Άγιος Ιάκωβος Τσαλίκης: Εΰλογήσαντος τού ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ (142) Ψαλμόν.

Κύριε, εισάκουσον τής προσευχής μου, ενώτισαι τήν δέησίν μου εν τή αληθεία σου, εισάκουσόν μου εν τή δικαιοσύνη σού καί μή εισέλθης εις κρίσιν μετά τού δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πάς ζών. Ότι κατεδίωξεν ο εχθρός τήν ψυχήν μου, εταπείνωσεν εις γήν τήν ζωήν μου, εκάθισε μέ εν σκοτεινοίς ως νεκρούς αιώνος καί ηκηδίασεν έπ εμέ τό πνεύμά μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοίς έργοις σου, εν ποιήμασι τών χειρών σου εμελέτων. Διεπέτασα πρός σέ τάς χείράς μου, η ψυχή μου ως γή άνυδρος σοί. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε τό πνεύμά μου μή αποστρέψης τό πρόσωπόν σου άπ εμού, καί ομοιωθήσομαι τοίς καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησον μοί τό πρωί τό έλεός σου, ότι επί σοί ήλπισα γνώρισον μοί, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μού εξελού μέ εκ τών εχθρών μου, Κύριε, ότι πρός σέ κατέφυγον. Δίδαξον μέ τού ποιείν τό θέλημά σου, ότι σύ ει ο Θεός μού τό πνεύμά σου τό αγαθόν οδηγήσει μέ εν γή ευθεία. Ένεκεν τού ονόματός σου, Κύριε, ζήσεις μέ, εν τή δικαιοσύνη σου εξάξεις εκ θλίψεως τήν ψυχήν μου καί εν τώ ελέει σου εξολοθρεύσεις τούς εχθρούς μου καί απολείς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ότι εγώ δούλός σου ειμι.

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ. α/. Εξομολογείσθε τώ Κυρίω, ότι αγαθός, ότι εις τόν αιώνα τό έλεος αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος β. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ημυνάμην αυτούς.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος γ. Παρά Κυρίου εγένετο αύτη, καί έστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Ήχος δ΄. Ο υψωθείς εν τώ Σταυρώ.
Τόν θεοφόρον ασκητήν τού Υψίστου, τόν εν Ευβοία εν τοίς χρόνοις τοίς νέοις, αναδειχθέντα είπωμεν εκ βάθους ψυχής,άγιε Ιάκωβε μοναστών ποδηγέτα,πάσης περιστάσεως τήν αγίαν Μονήν σου,καί τούς οικούντας πάντας εν αυτή,ταίς σαίς πρεσβείαις,αεί διαφύλαττε.

Δόξα. Τό αυτό. Καί νύν. Θεοτοκίον.
Ου σιωπήσωμέν ποτε Θεοτόκε, τάς δυναστείας σου λαλείν οι ανάξιοιει μή γάρ σύ προίστασο πρεσβεύουσα,τίς ημάς ερρύσατο, εκ τοσούτων κινδύνων; τίς δέ διεφύλαξεν,έως νύν ελευθέρους;ουκ αποστώμεν Δέσποινα εκ σούσούς γάρ δούλους σώζεις,αεί εκ παντοίων δεινών.

Ο Ν΄ (50) Ψαλμός.
Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός Σου καί κατά τό πλήθος τών οικτιρμών Σου, εξάλειψον τό ανόμημά μου. Επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με. Ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μου εστι διά παντός. Σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν Σου εποίησα, όπως άν δικαιωθής εν τοίς λόγοις Σου καί νικήσης εν τώ κρίνεσθαί Σε. Ιδού γάρ εν ανομίαις συνελήφθην καί εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου. Ιδού γάρ αλήθειαν ηγάπησας, τά άδηλα καί τά κρύφια τής σοφίας Σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω καί καθαρισθήσομαι, πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν καί ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον τό πρόσωπόν Σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου. Μή απορρίψης με από τού προσώπου Σου καί τό Πνεύμα Σου τό Άγιον μή αντανέλης απ εμού. Απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου Σου καί πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τάς οδούς Σου καί ασεβείς επί σέ επιστρέψουσιν. Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός τής σωτηρίας μου, αγαλλιάσεται η γλώσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν Σου. Ότι, ει ηθέλησας θυσίαν, έδωκα άν, ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τώ Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τή ευδοκία Σου τήν Σιών καί οικοδομηθήτω τά τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν καί ολοκαυτώματα. Τότε ανοίσουσιν επί τό θυσιαστήριόν Σου μόσχους.

Καί ο κανών ού η ακροστιχίς
«Πάτερ Ιάκωβε δός μοι σήν βοήθειαν. Ιωήλ»

Ωδή α΄. Ήχος πλ. δ΄. Υγράν διοδεύσας.
Παράσχου τήν χάριν σου αφειδώς,Ιάκωβε πάτερ,τοίς προστρέχουσιν ευλαβώς,τή θεία Μονή σου εν Ευβοία,καί προσκυνούσιν τόν τάφον σου άγιε.

Ανύσας τόν βίον ασκητικώς,μετά τών οσίων,ηριθμήθης εν ουρανώ,διό ταίς οξείαις σου πρεσβείαις,τοίς αλγουμένοις τήν ίασιν χαρισαι.

Τά πάθη νικήσας επί τής γής,εκτήσω θεόφρον,παρρησίαν εν ουρανοίς,διό τούς ικέτας σου εκ βλάβης,τού πονηρού περιφρούρει Ιάκωβε.

Θεοτοκίον
Ελπίς ορθοδόξων χριστιανών,υπάρχουσα Μήτερ,μή ελλείπης διηνεκώς,τούς λύκους αιρέσεων ποικίλων, διασκεδάζουσα θεία δυνάμει σου.

Ωδή γ΄. Ουρανίας αψίδος.
Ρυπαράς αμαρτίας,καί τά πολλά σφάλματα,άπερ καθ εκάστην ημέραν,ποιώ ως άσωτος,πάτερ Ιάκωβε,ικετηρίαις σου τάχει,πρός Χριστόν διόρθωσον,αειμακάριστε.

Ιατρός δαιμονώντων,αναδειχθείς άγιε,ώς ποτε ερρύσω τόν νέον,εκ τού αλάστοροςδιό βοήθησον,τούς σέ υμνούντας ενθέρμως,
όπως κατασπάσωσιν,εχθρού τοξεύματα.

Από πάσης ανάγκης,καί πειρασμών λύτρωσαι,τούς ενασκουμένους πατέρας,ποτέ συνόντας σοι,τής θείας μάνδρας σου,εν τή Ευβοία θεόφρον,σύ γάρ ώφθης άγιε,αυτών τό στήριγμα.

Θεοτοκίον
Κραταιά προστασία,καί αρωγός έτοιμος,τών καταφευγόντων μερόπων,τή θεία σκέπη σου,Παρθένε φάνηθι,σύ γάρ φιλόστοργος μήτηρ, καί τροφός καί στήριγμα,απάντων γέγονας.

Διάσωσον,από κινδύνων Ιάκωβε θανασίμων,καί ανιάτων ασθενειών καί κακώσεων,τούς ανυμνούντας τήν μνήμην σου θεοφόρε.

Επίβλεψον,εν ευμενεία πανύμνητε Θεοτόκε,επί τήν εμήν χαλεπήν τού σώματος κάκωσιν,καί ίασαι τής ψυχής μου τό άλγος.

Η Αίτησις καί τό Κάθισμα.
Ήχος β΄. Πρεσβεία θερμή.
Υπέρ τής Μονής,τής σής θεομακάριστε,πρεσβεύειν αεί,Χριστώ τώ Παντοκράτορι,μή παύση ικεσίαις σου,ως ηγούμενος ταύτης Ιάκωβε, καί ποδηγός σοφός τών μοναστών,τών πόθω τιμώντων τήν μνήμην σου.

Ωδή δ΄. Εισακήκοα Κύριε.
Ώσπερ φύλαξ αήττητος,τού αντικειμένου τά ενοχλήματα,διασκέδασον πρεσβείαις σου,από τών αιτούντων σου βοήθειαν.

Βοηθός εν ταίς θλίψεσι,τών ασθενειών μου γενού Ιάκωβε,σύ γάρ έχεις ανεπαίσχυντον,πάτερ παρρησίαν πρός τόν Κύριον.

Επομβρίαις χαρίτων σου,τής ψυχής φοβίας πάτερ Ιάκωβε,μετασκεύασον δεόμεθα,πρός χαράν απάντων τών αινούντων σε.

Θεοτοκίον
Δός μοι χάριν καί δύναμιν,όπως διαπλεύσω τό μέγα πέλαγος,Αειπάρθενε τού βίου μου,καί εις πλάτος φθάσω παραδείσιον.

Ωδή ε΄. Φώτισον ημάς.
Όλος τώ Θεώ,εκ παιδός ανατιθέμενος,τήν νεότητα οδήγει ασφαλώς,πρός τήν τρίβον τού Σωτήρος αξιάγαστε.

Σώματος ημών,καί ψυχής τά αρρωστήματα,ικετεύομεν ευχαίς σου ιεραίς,ιαθήναι θεοκίνητε Ιάκωβε.

