Ἀνάργυροι, ἐξ’ ἡμῶν ἀποδιώκοντες ἀεί, τὴν μανίαν τοῦ δολίου πολεμήτορος.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι
Σῶμα καὶ ψυχήν, ἀσινῆ ἡμῶν τηρήσατε, ἐκ δεινῶν ἀσθενειῶν καὶ συμφορῶν, τῶν προστάτας κεκτημένων ἡμὰς Ἅγιοι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
Ἄχραντε Ἁγνή, τὴν χρονθείσάν μου διάνοιαν, μανιώδεσι τοῦ πλάνου προσβολαῖς, ἀποκαθαρὸν τοῖς ῥείθροις τοῦ ἐλέους σου.

Ὁ Ἱερεύς

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.

Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδὴ στ’. Τὴν δέησιν ἐκχέω.

Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
Συντρίμματα, τῶν ψυχῶν ἰάσασθε, καὶ τοῦ σώματος δεινὰς καχεξίας, ὡς δεδεγμένοι πλουσίαν τὴν χάριν, τοῦ θεραπεύειν τάς νόσους Ἀνάργυροι, τῶν προσφωνούντων εὐλαβῶς, τὴν σεπτὴν ὑμῶν κλῆσιν ἑκάστοτε.

Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
Θηρεύσας μέ, ἡδονῆς δελέατι, ἠχμαλώτευσεν ὁ δόλιος δράκων, ἔνθεν ὀδύναι καὶ νόσοι καὶ πόνοι, κρίσει δικαίᾳ ἐπῆλθόν μοι Ἅγιοι, ὧν τῆς βαρείας συνοχῆς, ῥύσασθε μὲ Ἀνάργυροι δέομαι.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι
Ἐκλάμποντες, ὡς φωστῆρες ἄδυτοι, ἰαμάτων τάς ἀκτῖνας τῇ κτίσει, τῶν νοσημάτων διώκετε ζόφον καὶ τῆς ὑγείας τὸ φῶς διαυγάζετε, Ἀνάργυροι Θαυματουργοί, τοῖς τῇ σκέπῃ ὑμῶν καταφεύγουσι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.

Μητράναδρε, Μαριὰμ Θεονυμφε, ἡ τὸν Θεὸν ἀνερμηνεύτως τεκούσα, τὴν χαλεπὴν τοῦ νοός μου σκοτίαν, τῇ φωταυγεί σου διάλυσον χάριτι, καὶ ἴθυνον μὲ πρὸς τὸ φῶς, τῶν σεπτὼν ἐντολῶν τοῦ Θεοῦ ἡμῶν.
Διάσωσον τῶν εὐκλεῶν Ἀναργύρων δυὰς ἁγία, πάσης νόσου καὶ ἀσθενείας καὶ θλίψεως, τοὺς καταφεύγοντας πίστει ὑμῶν τῇ σκέπῃ.
Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκούσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Ὁ Ἱερεύς

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.

Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Κοντάκιον
Ἦχος β’. Τοῖς τῶν αἱμάτων
Τῶν ἰαμάτων τὴν χάριν δεξάμενοι, τοὺς ἀνιάτως νοσοῦντας ἰάσασθε, Κοσμᾶ καὶ Δαμιανὲ ἔνδοξοι, ἁμαρτημάτων τὴν λύσιν αἰτούμενοι, τοῖς πίστει ὑμῖν καταφεύγουσι.
Εἶτα τὸ Α΄ ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου, πολλὰ πολεμεῖ μὲ πάθη* ἀλλ΄ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. Δίς
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου* ὡς χόρτος γὰρ πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. Δίς
Δόξα…
Ἁγίῳ Πνεύματι, πᾶσα ψύχη ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ Τριαδικη Μονάδι ἱεροκρυφίως.
Καὶ νῦν…
Ἁγίῳ Πνεύματι ἀναβλυζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.
Καὶ εὐθὺς τὸ Προκείμενον
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ
Στίχος: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ, ἐθαυμάστωσεν αὐτοῦ ὁ Κύριος