Μνήσθητι ημών,τών σών φίλων ώ Ιάκωβε,καί παράσχου τήν ειρήνην λογισμών,τού νοός ταίς ικεσίαις σου πρός Κύριον.

Θεοτοκίον
Ο πανσθενουργός,καί Δεσπότης πάσης κτίσεως,τήν σήν δέησιν ακούει ευμενώςδιό ζήτει υπέρ πάντων τά σωτήρια.

Ωδή στ΄. Τήν δέησιν.
Ιάτρευσας,προσευχαίς σου άγιε,επιτόκων γυναικών ασθενείας,καί εκ καρκίνου βαρέως ερρύσω,πολλούς ανθρώπους παμμάκαρ Ιάκωβε διό μή παύση καί ημών,θεραπεύων ψυχής τά οιδήματα.

Σοφία,τή ιερά κεκόσμησαι,οδηγήσας μοναζόντων χορείαν,πρός βιοτήν τήν λιτήν καί οσίαν,καί αγαπήσας Χριστού τήν ταπείνωσιν
διό κατάστειλον ταχύ,τού νοός μου τόν τύφον Ιάκωβε.

Ηδύτητα,σαρκικήν απέκρουσας,εγκρατεία καί νηστεία θεόφρον,καί ταίς πυκναίς προσευχαίς σου ανήλθες,εις κορυφήν τής θεώσεως άγιε,
πρός ήν κατεύθυνον ημάς,τούς φιλούντάς σε πάτερ Ιάκωβε.

Θεοτοκίον
Νύν Πάναγνε,Θεοτόκε Δέσποινα,ικετεύοντες οι δούλοί σου πάντες,τών στυγερών καί ατέγκτων δαιμόνων,τήν κακουργίαν ταχέως διάλυσονσύ γάρ τήν κάραν τού εχθρού,τώ σώ τόκω συνέτριψας τέλεον.

Διάσωσον,από κινδύνων Ιάκωβε θανασίμων,καί ανιάτων ασθενειών καί κακώσεων,τούς ανυμνούντας τήν μνήμην σου θεοφόρε.

Επίβλεψον,εν ευμενεία πανύμνητε Θεοτόκε,επί τήν εμήν χαλεπήν τού σώματος κάκωσιν,καί ίασαι τής ψυχής μου τό άλγος.

Αίτησις καί τό Κοντάκιον.
Ήχος β΄. Τοίς τών αιμάτων σου.
Ως ιερεύς τού Χριστού εννομώτατος,καί ασκητής περιάκουστος άγιε,Μονήν τήν αγίαν σου φύλαττε,ικετηρίαις σου πάτερ Ιάκωβε,
Δαυίδ τού οσίου διάδοχε.

Καί ευθύς τό Προκείμενον.
Τίμιος εναντίον Κυρίου ο θάνατος τού οσίου αυτού.
Στίχ. Μακάριος ανήρ ο φοβούμενος τόν Κύριον.

Ευαγγέλιον. Εκ τού κατά Λουκάν (Κεφ. στ΄ 17 23).
Tώ καιρώ εκείνω, έστη ο Ιησούς επί τόπου πεδινού, καί όχλος μαθητών αυτού, καί πλήθος πολύ τού λαού από πάσης τής Ιουδαίας καί Ιερουσαλήμ καί τής παραλίου Τύρου καί Σιδώνος, οί ήλθον ακούσαι αυτού καί ιαθήναι από τών νόσων αυτών, καί οι οχλούμενοι από πνευμάτων ακαθάρτων, καί εθεραπεύοντο καί πάς ο όχλος εζήτει άπτεσθαι αυτού, ότι δύναμις παρ αυτού εξήρχετο καί ιάτο πάντας. Καί αυτός επάρας τούς οφθαλμούς αυτού εις τούς μαθητάς αυτού έλεγε Μακάριοι οι πτωχοί, ότι υμετέρα εστίν η βασιλεία τού Θεού. Μακάριοι οι πεινώντες νύν, ότι χορτασθήσεσθε. Μακάριοι οι κλαίοντες νύν, ότι γελάσετε. Μακάριοί εστε όταν μισήσωσιν υμάς οι άνθρωποι, καί όταν αφορίσωσιν υμάς καί ονειδίσωσι καί εκβάλωσι τό όνομα υμών ως πονηρόν ένεκα τού υιού τού ανθρώπου. Χαίρετε εν εκείνη τή ημέρα καί σκιρτήσατε ιδού γάρ ο μισθός υμών πολύς εν τώ ουρανώ.

Δόξα.
Ταίς τού σού Οσίου πρεσβείαις, Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Καί νύν.
Ταίς τής Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Στίχ. Ελεήμον, ελέησόν με ο Θεός
Προσόμοιον.
Ήχος πλ. β΄. Όλην αποθέμενοι.
Άγιε Ιάκωβε,τών μοναζόντων τό κλέος,τείνον χείρα άπασι,τοίς προσερχομένοις τή θεία μάνδρα σου,εν πολλαίς θλίψεσι,καί ποικίλαις νόσοις,καί παντοίοις παραπτώμασι,παρέχων ίασιν,θάρσος καί χαράν αναφαίρετον,τούς δέ εκ βλάβης πάσχοντας,τού αντικειμένου θεράπευσον,ίνα ανυμνώσι,τήν χάριν σου τήν άμαχον σεμνέ,καί εγκαρδίως γεραίρωσι,τά πολλά σου θαύματα.

Σώσον ο Θεός τόν λαόν σου

Ωδή ζ΄. Οι εκ τής Ιουδαίας.
Βαρυνθείς ανομίαις,πολυφρόντιδος βίου,ο δυστυχής καί πτωχός,υψώ τάς δύο χείρας,ικετικώς παμμάκαρ,πρό τής θείας εικόνος σου, καί αναμένω τήν σήν,λαβείν επικουρίαν.

Ο πολλούς τώ σώ λόγω,καί σημείοις αρρήτοις,ως ευσπλαγχνίας πατήρ,εν τή ζωή στηρίξας,καί μετά τήν θανήν σου,θεοφόρε Ιάκωβε,
καμέ τόν σόν υμνητήν,ανάστησον πεσόντα.

Η μονή σου τυγχάνει,ό προπύργιον πάτερ,τών ευσεβών κοσμικών,καί τών ενδεδυμένων,στολήν τών μοναζόντων,ούς συντήρει Ιάκωβε, εν καθαρά βιοτή,καί ορθοδόξω πίστει.

Θεοτοκίον
Θεοτόκε Παρθένε,η τεκούσα ασπόρως τόν πάντων Κύριον,δυσώπησον λιταίς σου,αυτόν υπέρ τών δούλων,τών υμνούντων τήν χάριν σου, καί τά πολλά σου Αγνή,σημεία ευγνωμόνως.

Ωδή η΄. Τόν Βασιλέα.
Επισταμένως,τούς εκζητούντας εν πόθω,παραμύθιον εν θλίψεσι παράσχου,Ιάκωβε Ευβοίας,ο φύλαξ καί προστάτης.

Ίασαι πάτερ,τήν ασθενούσαν ψυχήν μου,εκ παθών ηδονοφόρων καί αισχίστων,καί βοηθησόν μοι,ποιείν τά τού Κυρίου.

Από τού τύφου,τών πονηρών εννοιών μου,ταίς λιταίς σου πρός Χριστόν απάλλαξόν με,καί τή σή προνοία,πρός φώς οδήγησόν με.

Θεοτοκίον
Νεύσον εξ ύψους,πρός τούς ικέτας σου Μήτερ,καί οδήγησον αυτούς πρός σωτηρίαν,ίνα τού Υιού σου,εντάλματα τηρώσι.

Ωδή θ΄. Κυρίως Θεοτόκον.
Ιδείν επιθυμούμεν,πρόσωπον Κυρίου,ταίς σαίς πρεσβείαις παμμάκαρ Ιάκωβε,σύ γάρ οικήτωρ υπάρχεις,τής άνω πόλεως.

Ως έχων παρρησίαν,πρέσβευε απαύστως,υπέρ τής μάνδρας σου πάτερ Ιάκωβε,σύν τώ Δαυίδ τώ οσίω,Γέροντι πάντιμε.

Θεοτοκίον
Λιμήν απηλπισμένων,τών πιστών η βάσις,καί στηριγμός τών πεσόντων εν παραπτώμασι,τή σή οξεία δυνάμει,φάνηθι Δέσποινα.

Άξιον εστιν ως αληθώς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν αειμακάριστον καί παναμώμητον καί μητέρα τού Θεού ημών. Τήν τιμιωτέραν τών Χερουβείμ καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια,
Χαίροις Λιβισίου γόνος λαμπρός,καί Ευβοίας πάσης,ο ακένωτος θησαυρός,χαίροις κοινοβίου Δαυίδ τού θεοφόρου,Ιάκωβε ηγήτορ, καί μέγας έφορος.

Χαίροις αρρωστούντων θεραπευτής,τών πενήτων φίλος,καί πενθούντων αναψυχή,χαίροις τών στενόντων,ταίς θλίψεσι τού βίου, Ιάκωβε θεόφρον,τό παραμύθιον.

Ώφθης επ εσχάτων τών ημερών,εν Ευβοία πάτερ,τό αλάβαστρον αρετών,καί χαρίτων θείων,ταμείον πεπλησμένον,Ιάκωβε παρέχον, πιστοίς τά πρόσφορα.