Ε Υ Α Γ Γ Ε Λ Ι Ο Ν. Ἐκ τοῦ κατὰ Ματθαῖον (Ι’. 1, 5-8)
Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς, λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραηλ. Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες: Ὅτι ἤγγικεν ἡ βασίλεια τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαριζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε, δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Δόξα σοι Κύριε δόξα σοι.
Δόξα…
Ταῖς τῶν Ἀναργύρων, πρεσβαίαις Ἐλεήμων, ἐξαλεῖψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου, πρεσβαίαις Ἐλεήμων, ἐξαλεῖψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Προσόμοιον.
Ἦχος πλ.β’. Ὅλην ἀποθέμενοι.
Στίχος: Ἐλέησον μὲ ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου…
Ῥῶσιν τε καὶ ἴασιν, τοῖς ἐν ὀδύναις καὶ λύπαις, συμπαθῶς παρέχοντες, Ἅγιοι Ἀνάργυροι Θείῳ Πνεύματι., ἀλγεινῶν ῥύσασθε, ἡμᾶς παθημάτων, καὶ κινδύνων ἀπαλλάξατε, καὶ πάσης θλίψεως, καὶ ἀρρωστημάτων δεόμεθα, τοὺς τὴν ὑμῶν ἀντίληψιν, ἐπιβοωμένους ἑκάστοτε, καὶ πταισμάτων λύσιν, αἰτήσασθε ἡμῖν παρὰ Θεοῦ, ὡς τῶν πιστῶν πρέσβεις ἄριστοι, πρὸς Χριστὸν μακάριοι.
Ὁ Ἱερεύς·

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἐν ἁγίοις πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου Μύρων τῆς Λυκίας, Σπυρίδωνος Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, Νικολάου του εκ Νάξου τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Πολυκάρπου, Χαραλάμπους, Βλασίου καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων γυναικῶν Θέκλας, Αἰκατερίνης, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τοῦ ἁγίου (τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τῶν Ἁγίων Ἀναργύρων Κοσμά καί Δαμιανοῦ τῶν ἐκ Ρώμης, ὧν τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων· Ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε· ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου, καὶ ἐλέησον ἡμᾶς.

Ὁ χορὸς·
Κύριε, ἐλέησον (ιβ´).
Ὁ Ἱερεύς·
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπία τοῦ μονογενοῦς σοῦ Υἱοῦ, μεθ’ οὐ εὐλογητὸς εἰ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορὸς·
Ἀμήν.
Ὠδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ἐκ πηγῶν σωτηρίου, τὸ γλυκύτατον ὕδωρ τὸ τῶν ἰάσεων, πηγάζοντες πλουσίως, τῶν νόσων τὴν πικρίαν, θεραπεύετε Ἅγιοι, ἀποσβεννύντες ἀεί, τῶν λυπηρῶν τῇ φλόγα.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
Γεωργήσας τὰ πάθη, ἀρρωστήμασι πλείστοις ἤδη ἐτάζομαι, ἀλλ’ ὢ δυὰς ἁγία, τῶν Θείων Ἀναργύρων, τὴν ζωήν μου βελτίωσον, καὶ τῶν πολλῶν μου κακῶν, τὴν ἄνεσιν παρασχού.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι
Ἐν ὀδύνῃ τὸν βίον, διὰ πλῆθος κακίας ἀνύω Ἅγιοι, καὶ πέπλησμαι μωλώπων, τῶν ἐκ τῆς ἁμαρτίας, ἀλλ’ ὑμεῖς θεραπεύσατε, Ἀνάργυροι θαυμαστοί, τὴν τάλαιναν ψυχήν μου.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
Ῥώμην θείαν μοι δίδου, Θεοτόκε Παρθένε καθικετεύω σέ, ὡς ἂν ποιῶ καὶ πράττω, τὸ θέλημα τὸ Θεῖον, ἐκ δυνάμεως Ἄχραντε, καὶ τῷ Υἱῷ σου Ἁγνή, πιστῶς εὐαρεστήσω.

Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὠδὴ η’. Τὸν Βασιλέα
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ἅπασαν βλάβην, τὴν καθ’ ἡμῶν τοῦ Βελίαρ, ἀποκρούσασθε Ἀνάργυροι ταχέως, καὶ ἡμῶν τὸν βίον, ἀνώδυνον τηρεῖτε.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
Σθένος μοι δίδου, κατὰ παθὼν ὀλεθρίων, ὢ αὐτάδελφε δυὰς τῶν Ἀναργύρων, τοῦ πατεῖν ἐπάνω, ὄφεων καὶ σκορπίων.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι
Ἴδε τὸν πόνον, τῆς ταλαιπώρου ψυχῆς μου, ὢ αὐτάδελφε δυὰς τῶν Ἀναργύρων, καὶ παρασχοὺ ταύτῃ, ὑγείαν οὐρανόθεν.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
Μὴ διαλίπῃς, Θεοχαρίτωτε Κόρη, περιεποῦσα ὡς Μήτηρ τοῦ Ὑψίστου, τοὺς ὑπερυψούντας, τὴν δόξαν σου τὴν θείαν

Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.

Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὠδὴ θ’. Κυρίως Θεοτόκον
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
Οἱ κόσμῳ τάς ἰάσεις, νέμοντες ἀπαύστως, θεομακαριστοὶ Θεῖοι Ἀνάργυροι, ἐκ πάσης νόσου ἀτρώτους ἡμὰς φυλάξατε.
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ὑψώσατε τὸν νοῦν μου, ἐννοιῶν ματαίων, καὶ τὴν ζωήν μου τηρήσατε ἄνοσον, ὡς ἀγαθοί μου προστάται Θεῖοι Ἀνάργυροι.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι
Ὑπὲρ τῶν ἀνυμνούντων, ὑμᾶς Θεοφόροι, διὰ παντὸς δυσωπεῖτε τὸν Εὔσπλαγχνον, πάσης ἀνάγκης ἐν βίῳ ῥύεσθε πάντοτε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
Ὑμνοῦμεν σὲ Παρθένε, ὅτι τῷ σῷ τόκῳ, ἐκ τῆς ἀρχαίας κατάρας ἐρρύσθημεν, καὶ τῆς ζωῆς τῆς ἀλήκτου κατηξιώθημεν.
Καὶ εὐθὺς ψάλλομεν τό.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν Ἀειμακάριστον, καὶ Παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ Ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκούσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ Μεγαλυνάρια
Χαίροις Ἀναργύρων ἡ ξυνωρίς, οἱ τῶν ἀσθενούντων, ἰατῆρες θαυματουργοί, Κοσμᾶ Θεοφόρε, Δαμιανέ τε Θεῖε, τῶν ἀρετῶν τὰ θεῖα ἐνδιαιτήματα.
Πλούτῳ διαπρέποντες ἀγαθῶν, εὐποϊίας ῥεῖθρα, ἀνεδείχθητε συμαθώς, καὶ τάς ἀσθενείας, ἰᾶσθε ἀναργύρως, τῶν χαλεπῶς πασχόντων Θεῖοι Ἀνάργυροι.
Χάριν δεδεγμένοι παρὰ Θεοῦ, δωρεὰν τάς νόσους, θεραπεύετε τῶν πιστῶν, καὶ τῶν βαρυτάτων, παθῶν λυτροῦσθε θᾶττον, τοὺς ἐπικαλουμένους ὑμᾶς Ἀνάργυροι.

Ὤφθη ἰατρεῖον πνευματικόν, Πνεύματι Ἁγίῳ, ὁ ναὸς ὑμῶν ὁ σεπτός, ἐν αὐτῷ γὰρ πᾶς τίς, προστρέχων ἐκλυτρούται, δεινῶν ἀρρωστημάτων Θεῖοι Ἀνάργυροι.
Χαίρετε νοσούντων θεραπευταί, καὶ ῥώσεως θείας, καὶ ὑγείας προμηθευταί, χαίρεται διῶκται, πνευμάτων ἀκαθάρτων, Κοσμᾶ Δαμιανέ τε ἀξιοθαυμαστοί.
Πάσης ἀσθενείας πάσης ὀργῆς, φθορᾶς τε καὶ βλάβης, καὶ ἀλγήματος χαλεποῦ, ἀσινεῖς τηρεῖτε, ἡμᾶς θαυματοβρύται τοὺς προσιόντας πόθῳ, ὑμῖν Ἀνάργυροι.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Ὁ Ἀναγνώστης·