Είληφας Ιάκωβε ιερέ,τής ιερωσύνης,μέγα δώρον από Θεού,καί πολλούς πεσόντας,ανέστησας θεόφρον,τώ θείω μυστηρίω, εξαγορεύσεως.

Γέγονας τό στήριγμα μοναχών,θεραπεύων τούτων,αρρωστήματα τής ψυχής,ως καί διανοίας,τής λογικής καθαίρων,σοφαίς σου συμβουλίαις,πάτερ Ιάκωβε.

Κόσμημα καί καύχημα ιερόν,πάσης τής Ελλάδος,ανεδείχθης σεμνοπρεπώς,ταίς θαυματουργίαις,καί διδαχαίς αγίαις,Ιάκωβε αγγέλων, ο ομοδίαιτος.

Τάφον προσκυνούντές σου τόν σεπτόν,χάριτας ποικίλας,αρυόμεθα εξ αυτού,σύ γάρ Παρακλήτου,Ιάκωβε δοχείον,τό πάγχρυσον εφάνης,
θεοχαρίτωτε.

Πάσαι τών Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες μετά τής Θεοτόκου, ποιήσατε πρεσβείαν εις τό σωθήναι ημάς.

Τό Τρισάγιον
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς. (Τρίς).
Δόξα Πατρί, καί Υιώ, καί αγίω Πνεύματι,
καί νύν, καί αεί, καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Παναγία Τριάς, ελέησον ημάς Κύριε, ιλάσθητι ταίς αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τάς ανομίας ημίν Άγιε, επίσκεψαι καί ίασαι τάς ασθενείας ημών, ένεκεν τού ονόματός σου.

Κύριε, ελέησον Κύριε, ελέησον Κύριε, ελέησον.
Δόξα Πατρί

Πάτερ ημών ο εν τοίς ουρανοίς, αγιασθήτω τό όνομά σου ελθέτω η βασιλεία σου γενηθήτω τό θέλημά σου, ως εν ουρανώ, καί επί τής γής. Τόν άρτον ημών τόν επιούσιον δός ημίν σήμερον καί άφες ημίν τά οφειλήματα ημών, ως καί ημείς αφίεμεν τοίς οφειλέταις ημών καί μή εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από τού πονηρού.

Ότι σού εστιν η βασιλεία καί η δύναμις καί η δόξα τού Πατρός καί τού Υιού καί
τού Αγίου Πνεύματος, νύν καί αεί καί εις τούς αιώνας τών αιώνων.

καί τά Τροπάρια ταύτα. Ήχος πλ. β΄.
Ελέησον ημάς, Κύριε, ελέησον ημάς, πάσης γάρ απολογίας απορούντες, ταύτην Σοι τήν ικεσίαν, ως Δεσπότη, οι αμαρτωλοί προσφέρομεν, ελέησον ημάς.

Δόξα.
Κύριε ελέησον ημάς, επί Σοί γάρ πεποίθαμεν. Μή οργισθής ημίν σφόδρα, μηδέ μνησθής τών ανομιών ημών. Αλλ επίβλεψον καί νύν ως εύσπλαχνος καί λύτρωσαι ημάς εκ τών εχθρών ημών. Σύ γάρ εί Θεός ημών καί ημείς λαός Σου, πάντες έργα χειρών Σου καί τό όνομά Σου επικεκλήμεθα.

Καί νύν.
Τής ευσπλαχνίας τήν πύλην άνοιξον ημίν, ευλογημένη Θεοτόκε, ελπίζοντες εις Σέ μή αστοχήσομεν, ρυσθείημεν διά Σού τών περιστάσεων Σύ γάρ η σωτηρία τού γένους τών Χριστιανών.

Καί Απολυτίκιον ψαλλόμενον πρωτίστως εν τή Ιερά Μονή τού Οσίου Δαυίδ.

Ήχος πλ. α΄. Τόν Συνάναρχον Λόγον.
Τών οσίων Πατέρων τά κατορθώματα,εν εσχάτοις τοίς χρόνοις ζηλώσας άγιε,ανεδείχθης μιμητής τούτων Ιάκωβε,εν τή μάνδρα τού Δαυίδ,τού προστάτου σου σεμνέ,ποιμάνας ταύτην ενθέως,διό σύν τούτω μή παύση,υπέρ ημών αεί δεόμενος.

Εκτενής καί Απόλυσις, μεθ ήν ψάλλομεν τα εξής

Ήχος β΄. Ότε εκ τού ξύλου σε νεκρόν.
Πάτερ διελθών τών πειρασμών,πέλαγος Ιάκωβε μέγα,έφθασας όσιε,εις μονάς τής χάριτος,τού Παντοκράτορος,διό πρόφθασον άγιε, δεόμεθα πάντες,παύσαι ταίς πρεσβείαις σου,τού πολεμήτορος,δόλον καί σπουδήν καί μανίαν,κατά τής αγίας Μονής σου, προεστώς γάρ ταύτης εχρημάτισας.

Δέσποινα πρόσδεξαι τάς δεήσεις τών δούλων Σου, καί λύτρωσαι ημάς, από πάσης ανάγκης καί θλίψεως.

Τήν πάσαν ελπίδα μου, εις Σέ ανατίθημι, Μήτερ τού Θεού, φύλαξόν με υπό τήν σκέπην Σου.

Δι ευχών τών Αγίων Πατέρων ημών.
Κύριε Ιησού Χριστέ ό Θεός ημών έλέησον ημάς.
Αμήν.

Παρακλητικός Κανών εις τον Πνευματοφόρον Πατέρα ημών Ιακωβον τον Αρτίως εν Ευβοία Εκλάψαντα
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Εΰλογήσαντος τού ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ (142) Ψαλμόν.
Κύριε εισάκουσον τής προσευχής μου, ενώτισαι τήν δέησίν μου εν τή αληθεία Σου, εισάκουσον μου εν τή δικαιοσύνη Σου καί μή εισέλθης εις κρίσιν μετά τού δούλου Σου, ότι ου δικαιωθήσεται ενώπιόν Σου, πάς ζών. Ότι κατεδίωξεν ο εχθρός τήν ψυχήν μου, εταπείνωσεν εις γήν τήν ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς, ως νεκρούς αιώνος καί ηκηδίασεν επ εμέ τό πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοίς έργοις Σου, εν ποιήμασι τών χειρών Σου εμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, η ψυχή μου ως γή άνυδρός Σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε τό πνεύμα μου. Μή αποστρέψης τό πρόσωπόν Σου απ εμού καί ομοιωθήσομαι τοίς καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μου τό πρωΐ τό έλεός Σου, ότι επί Σοί ήλπισα. Γνώρισόν μοι, Κύριε, οδόν εν ή πορεύσομαι, ότι πρός Σέ ήρα τήν ψυχήν μου. Εξελού με εκ τών εχθρών μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά Σου, ότι Σύ εί ο Θεός μου. Τό Πνεύμα Σου τό αγαθόν οδηγήσει με εν γή ευθεία, ένεκεν τού ονόματός Σου, Κύριε, ζήσεις με. Εν τή δικαιοσύνη Σου εξάξεις εκ θλίψεως τήν ψυχήν μου καί εν τώ ελέει Σου εξολοθρεύσεις τούς εχθρούς μου. Καί απολείς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ότι εγώ δούλος Σου ειμί.

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος α. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό ονομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος β. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ημυνάμην αυτούς.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος γ. Παρά Κυρίου εγένετο αύτη, καί έστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Είτα τά παρόντα τροπάρια.

Ήχος δ΄. Ο υψωείς εν τώ Σταυρώ.
Τών αρετών τήν εοτύπωτον βϊβλον καί αγωγής ασκητικής τόν κανόνα, τόν τής μονής ηγούμενον Δαβίδ τού σεπτούν, ένεον Ιάκωβον, καταστέψωμεν ύμνοις καί αυτώ βοήσωμεν τοίς ικέταις σου πέμψον υψόεν δόσεις είων αρετών καί συμπαείας τής σής όμβρον άπασι.

Δόξα. Τό αυτό. Καί νύν. Θεοτοκίον.
Ου σιωπήσωμέν ποτε, Θεοτόκε, τάς δυναστείας σου λαλείν οι ανάξιοι· ει μή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ημάς ερρύσατο εκ τοσούτων κινδύνων; τίς δέ διεφύλαξεν έως νύν ελευθέρους; ουκ αποστώμεν, Δέσποινα, εκ σού· σούς γάρ δούλους σώζεις αεί εκ παντοίων δεινών.

Ψαλμός Ν/(50)
Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός Σου καί κατά τό πλήθος τών οικτιρμών Σου, εξάλειψον τό ανόμημά μου. Επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με. Ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μου εστι διά παντός. Σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν Σου εποίησα, όπως άν δικαιωθής εν τοίς λόγοις Σου καί νικήσης εν τώ κρίνεσθαί Σε. Ιδού γάρ εν ανομίαις συνελήφθην καί εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου. Ιδού γάρ αλήθειαν ηγάπησας, τά άδηλα καί τά κρύφια τής σοφίας Σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω καί καθαρισθήσομαι, πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν καί ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον τό πρόσωπόν Σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου. Μή απορρίψης με από τού προσώπου Σου καί τό Πνεύμα Σου τό Άγιον μή αντανέλης απ εμού. Απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου Σου καί πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τάς οδούς Σου καί ασεβείς επί σέ επιστρέψουσιν. Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός τής σωτηρίας μου, αγαλλιάσεται η γλώσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν Σου. Ότι, ει ηθέλησας θυσίαν, έδωκα άν, ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τώ Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τή ευδοκία Σου τήν Σιών καί οικοδομηθήτω τά τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν καί ολοκαυτώματα. Τότε ανοίσουσιν επί τό θυσιαστήριόν Σου μόσχους.

καί ο Κανών, ού η ακροστιχίς:
«Ιάκωβε, προστάτης μου πέλεις ένερμος. Χ.»

Ήχος πλ. δ/.Ωδή α/. Υγράν διοδεύσας.
Ιάκωβε, όσιε ασκητά, νεόφωτον άστρον στερεώματος νοητού τής πίστεως, φώτισον ακτίσι τών πρεσβειών σου καμού τήν σκοτόμαιναν.

Απαύγασμα χάριτος είϊκής, Ιάκωβε νέε, βίου κρείττονος φρυκτωρέ, χαρίτων παντοίων λαμπηδόνας τούς σοί προσφεύγοντας πίστει ανάδειξον.

Κοσμήτορ Ευβοίας καί τού Δαβίδ τού είου τής μάνδρας καηγούμενε ιερέ, Ιάκωβε, σέ τούς ανυμνούντας πνευματικαίς αρεταίς τάχος κόσμησον.

Ως στύλον απλότητος αρραγή καί άσειστον τείχος ταπεινώσεως μελιχροίς, Ιάκωβε, στέφοντές σε ύμνοις τάς πρός Θεόν σου πρεσβείαις αιτούμεα.

Θεοτοκίον.
Βαμίδας τής σώφρονος βιοτής αξίωσον, Μήτερ τού Παντάνακτος, ανελείν τούς σέ μεγαλύνοντας απαύστως ως χαρμονής χοϊκού γένους πρόξενον.

Ωδή γ/. Ουρανίας αψίδος.
Εσφόρος ως είος τούς εν σκιά στένοντας άγχους ζοφερού καί πανδείνου άλγους εφώτισας εν ταίς ημέραις ημών ταίς δυσχειμέροις, πατέρων εοφόρων κλέϊσμα, μάκαρ Ιάκωβε.

Πειρασμούς ανυποίστους τή τού Θεού χάριτι, πάτερ, υπομένων εις τέλος ώφης ισάγγελος καί τώ Κυρίω συνών νύν εκδυσώπει ειρήνην δούναι σέ τοίς μέλπουσιν ύμνοις, Ιάκωβε.

Ρώσιν δίδου καί χάριν τοίς ευλαβώς σπεύδουσι σοί ως εις πολύρρυτον κρήνην ξένων, Ιάκωβε, αυμάτων πλείστων πηγήν καί ακεσώδυνον φρέαρ ιαμάτων, όσιε, κόσμου προσφύγιον.

Θεοτοκίον.
Ομιχλώδεις εννοίας καί λογισμούς κάαρον, άσπιλε, αγία Παρένε, τούς τυραννούντάς με, ίνα υμνώ σε αεί καί κααρά διανοία ανυμνώ τήν άγρυπνον κηδεμονίαν σου.

Διάσωσον εκ τών παγίδων, Ιάκωβε, τού δολίου τούς εν πίστει τή πανσενεί πρεσβεία σου σπεύδοντας, νεότευκτε οίκε τού Παρακλήτου.

Επίβλεψον εν ευμενεία, πανύμνητε Θεοτόκε, επί τήν εμήν χαλεπήν τού σώματος κάκωσιν, καί ίασαι τής ψυχής μου τό άλγος.

Αίτησις καί το Κάθισμα.
Ήχος β/. Πρεσβεία θερμή.
Χαρίτων κρουνέ αείρροε, Ιάκωβε, ταίς σαίς πρός Θεόν πρεσβείαις καταφεύγοντες οι πιστοί βοώμέν σοι αρωγής σου πότισον νάμασι τάς ξηρανείσας πράξεσιν αισχραίς ψυχάς τών αεί καταφευγόντων σοι.

Ωδή δ/. Εισακήκοα, Κύριε.
Σε μεσίτην ερμότατον πρός τόν Βασιλέα Θεόν κατέχομεν, άνος πίστεως νεόφυτον, τό ευφραίνον άπαντας, Ιάκωβε.

Τής παιδείας τής άνωθεν καί Θεού σοφίας λαμπτήρ, Ιάκωβε, ευπαιδεύτους πάντας σόφισον τού επιζητείν τά διαμένοντα.

Απερίτρεπτον έρεισμα τών χειμαζομένων οφείς, Ιάκωβε, συμπαείας ράβδος πάντοτε τών σών ικετών γενού καί στήριγμα.

Θεοτοκίον.
Τής ψυχής μου τούς μώλωπας έ ί καί τάς ανιάτους πληγάς εράπευσον, Θεοτόκε αειπάρενε, εύχος Ιακώβου τιμιώτατον.

Ωδή ε/. Φώτισον ημάς.
Ήσχυνας εχρόν, προσευχαίς ταίς νυχημέροις σου καί συντόνοις σου καμάτοις όεν νύν βοηείς ημίν τροπώσαι πλάνον, όσιε.

Σκέπη φωτεινή τής μονής Δαδίδ τού μάκαρος, περισκέπασον, Ιάκωβε, ερμώς τούς προσφεύγοντας τή εία προστασία σου.

Μέγαν αρωγόν, σέ, Ιάκωβε, κεκτήμεα εν τού βίου τρικυμίαις, στιβαρέ κυβερνήτα τών ψυχών τών προσιόντων σοι.

Θεοτοκίον.
Όμβρον εϊκόν πάση κτίσει αποστάζουσα ομβροτόκος ως νεφέλη, Μαριάμ, σωτηρίας κόσμω άνος ανεβλάστησας.

Ωδή στ/. Τήν δέησιν.
Υπέρλαμπρον άστρον σε κατηύυνε, πρός τό σπήλαιον Δαβίδ τού οσίου εν ομιχλώδει νυκτί τού χειμώνος μέσω δρυμού πυκνοτάτου, Ιάκωβε, ημίν δεικνύον τού Θεού πρός τήν σήν βιοτήν ευαρέσκειαν.

Περίδοξον Λιδισίου βλάστημα, παιδιόεν τώ Χριστώ εκολλήης διό καί χάριν απείληφας είαν προσομιλείν τοίς αγίοις εκάστοτε καί ταπεινώς υπέρ ημών, σών προσφύγων, πρεσόδεύειν, Ιάκωβε.

Εποίμανας εαρέστως σύλλογον τών αζύγων τού Δαβίδ τού οσίου τής μάνδρας, πάτερ Ιάκωβε, γέρας αναδειχείς τιμαλφές διακρίσεως εν τοίς εσχάτοις τοίς καιροίς τό προλέγειν δυνάμενον μέλλοντα.

Θεοτοκίον.
Λαμπρότατον τού Υψίστου σκήνωμα, σκοτασμόν παών ημών πλείστων λύσον καί σωτηρίας ανάτειλον ήμαρ τοίς ως Θεόν σε αεί μακαρίζουσι μετά Θεόν μελισταγώς, Θεοτόκε αγνή, αειπάρενε.

Δάσωσον εκ τών παγίδων, Ιάκωβε, τού δολίου τούς εν πίστει τή πανσενεί πρεσβεία σου σπεύδοντας, νεότευκτε οίκε τού Παρακλήτου.

Άχραντε, η διά λόγου τόν Λόγον ανερμηνεύτως επ εσχάτων τών ημερών τεκούσα, δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Αίτησις καί τό Κοντάκιον.
Ήχος β/. Τοίς τών αιμάτων σου.
Νεολαμπές τής Ευβοίας εκπύρσευμα, σημειοφόρε, Ιάκωβε όσιε, απαύστως δυσώπει τόν Κύριον λυτρούσαι κινδύνων καί λίψεων τούς πόω αεί σοι προσφεύγοντας.

Προκείμενον.
Τίμιος εναντίον Κυρίου ο άνατος τού Οσίου Αυτού.
Στίχ. Μακάριος ανήρ ο φοβούμενος τόν Κύριον.

Ευαγγέλιον κατά Λουκάν. (Κεφ. στ΄ 17.23).
Τώ καιρώ εκείνω έστη ο Ιησούς επί τόπου πεδινού καί όχλος μαθητών αυτού, καί πλήθος πολύ τού λαού από πάσης τής Ιουδαίας καί Ιερουσαλήμ καί τής παραλίου Τύρου καί Σιδώνος, οί ήλθον ακούσαι αυτού καί ιαθήναι από τών νόσων αυτών, καί οι οχλούμενοι από πνευμάτων ακαθάρτων, καί εθεραπεύοντο καί πάς ο όχλος εζήτει άπτεσθαι αυτού, ότι δύναμις παρ αυτού εξήρχετο καί ιάτο πάντας. Καί αυτός επάρας τούς οφθαλμούς αυτού εις τούς μαθητάς αυτού έλεγε ακάριοι οι πτωχοί, ότι υμετέρα εστίν η βασιλεία τού Θεού. μακάριοι οι πεινώντες νύν, ότι χορτασθήσεσθε. Μακάριοι οι κλαίοντες νύν, ότι γελάσετε. Μακάριοί εστε όταν μισήσωσιν υμάς οι άνθρωποι, καί όταν αφορίσωσιν υμάς καί ονειδίσωσι καί εκβάλωσι τό όνομα υμών ως πονηρόν ένεκα τού υιού τού ανθρώπου. Χάρητε εν εκείνη τή ημέρα καί σκιρτήσατε ιδού γάρ ο μισθός υμών πολύς εν τώ ουρανώ κατά τά αυτά γάρ εποίουν τοίς προφήταις οι πατέρες αυτών.