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ´).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δεσπότα, συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὁ Ἱερεύς·
Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
Καὶ ταῦτα τὰ Τροπάρια.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοὶ τὴν ἱκεσίαν, ὦς Δεσπότη, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλεῆσον ἡμᾶς.
Δόξα…
Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθὴς ἡμῖν σφόδρα, μηδὲ μνησθὴς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ’ ἐπίβλεψον καὶ νύν, ὦς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νύν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ εἶ ἡ σωτρηρία τοῦ γένους τῶν χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος πλ. δ’.
Ἅγιοι Ἀνάργυροι καὶ Θαυματουργοί, ἐπισκέψασθε τάς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν *.
Τά τροπάρια ταῦτα.
Ἦχος πλ. β΄
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοὶ τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.

Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν· μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλ ἐπιβλέψον καὶ νῦν, ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σύ γὰρ εἰ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου· πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σύ γὰρ εἰ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.
Εἶτα μνημονεύει καὶ πάλιν ὁ Ἱερεύς, καὶ μεθ ἑκάστην αἴτησιν ψάλλομεν τὸ Κύριε, ἐλέησον (γ΄).
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμη, πόλει, νήσω) ταύτη, τῶν ἐνοριτών, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν (ἡ κώμην, ἢ χώραν, ἢ νῆσον ἢ μονὴν) ταύτην (ἢ τὸν οἶκον τούτον), καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ’ ἡμῶν κινουμένην· καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῇς, καὶ ἐλεῆσαι ἡμᾶς.
Ἒτι δεόμεθα καί ὑπέρ τοῦ εἰσακοῦσαι……..
Ἐπάκουσον ὁ Θεός ὁ Σωτήρ ἡμῶν, ἡ ἐλπίς………..
Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Δόξα σοι Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τοῦ ἁγίου (τοῦ Ναοῦ)· τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τῶν Ἁγίων Ἀναργύρων Κοσμά καί Δαμιανοῦ τῶν ἐκ Ρώμης, ὧν καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεῆσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι᾿ εὐχῶν
Προσόμοιον.
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου
Ῥυσαὶ νοσημάτων χαλεπῶν, καὶ φθοροποιῶν ἀλγηδόνων, τῶν Ἀναργύρων δυάς, τοὺς θερμὼς προστρέχοντας, τῇ προστασίᾳ ἡμῶν, ἐνεργεῖα τῆς χάριτος, τῆς ὑμῖν δοθείσης, Κοσμᾶ παναοίδιμε, Δαμιανέ τε σοφέ, ὅπως ἐν ὑγείᾳ τελείᾳ, καὶ εἰρηνικὴ καταστάσει, τὸν ὑμᾶς δοξάσαντα δοξάζωμεν.
Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων σοῦ, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μὲ ὑπὸ τὴν σκέπην σου.
Ὁ Ἱερεύς:
Δι εὐχῶν…
******************************************************
Ὁ Χορός:
Ἀμήν.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς θεῖοι θεράποντες, καὶ ἰατῆρες βροτῶν, ἀνάργυρον βλύζετε, τὴν θεραπείαν ἡμῖν, Ἀνάργυροι ἔνδοξοι, ὅθεν τοὺς προσιόντας, τῇ σεπτὴ ὑμῶν σκέπη, ῥύσασθε νοσημάτων, καὶ παθὼν ἀνιατῶν, Κοσμᾶ καὶ Δαμιανέ, Ῥώμης βλαστήματα.
Κοντάκιον. Ἦχος β’.