Δόξα.
Ταίς τού σού Οσίου πρεσβείαις, ελεήμον, εξάλειψον τά πλήθη τών εμών εγκλημάτων.

Καί νύν.
Ταίς τής Θεοτόκου πρεσβείαις, ελεήμον, εξάλειψον τά πλήθη τών εμών εγκλημάτων.

Προσόμοιον.
Στίχ. Ελέησόν με ο Θεός, κατά τό μέγα έλεός σου
Ήχος πλ. β/. Όλην αποθέμενοι.
Όλος εκ νεότητος προσκολληείς τώ Κυρίω ασκητών γεγένησαι εοφόρων πρόβολος άρτι, όσιε, καί πιστών πρόμαχος εν ταίς μάχαις βίου όεν πόω εκβοώμέν σοι Κυρίω πρέσβευε ρύεσαι απάσης κακώσεως, Ιάκωβε πανόλβιε, σοί τούς κα’ εκάστην προστρέχοντας καί επιζητούντας τήν είαν σου υψόεν αρωγήν, νεοπαγές καταφύγιον ευσεβών καί στήριγμα.

Σώσον, ο Θεός, τόν λαόν Σου

Ωδή ζ/. Οι εκ τής Ιουδαίας.
Εραστής ακτησίας άχρι τέλους υπάρχων, σοφέ Ιάκωβε, αφάρτου δόξης πλούτον, σεμνέ τροφεύ πενήτων, εθησαύρισας όεν σε ανευφημούντες ευχών σόν πλούτον εκζητούμεν.

Ιατρεύειν κατ’ άμφω πάσαν νόσον υψόεν τήν χάριν είληφας, απλέ πνευματοφόρε καί πράε ποδηγέτα χριστωνύμου πληρώματος, ως ιλαρός καί γλυκύς, Ιάκωβε, εράπων.

Ευμπαείας πυξίον, διοράσεως σκεύος καί προοράσεως, Ιάκωβε, νεφέλη, επόμβρισον υψόεν εφ’ ημάς ταίς πρεσβείαις σου πρός τόν Δεσπότην Αυτού τά πλούσια ελέη.

Θεοτοκίον.
Ευσεβείας τοίς έργοις τώ Σωτήρι τών όλων καί είω Τόκω σου, Υπερευλογημένη, αγνή, ευαρεστήσαι καταξίωσον άπαντας, ως εν τοίς χρόνοις ημών Ιάκωβος ο νέος.

Ωδή η/. Τόν Βασιλέα.
Νεκρώσας μέλη τού χοϊκού σου σαρκίου αγρυπνία καί άκρα νηστεία άγγελος ωράης, Ιάκωβε, ως άλλος.

Θαυμάτων βρύσιν ως εις πολύρρυτον, μάκαρ, σοί προστρέχουσι πλήη μερόπων τών διψώντων νέκταρ αντλήσαι σής ευνοίας.

Ευώδες κρίνον τού ουρανού εν τή μάνδρα τού Δαβίδ ώφης πεφυτευμένον τού σεπτού, ευφραίνον, Ιάκωβε, τόν κόσμον.

Θεοτοκίον.
Ρώσιν πηγάζεις καί γλυκασμόν, Θεοτόκε, χαρμονή Ιακώβου τού νέου, σέ τοίς ανυμνούσιν εις πάντας τούς αιώνας.

Ωδή θ/. Κυρίως Θεοτόκον.
Μονής σου τής αγίας ή καί τών προσιόντων αυτή πιστώς φύλαξ ίσι, Ιάκωβε, σής αρραγούς προστασίας απλών τάς πτέρυγας.

Οι εν τή εξοδίω σού ακολουία περιχαρώς παριστάμενοι, είδόν σε επευλογούντα τά πλήη, σεπτέ Ιάκωβε.

Σοι κράζομεν μή παύση εφορών τό γένος ημών, αζύγων φαιδρότης, Ιάκωβε, τό καταφεύγον εν δίναις τή αντιλήψει σου.

Θεοτοκίον.
Χαρά τού Ιακώβου άρρητε καί πάντων τών φιλοσίων, εόνυμφε Δέσποινα, καταφυγή, λύπης ζόφον ημών απέλασον.

Άξιόν εστιν ως αληθώς μακαρίζειν σε τήν Θεοτόκον, τήν αειμακάριστον καί παναμώμητον καί μητέρα τού Θεού ημών. Τήν τιμιωτέραν τών Χερουβίμ καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφίμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον σέ μεγαλύνομεν.

και τα παρόντα Μεγαλυνάρια,
Χαίροις, τών αγγέλων ο μιμητής η καί Δαβίδ τού είου τών καμάτων ο ζηλωτής, χαίροις, ο δαιμόνων τά στίφη ώσπερ πλήος σκορπίων δι’ ευχής σου στήσας, Ιάκωβε.

Ως ποτε οι Μάγοι πρός Βηλεέμ, έσχες οδηγόν σου πρός τό σπήλαιον τού Δαβίδ τού οσίου άστρον νυκτί εν ομιχλώδει, Ιάκωβε, οσίων νέων ακρώρεια.

Χαίροις, τής πτωχείας ο εραστής, τής ακτημοσύνης καί νηστείας ο τηρητής, χαίροις, συμπαείας κανών καί προστασίας ημών νεφέλη εία, μάκαρ Ιάκωβε.

Χαίροις, καταγώγιον αρετών, χαίροις, απαείας καί συνέσεως ροδεών, χαίροις, τού οσίου Δαδίδ τής μάνδρας πρώτε, Ιάκωβε, οσίων τό στηλογράφημα.

Πάντας τούς προστρέχοντας ευλαβώς σκέπη σου τή εία τήρει πάντοτε ασινείς εκ τής επηρείας τού δυσμενούς καί σώσον, Ιάκωόβε, τούς πίστει σέ μεγαλύνοντας.

Χαίροις, ο εκλάμψας εν τοίς καιροίς τοίς εσχάτοις, μάκαρ, εν Ευβοία σαίς αρεταίς καί Δαδίδ τού είου σοφώς μονήν ποιμάνας, Ιάκωβε, πυξίον χάριτος έμπλεων.

Πάσαι τών αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, αποστόλων η δωδεκάς, οι άγιοι πάντες μετά τής Θεοτόκου, ποιήσατε πρεσβείαν εις τό σωθήναι ημάς.

Τό Τρισάγιον
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς. (Τρίς).
Δόξα Πατρί, καί Υιώ, καί αγίω Πνεύματι,
καί νύν, καί αεί, καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Παναγία Τριάς, ελέησον ημάς Κύριε, ιλάσθητι ταίς αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τάς ανομίας ημίν Άγιε, επίσκεψαι καί ίασαι τάς ασθενείας ημών, ένεκεν τού ονόματος σου.

Κύριε, ελέησον Κύριε, ελέησον Κύριε, ελέησον.
Δόξα Πατρί

Πάτερ ημών ο εν τοίς ουρανοίς, αγιασθήτω τό όνομα σου ελθέτω η βασιλεία σου γενηθήτω τό θέλημά σου, ως εν ουρανώ, καί επί τής γής. Τόν άρτον ημών τόν επιούσιον δός ημίν σήμερον καί άφες ημίν τά οφειλήματα ημών, ως καί ημείς αφίεμεν τοίς οφειλέταις ημών καί μή εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από τού πονηρού.

Ότι σού εστιν η βασιλεία καί η δύναμις καί η δόξα τού Πατρός καί τού Υιού καί
τού Αγίου Πνεύματος, νύν καί αεί καί εις τούς αιώνας τών αιώνων.

καί τά Τροπάρια ταύτα. Ήχος πλ. β΄.
Ελέησον ημάς, Κύριε, ελέησον ημάς, πάσης γάρ απολογίας απορούντες, ταύτην Σοι τήν ικεσίαν, ως Δεσπότη, οι αμαρτωλοί προσφέρομεν, ελέησον ημάς.

Δόξα.
Κύριε ελέησον ημάς, επί Σοί γάρ πεποίθαμεν. Μή οργισθής ημίν σφόδρα, μηδέ μνησθής τών ανομιών ημών. Αλλ επίβλεψον καί νύν ως εύσπλαχνος καί λύτρωσαι ημάς εκ τών εχθρών ημών. Σύ γάρ εί Θεός ημών καί ημείς λαός Σου, πάντες έργα χειρών Σου καί τό όνομά Σου επικεκλήμεθα.

Καί νύν.
Τής ευσπλαχνίας τήν πύλην άνοιξον ημίν, ευλογημένη Θεοτόκε, ελπίζοντες εις Σέ μή αστοχήσομεν, ρυσθείημεν διά Σού τών περιστάσεων Σύ γάρ η σωτηρία τού γένους τών Χριστιανών.

καί τό Απολυτίκιον. Ήχος πλ. α΄. Τόν συνάναρχον Λόγον.
Διοράσεως έκτυπον καί σεμνότητος, μονής Δαβίδ τού οσίου, αυματουργέ, προεστώς, ο αρότρω γεωργήσας τής αγάπης σου κεχερσωμένας τού λαού, εοφόρητε, ψυχάς, Ιάκωβε πάτερ, άρτι, μή ελλίπης Χριστώ πρεσβεύων υπέρ ημών τών σέ καλούντων πιστώς.

Εκτενής καί Απόλυσις, μεθ ήν ψάλλομεν τό εξής

Ήχος β/. Ότε εκ τού ξύλου.
Άνος τής μονήρους βιοτής τό εν τοίς εσχάτοις τοίς χρόνοις ευωδιάσαν πιστούς ταίς οδμαίς σεμνότητος καί διοράσεως, μυροβόλε Ιάκωβε, υψόεν μή παύση εποπτεύων άπαντας τούς σέ γεραίροντας, πάσι δέ αφόνως εκχέων μύρον ευσπλαγχνίας ευώδες καί ζωής αλήκτου εία νάματα.

Δέσποινα, πρόσδεξαι τάς δεήσεις τών δούλων σου καί λύτρωσαι ημάς από πάσης ανάγκης καί θλίψεως.

Τήν πάσαν ελπίδα μου εις σέ ανατίθημι, Μήτερ τού Θεού, φύλαξόν με υπό τήν σκέπην σου.

Δι ευχών τών Αγίων Πατέρων ημών.
Κύριε Ιησού Χριστέ ό Θεός ημών έλέησον ημάς.
Αμήν.

Δίστιχον.
Μιμητήν σού βίου, Ιάκωβε, δείξον
Ιάκωβον, εμού καί Παρέσης γόνον.

Χαιρετισμοί εις τον Πνευματοφόρον Πατέρα ημών Ιάκωβον τον Αρτίως εν Ευβοία Εκλάψαντα
Εγκώμια εις τον Πνευματοφόρον Πατέρα ημών Ιάκωβον τον Αρτίως εν Ευβοία Εκλάψαντα
Παρακλητικός Κανών εις τον Όσιον Ιάκωβον τον εν Ευβοία
Ποίημα Αρχιμανδρίτη Νικοδήμου Αεράκη

Εΰλογήσαντος τού ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ (142) Ψαλμόν.
Κύριε, εισάκουσον τής προσευχής μου, ενώτισαι τήν δέησίν μου εν τή αληθεία σου, εισάκουσόν μου εν τή δικαιοσύνη σού καί μή εισέλθης εις κρίσιν μετά τού δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πάς ζών. Ότι κατεδίωξεν ο εχθρός τήν ψυχήν μου, εταπείνωσεν εις γήν τήν ζωήν μου, εκάθισε μέ εν σκοτεινοίς ως νεκρούς αιώνος καί ηκηδίασεν έπ εμέ τό πνεύμά μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοίς έργοις σου, εν ποιήμασι τών χειρών σου εμελέτων. Διεπέτασα πρός σέ τάς χείράς μου, η ψυχή μου ως γή άνυδρος σοί. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε τό πνεύμά μου μή αποστρέψης τό πρόσωπόν σου άπ εμού, καί ομοιωθήσομαι τοίς καταβαίνουσιν εις λάκκον. ακουστόν ποίησον μοί τό πρωί τό έλεός σου, ότι επί σοί ήλπισα γνώρισον μοί, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μού εξελού μέ εκ τών εχθρών μου, Κύριε, ότι πρός σέ κατέφυγον. Δίδαξον μέ τού ποιείν τό θέλημά σου, ότι σύ ει ο Θεός μού τό πνεύμά σου τό αγαθόν οδηγήσει μέ εν γή ευθεία. Ένεκεν τού ονόματός σου, Κύριε, ζήσεις μέ, εν τή δικαιοσύνη σου εξάξεις εκ θλίψεως τήν ψυχήν μου καί εν τώ ελέει σου εξολοθρεύσεις τούς εχθρούς μου καί απολείς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ότι εγώ δούλός σου ειμι.

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος ά΄. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος β. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ημυνάμην αυτούς.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος γ. Παρά Κυρίου εγένετο αύτη, καί έστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

είτα τά Τροπάρια

Ήχος δ. Ο υψωθείς εν τώ Σταυρώ.
Τού Ιακώβου αρετάς εξυμνούντες, τόν χαριτώσαντα αυτόν Θεόν Λόγον, λατρευτικώς τιμήσωμεν βοώντες θερμώς στήριξον εν τή δυνάμει σου, αδελφούς τής Μονής αυτού, πάσι δε χορήγησον τού Αγίου τήν χάριν καί μιμητάς αξίωσον ημάς, αναδειχθήναι, Δαυΐδ σεπτού Γέροντος.

Δόξα. Τό αυτό. Καί νύν. Θεοτοκίον.
Τή Θεοτόκω ταπεινώς εκβοώμεν, οι απειλούμενοι εχθρού ταίς ενέδραις τή μητρική σου σκέπασον αγάπη ημάς δίωξον Θεοχαρίτωτε, αντιδίκου τάς φάλαγγας, παύσον τάς ορμάς παθών, καί δαιμόνων μανίαν σύ γάρ υπάρχεις Δέσποινα Αγνή, Μήτηρ καί σκέπη, καί θεία αντίληψις.

Ο Ν΄ (50) Ψαλμός.
Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός Σου καί κατά τό πλήθος τών οικτιρμών Σου, εξάλειψον τό ανόμημά μου. Επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με. Ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μου εστι διά παντός. Σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν Σου εποίησα, όπως άν δικαιωθής εν τοίς λόγοις Σου καί νικήσης εν τώ κρίνεσθαί Σε. Ιδού γάρ εν ανομίαις συνελήφθην καί εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου. Ιδού γάρ αλήθειαν ηγάπησας, τά άδηλα καί τά κρύφια τής σοφίας Σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω καί καθαρισθήσομαι, πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν καί ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον τό πρόσωπόν Σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου. Μή απορρίψης με από τού προσώπου Σου καί τό Πνεύμα Σου τό Άγιον μή αντανέλης απ εμού. Απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου Σου καί πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τάς οδούς Σου καί ασεβείς επί σέ επιστρέψουσιν. Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός τής σωτηρίας μου, αγαλλιάσεται η γλώσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν Σου. Ότι, ει ηθέλησας θυσίαν, έδωκα άν, ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τώ Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τή ευδοκία Σου τήν Σιών καί οικοδομηθήτω τά τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν καί ολοκαυτώματα. Τότε ανοίσουσιν επί τό θυσιαστήριόν Σου μόσχους.

Καί αρχόμεθα τού Κανόνος, ου η ακροστιχίς
Ώ ΙΑΚΩΒΕ ΘΕΙΕ ΛΙΤΑΣ ΜΟΥ ΔΕΧΟΥ. ΝΙΚΟΔΗΜΟ(Υ)

Ωδή α. Ήχος πλ. δ. Υγράν διοδεύσας.
Ως όσιον μέλψωμεν ευλαβώς, Ιάκωβον θείον, τής Ευβοίας τόν φρυκτωρόν, τόν αγιασθέντα εν Κυρίω, καί τών πιστών αντιλήπτορα μέγιστον.

Ικανώσον Πνεύμα πανσθενουργόν, τήν εμήν καρδίαν, τού υμνήσαι θεοπρεπώς, ζωήν Ιακώβου τήν αγίαν, καί τών θαυμάτων αυτού τήν ενέργειαν.

Αξίως αγάλλεται εν Σίων, μετά τών Οσίων, ο Ιάκωβος ο κλεινός, πρεσβεύων απαύστως τώ Κυρίω, τού οικτιρήσαι καί σώσαι τούς κάμνοντας.

Θεοτοκίον.
Καρδίαν καταύγασον τών πιστώς, τιμώντων σόν Τόκον, Θεοτόκε Μήτερ Θεού, καί ρύσαι βουλής τού μισανθρώπου, καί τών ποικίλων παθών Θεονύμφευτε.

Ωδή γ. Ουρανίας αψίδος.
Ως προστάτην τιμώμεν, πάντων ημών ένθεον, μέγαν ασκητήν τής Ευβοίας, ευχής τε πρότυπον, τό εν αγάπη θερμή, καί ταπεινώσει τελεία, τών πατέρων στέρξαντα τά αγωνίσματα.

Βιοτήν εμιμήσω, τών ασκητών Όσιε, καί τών συνειδήσει μαρτύρων, βίαν θεάρεστον διό εισήλθες λαμπρώς, εις τήν Σίων ώ τρισμάκαρ, τοίς οσίοις ένδοξε, συναυλιζόμενος.

Εκ καρδίας ηρνήθης, ζωήν τρεπτήν Άγιε, καί τών επιγείων απάντων, τήν ματαιότητα, αποδεχθείς εν χαρά, τόν τής ασκήσεως βίον διό στέφος είληφας, καί δόξαν άφθιτον.