Οἱ τὴν χάριν λαβόντες τῶν ἰαμάτων, ἐφαπλοῦτε τὴν ῥῶσιν τοῖς ἐν ἀνάγκαις, lατροὶ θαυματουργοὶ ἔνδοξοι, Ἀλλὰ τῇ ἡμῶν ἐπισκέψει, καὶ τῶν πολεμίων τὰ θράση καταβάλλετε, τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασι.

Ἦχος γ’. Θείας Πίστεως
Θείου Πνεύματος τῇ χειρουργίᾳ, θεραπεύετε παντοίας νόσους, σὺν Κοσμᾷ Δαμιανὲ οἱ Ἀνάργυροι, ὁ γὰρ Σωτὴρ ἰατροὺς ὑμᾶς ἔδειξεν, εἰς περιποίησιν πάντων καὶ ἴασιν, ὅθεν ῥύσασθε, παθῶν δυσαχθῶν καὶ θλίψεων, τοὺς πόθῳ τῷ ναῷ ὑμῶν προστρέχοντας.
Κοντάκιον . Ἦχος β’

Οἱ τὴν χάριν λαβόντες τῶν ἰαμάτων, ἐφαπλοῦτε τὴν ῥῶσιν τοῖς ἐν ἀνάγκαις, Ἰατροὶ Θαυματουργοὶ ἔνδοξοι, ἀλλὰ τῇ ὑμῶν ἐπισκέψει, καὶ τῶν πολεμίων τὰ θράση κατεβάλετε, τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασιν.
Ἔτερο Κοντάκιον

Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως
Ἐκ τῆς Ἀσιάς, ὥσπερ δυο ἀστέρες, ἑξανατείλαντες, Ἀνάργυροι Θεῖοι, τῇ Οἰκουμένῃ λάμπετε θαυμάτων ταῖς αὐγαῖς, νόσους μὲν ἰώμενοι καὶ δεινὰς καχεξίας, χάριν δὲ παρέχοντες τοῖς πιστοῖς εὐρωστίοις, Δαμιανὲ Θέοφρον καὶ Κοσμᾶ, χειμαζομένων λιμένες πανεύδιοι.
Μεγαλυνάριον

Οἴαπερ θεράποντες Ἰατροί, ψυχῶν καὶ σωμάτων, ἀσθενείας ὀδυνηράς, ἰάσασθε τάχος, ἀρρήτῳ ἐπισκέψει, ἡμῶν Θαυματοβρύται, σοφοὶ Ἀνάργυροι.
ΕΤΕΡΟΝ ΑΠΟΛΥΤΙΚΙΟΝ (ΚΑΙ ΚΟΝΤΑΚΙΟΝ) ΑΓΙΩΝ ΑΝΑΡΓΥΡΩΝ ΚΟΣΜΑ ΚΑΙ ΔΑΜΙΑΝΟΥ ΤΩΝ ΕΚ ΤΗΣ ΡΩΜΗΣ (1 ΙΟΥΛΙΟΥ).

Ἦχος δ’. Ταχὺ Προκατάλαβε
Ὡς Θεῖοι θεράποντες, καὶ ἰατῆρες βροτῶν, ἀνάργυρον βλύζετε τὴν θεραπείαν ἡμῖν, Ἀνάργυροι ἔνδοξοι, ὅθεν τοὺς προσιόντας, τῇ σεπτὴ ἡμῶν σκέπη, ῥύσασθε νοσημάτων καὶ παθὼν ἀνιατῶν, Κοσμᾶ καὶ Δαμιανέ, Ῥώμης βλαστήματα.
Κοντάκιον . Ἦχος β’

Οἱ τὴν χάριν λαβόντες τῶν ἰαμάτων, ἐφαπλοῦτε τὴν ῥῶσιν τοῖς ἐν ἀνάγκαις, Ἰατροὶ Θαυματουργοὶ ἔνδοξοι, ἀλλὰ τῇ ὑμῶν ἐπισκέψει, καὶ τῶν πολεμίων τὰ θράση κατεβάλετε, τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασιν

Εκκλησία Online
Αποστολή
Αξιολόγηση επισκεπτών 0 (0 ψήφοι)

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.