Θεοτοκίον.
Θεοτόκε εξάρχεις, τών μοναχών Άχραντε, καί ευλαβεστάτων μητέρων πέλεις τό καύχημα, πάντων πιστών αληθής, καταφυγή καί προστάτις, καί τών εν ταίς θλίψεσι, τό παραμύθιον.

Διάσωσον, από κινδύνων πρεσβείαις σου πρός τόν Λόγον, ότι πάντες εκ πειρασμών κυκλούμεθα Όσιε, ως έχων πρός Κύριον παρρησίαν.

Στερέωσον, τού ορθοδόξους τιμώντας σε Θεοτόκε, εν τή πίστει τού σου Υιού καί βίου παλαίσμασιν, ως έχουσα μητρικήν παρρησίαν.

Αίτησις καί τό Κάθισμα.
Ήχος β. Τά άνω ζητών.
Ποθών βιοτήν, τής χάριτος Ιάκωβε, ηρνήθης τής γής, επίκηρα καί μάταια, θεαρέστως τε ήγνισας πάντιμε, τήν ζωήν σου άπασαν καθορών δε νύν Χριστόν τόν Θεόν, ικέτευε Πάτερ, υπέρ πάντων ημών.

Ωδή δ. Εισακήκοα Κύριε.
Εκ καρδίας επόθησας, τήν αγγελικήν πολιτείαν Όσιε, καί τής νήψεως τό δώρημα, καί τής εγκρατείας τό πολύκαρπον.

Ισχύν Κτίστου σου έστερξας, καί τήν ησυχίαν σεπτέ Ιάκωβε, καί καρδίας τήν κατάνυξιν, καί τής προσευχής τό αδιάλειπτον.

Ευσεβείς ελευθέρωσον, σαίς λιταίς πρός Κύριον ώ Ιάκωβε, τών παγίδων τού αλάστορος, καί δεινών παθών καί περιστάσεων.

Θεοτοκίον.
Λόγον φέρεις εν μήτρα σου, τόν Σωτήρα πάντων Θεόν καί Κύριον, Θεοτόκε παντευλόγητε, καί τάς ουρανού πύλας ηνέωξας.

Ωδή έ. Φώτισον ημάς.
Ίλεως ημίν, ευφημούσι σε Ιάκωβε, ταίς σαίς ευχαίς γενού πρός τόν Ιησούν ίνα απαύστως ,ποθώμεν τό θείον έλεος.

Τέκνον τού Δαυΐδ, πρός αγώνας με καθόπλισον, καί αξίωσον Ιάκωβε κάμε, ίνα νικήσω, δεινών παθών τήν επίθεσιν.

Αίματι ψυχής, απορρίψας τόν δερμάτινον, κατηξιώθης φέρειν προπτωτικόν, τής αφθαρσίας, χιτώνα σεπτέ Ιάκωβε.

Θεοτοκίον.
Στύλος τών πιστών, καί προπύργιον Πανάμωμε, καί βακτηρία πέλεις εν συμφοραίς, ως Μήτηρ ούσα, τού Λόγου Θεοχαρίτωτε.

Ωδή ζ. Ο Ειρμός. Τήν δέησιν.
Μακάριε εν Χριστώ εβίωσας, καί εισήλθες εις ζωήν υπέρ λόγον νυ καθοράς, τού Κυρίου τήν δόξαν, καί τών Αγγέλων τήν θείαν λαμπρότητα, ως θύτης δε συλλειτουργείς, εν χορώ πρεσβυτέρων τρισόλβιε.

Ορμώμενος εκ τού θείου έρωτος, εν μονή αφιερώθης εμφρόνως, τήν αρετήν, τού Δαυΐδ τού οσίου, εν προσευχή καί αγνεία μιμούμενος καί χαίρεις νύν μετά τού σου, οδηγού αιωνίως Ιάκωβε.

Υμνούντες τήν Ιακώβου άσκησιν, ορθοδόξων τά φιλάγια πλήθη, καί τήν αυτού, πολιτείαν ζηλούντες, επιποθήσωμεν βίον τής χάριτος, καί βασιλείαν ουρανών, τά τού κόσμου τερπνά απαρνούμενοι.

Θεοτοκίον.
Διδάσκεις με ώ Αγνή ταπείνωσιν, καί αγάπην αληθή πρός σόν Τόκον, καί εκκοπήν, τού θελήματος Μήτερ, καί τού φρονήματος Θεομακάριστε, καί πάσαν άλλην αρετήν, δι ασπίλου σου βίου Πανάμωμε.

Διάσωσον, από κινδύνων πρεσβείαις σου πρός τόν Λόγον, ότι πάντες εκ πειρασμών κυκλούμεθα Όσιε, ως έχων πρός Κύριον παρρησίαν.

Στερέωσον, τούς ορθοδόξως τιμώντας σε Θεοτόκε, εν τή πίστει τού σου Υιού καί βίου παλαίσμασιν, ως έχουσα μητρικήν παρρησίαν.

Αίτησις καί τό Κοντάκιον.
Ήχος β. Προστασία τών χριστιανών.
Τής Ευβοίας Ιάκωβε πέλεις τό καύχημα, καί Μονής τού Δαυΐδ τό σεπτόν εγκαλλώπισμα, ασκηθείς πανθαυμαστώς ως δούλος γνήσιος Χριστού διό είληφας εν ουρανώ, σαββατισμού τήν δωρεάν, καί χαράν υπερκόσμιον σπεύσον εις ικεσίαν, υπέρ τών σε ευφημούντων, πρός τόν Σωτήρα Ιησούν, τών πιστών τό θείον πρότυπον.

Καί ευθύς τό Προκείμενον.
Τίμιος εναντίον Κυρίου ο θάνατος τού Οσίου αυτού.
Στίχ. Τι ανταποδώσωμεν τώ Κυρίω περί πάντων, ών ανταπέδωκεν ημίν;

Ευαγγέλιον.Εκ τού κατά Λουκάν (στ 17-23).
Τώ καιρώ εκείνω, έστη ο Ιησού επί τόπου πεδινού καί όχλος μαθητών αυτού, καί πλήθος πολύ τού λαού, από πάσης τής Ιουδαίας, καί Ιερουσαλήμ, καί τής παραλίου Τύρου καί Σιδώνος, οι ήλθον ακούσαι αυτού, καί ιαθήναι από τών νόσων αυτών καί οι οχλούμενοι υπό πνευμάτων ακαθάρτων, καί εθεραπεύοντο. Καί πάς ο όχλος εζήτει άπτεσθαι αυτού ότι δύναμις παρ αυτού εξήρχετο, καί ιάτο πάντας. Καί αυτός επάρας τούς οφθαλμούς αυτού εις τούς Μαθητάς αυτού, έλεγε Μακάριοι οι πτωχοί, ότι υμετέρα εστίν η βασιλεία τού Θεού. Μακάριοι οι πεινώντες νύν, ότι χορτασθήσεσθε. Μακάριοι οι κλαίοντες νύν, ότι γελάσετε. Μακάριοι εστέ όταν μισήσωσιν υμάς οι άνθρωποι, καί όταν αφορίσωσιν υμάς, καί ονειδίσωσι, καί εκβάλωσι τό όνομα υμών ως πονηρόν, ένεκα τού Υιού τού ανθρώπου. Χαίρετε εν εκείνη τή ημέρα καί σκιρτήσατε ιδού γάρ ο μισθός υμών πολύς εν τώ ουρανώ.

Δόξα.
Ταίς τού Σου Οσίου πρεσβείαις, Ελεήμον, εξάλειψον τά πλήθη τών εμών εγκλημάτων.

Καί νύν.
Ταίς τής Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τά πλήθη τών εμών εγκλημάτων.

Προσόμοιον.
Στίχ. Ελεήμον, ελέησόν με ο Θεός, κατά τό μέγα έλεός σου
Ήχος πλ. β. Όλην αποθέμενοι.
Δεύτε τόν Ιάκωβον, ανευφημήσωμεν ύμνοις, μοναχών τό καύχημα, καί σεπτόν κειμήλιον τής ασκήσεως, προσευχής πρότυπον, εγκρατείας τύπον, νηπτικών τό εγκαλλώπισμα, πιστών υπόδειγμα, καί τών εν Ευβοία τό κόσμημα τής πίστεως τό έρεισμα, καί τής αρετής ακροθίνιον πλούτον Εκκλησίας, καί κόσμον τής μονής τής τού Δαυΐδ, τών αθλουμένων αγλάϊσμα, πενήτων τό στήριγμα.

Σώσον ο Θεός τόν λαόν Σου

Ωδή ζ. Οι εκ τής Ιουδαίας.
Ενίσχυσον καρδίας, ευχαίς σου πρός τόν Λόγον, τών προσφευγόντων εις σε, Ιάκωβε θεόφρον, καί Χριστώ λατρευόντων, καί βοώντων εν άσμασιν Ο τών πατέρων ημών, Θεός ευλογητός ει.

Χάριν τήν σήν τιμώμεν, ήν έλαβες πλουσίως, ταπεινωθείς αληθώς, καί γέγονας αξίως, διδάσκαλος αρρήτων, τοίς βοώσι πρός Κύριον Ο τών πατέρων ημών, Θεός ευλογητός ει.

Ο θύτης τού Κυρίου, στεφάνων ηξιώθης, καί παραδείσου τρυφής τόν Λόγον ικετεύεις, υπέρ τών αληθεία, εκβοώντων εν Πνεύματι Ο τών πατέρων ημών, Θεός ευλογητός ει.

Θεοτοκίον.
Υψούσιν αι παρθένοι, Μαρίαν τήν παρθένον, παρθενική βιοτή, καί ψάλλουσιν απαύστως, ομού τώ ταύτης Τόκω, τώ τά πάντα ποιήσαντι Ο τών πατέρων ημών, Θεός ευλογητός ει.

Ωδή η. Τόν Βασιλέα.
Νενεκρωμένας, εκ τών παθών τάς καρδίας, σαίς πρεσβείαις ανάστησον Πάτερ, τού υμνείν απαύστως, Χριστόν εις τούς αιώνας.

Ισχύϊ Λόγου, κατανικήσας Βελίαρ, διά βίου Ιάκωβος μέλπει, τόν Χριστόν ως Κτίστην, εις πάντας τούς αιώνας.

Κατηξιώθη, αγγελικής πολιτείας, καί οσίων Ιάκωβος δόξης, τού υμνείν απαύστως, Χριστόν εις τούς αιώνας.

Θεοτοκίον.
Ομολογούμεν, οι γηγενείς τήν Παρθένον, Θεοτόκον σαρκώσασαν Λόγον, Ου τήν θείαν δόξαν, υμνούμεν εις αιώνας.

Ωδή θ. Κυρίως Θεοτόκον.
Δός πάσιν τήν σήν χάριν, Ιάκωβε θείε, μέγα Ευβοίας προστάτα, ποιμήν θαυμαστέ, ίνα οδόν πορευθώμεν, τήν πρός τόν Κύριον.

Ηδέως απηρνήθης, κόσμον θεοφόρε, καί επιγείων ηδέα, καί πάντα φθαρτά, καί ηξιώθης τής άνω, τρυφής Ιάκωβε.

Μακάριος εγένου, Ιάκωβε πάτερ, ακολουθών τοίς πατράσιν, εν βία πολλή διό κλεινέ εκοσμήθης, θεόθεν στέφεσιν.

Θεοτοκίον
Ο Λόγος υπέρ λόγον, εκ σου εσαρκώθη, ίνα λυτρώσηται πάντας, δεσμών τών παθών, καί εξαρπάση Παρθένε, χειρός τού Δράκοντος.

Άξιον εστίν ως αληθώς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν αειμακάριστον καί παναμώμητον καί μητέρα τού Θεού ημών. Τήν τιμιωτέραν τών Χερουβείμ καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν τήν όντως Θεοτόκον σέ μεγαλύνομεν.

καί τά παρόντα Μεγαλυνάρια.
Χαίροις τής Ευβοίας ο φρυκτωρός, καί τών μοναζόντων, θεοδώρητος οδηγός, Ιάκωβε θείε, Μονής Δαυΐδ ο κόσμος, τής Εκκλησίας κλέος, πιστών δε καύχημα.

Χαίροις ασκουμένων η καλλονή, καί τών ασθενούντων αντιλήπτωρ καί αρωγός, δαιμονιζομένων πανίσχυρος θεράπων, Ιάκωβε παμμάκαρ, Αγγέλων σύσκηνε.

Δεύτε νύν τιμήσωμεν ευλαβώς, Ιάκωβον ύμνοις, τής Ευβοίας τόν φρυκτωρόν, τής Μονής τό κλέος, Δαυΐδ οσιωτάτου, κρήνην τών ιαμάτων, τήν θεοδώρητον.

Κλέος μοναζόντων καί οδηγός, Ιάκωβε πέλεις, καί προστάτης καί αρωγός, πάντων τών πενήτων, καί τών χειμαζομένων, τών αγωνιζομένων, λαμπρόν υπόδειγμα.

Τόν τής κατανύξεως εραστήν, καί τής Βασιλείας, θεοτίμητον βιαστήν, τής τε αγρυπνίας, καί νήψεως τό θαύμα, Ιάκωβον εκ πόθου, εγκωμιάσωμεν.

Ύμνοις ευφημήσωμεν αδελφοί, Ιάκωβον θείον, οι ποθούντες τής ουρανού, τρυφής απολαύσαι, πιστώς αγωνισθέντες, μιμούμενοι τόν τούτου, βίον πανάρετον.

Χαίροις μυστολέκτα θεοπτιών, Ιάκωβε θείε, τών Αγγέλων συλλειτουργέ, χαίροις κρήνη θεία, δακρύων γλυκυτάτων, καί νήψεως καρδία, ευωδιάζουσα.

Ηγρύπνεις σπηλαίω εν προσευχαίς, νηστεύων εν πάσι, διηκόνεις εν τώ αγρώ, ανέπαυες πάσαν, ψυχήν μετανοούσαν, πάντων δε εμερίμνας, εν ζήλω Όσιε.

Πάσαι τών Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι άγιοι Πάντες, μετά τής Θεοτόκου, ποιήσατε πρεσβείαν, εις τό σωθήναι ημάς.

Τό Τρισάγιον
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς. (Τρίς).
Δόξα Πατρί, καί Υιώ, καί αγίω Πνεύματι,
καί νύν, καί αεί, καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Παναγία Τριάς, ελέησον ημάς Κύριε, ιλάσθητι ταίς αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τάς ανομίας ημίν Άγιε, επίσκεψαι καί ίασαι τάς ασθενείας ημών, ένεκεν τού ονόματος σου.

Κύριε, ελέησον Κύριε, ελέησον Κύριε, ελέησον.
Δόξα Πατρί

Πάτερ ημών ο εν τοίς ουρανοίς, αγιασθήτω τό όνομα σου ελθέτω η βασιλεία σου γενηθήτω τό θέλημά σου, ως εν ουρανώ, καί επί τής γής. Τόν άρτον ημών τόν επιούσιον δός ημίν σήμερον καί άφες ημίν τά οφειλήματα ημών, ως καί ημείς αφίεμεν τοίς οφειλέταις ημών καί μή εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από τού πονηρού.

Ότι σού εστιν η βασιλεία καί η δύναμις καί η δόξα τού Πατρός καί τού Υιού καί
τού Αγίου Πνεύματος, νύν καί αεί καί εις τούς αιώνας τών αιώνων.

καί τά Τροπάρια ταύτα. Ήχος πλ. β΄.
Ελέησον ημάς, Κύριε, ελέησον ημάς, πάσης γάρ απολογίας απορούντες, ταύτην Σοι τήν ικεσίαν, ως Δεσπότη, οι αμαρτωλοί προσφέρομεν, ελέησον ημάς.

Δόξα.
Κύριε ελέησον ημάς, επί Σοί γάρ πεποίθαμεν. Μή οργισθής ημίν σφόδρα, μηδέ μνησθής τών ανομιών ημών. Αλλ επίβλεψον καί νύν ως εύσπλαχνος καί λύτρωσαι ημάς εκ τών εχθρών ημών. Σύ γάρ εί Θεός ημών καί ημείς λαός Σου, πάντες έργα χειρών Σου καί τό όνομά Σου επικεκλήμεθα.

Καί νύν.
Τής ευσπλαχνίας τήν πύλην άνοιξον ημίν, ευλογημένη Θεοτόκε, ελπίζοντες εις Σέ μή αστοχήσομεν, ρυσθείημεν διά Σού τών περιστάσεων Σύ γάρ η σωτηρία τού γένους τών Χριστιανών.

καί τό Απολυτίκιον. Ήχος πλ. α. Τόν συνάναρχον Λόγον.
Λιβισίου τόν γόνον, καί μέγα καύχημα, ένθεον δώρον Ευβοίας, εν τή μονή τού Δαυΐδ, ανυμνήσωμεν σεπτώς, κλεινόν Ιάκωβον ότι βιώσας εν Χριστώ καί ασκηθείς πανθαυμαστώς, εστέφθη υπό Κυρίου, καί πρεσβεύει αδιαλείπτως, υπέρ τών πίστει ευφημούντων αυτόν.

Εκτενής καί Απόλυσις, μεθ ήν ψάλλομεν τό εξής

Ήχος β. Ότε εκ τού ξύλου.
Δεύτε, τόν Ιάκωβον πιστοί, τόν καθηγητήν μοναζόντων, εγκωμιάσωμεν ούτος γάρ ενίκησε, τού κόσμου φρόνημα, καί Μονήν ανεκαίνισε, τή θεία δυνάμει, πάντας δε εδίδαξε βίον θεάρεστον όθεν εστεμμένος εισήλθε, χαίρων εις Σίων τήν Αγίαν, καθορών Χριστού τό φώς τό άκτιστον.

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τών δούλων σου, καί λύτρωσαι ημάς, από πάσης ανάγκης καί θλίψεως.

Τήν πάσαν ελπίδα μου, εις σε ανατίθημι, Μήτερ τού Θεού, φύλαξόν με υπό τήν σκέπην σου.

Δι ευχών τών Αγίων Πατέρων ημών.
Κύριε Ιησού Χριστέ ό Θεός ημών έλέησον ημάς.
Αμήν.

Εκκλησία Online

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.