Παράκληση Παναγίας: Ο Μικρός Παρακλητικών Κανών στην Παναγία από τους πατέρες της Σιμωνόπετρας -ΑΓΙΟΝ ΟΡΟΣ.

Ψαλμός 142
Κύριε εισάκουσον τής προσευχής μου, ενώτισαι τήν δέησίν μου εν τή αληθεία σου, εισάκουσόν μου εν τή δικαιοσύνη σου. Καί μή εισέλθης εις κρίσιν μετά τού δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πάς ζών. Ότι κατεδίωξεν ο εχθρός τήν ψυχήν μου εταπείνωσεν εις γήν τήν ζωήν μου. Εκάθησε μέ εν σκοτεινοίς ως νεκρούς αιώνος καί ηκηδίασεν επ εμέ τό πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοίς έργοις σου, εν ποιήμασι τών χειρών σου εμελέτων. Διεπέτασα πρός σέ τάς χείράς μου, η ψυχή μου ως γή άνυδρος σοί.

Ταχύ εισάκουσόν μου κύριε εξέλιπε τό πνεύμα μου. Μή αποστρέψης τό πρόσωπόν σου απ εμού καί ομοιωθήσομαι τοίς καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησον μοί τό πρωί τό έλεός σου ότι επί σοί ήλπισα. Γνώρισον μοί, Κύριε, οδόν εν η πορεύσομαι ότι πρός σέ ήρα τήν ψυχήν μου. Εξελού μέ εκ τών εχθρών μου, Κύριε, πρός σέ κατέφυγον. Δίδαξον μέ τού ποιείν τό θέλημά σου ότι σύ ει ο Θεός μου. Τό πνεύμα σου τό αγαθόν οδηγήσει μέ εν γή ευθεία, ένεκα τού ονόματός σου, Κύριε ζήσεις μέ. Εν τή δικαιοσύνη σου εξάξεις εκ θλίψεως τήν ψυχήν μου, καί εν τώ ελέει σου εξολεθρεύσεις τούς εχθρούς μου. Καί απολείς πάντας τούς θλίβοντας τήν ψυχήν μου ότι εγώ δούλός σου ειμι.

Καί αμέσως λέει ο Χορός: Ήχος δ΄
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος ά΄. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος β΄. Πάντα τά έθνη εκύκλωσαν μέ, καί τώ ονόματι Κυρίου ήμυναμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Διαβάστε Επίσης
Προσευχή στην Παναγία – Αγίου Νεκταρίου
Προσευχή στην Παναγία Αγίου Νεκταρίου
1 Νοεμβρίου 2021 – 09:53
Άγιος Πορφύριος: Παντού μπορείτε να λέτε την ευχή
Άγιος Πορφύριος: Παντού μπορείτε να λέτε την ευχή
29 Οκτωβρίου 2021 – 20:06
Παράκληση στην Παναγία Μετά λένε τά εξής Τροπάρια
Ήχος δ΄. Ο υψωθείς εν τώ Σταυρώ.
Τή Θεοτόκω εκτενώς νύν προσδράμωμεν· αμαρτωλοί καί ταπεινοί, καί προσπέσωμεν· εν μετανοία, κράζοντες εκ βάθους ψυχής· Δέσποινα, βοήθησον εφ ημίν σπλαγχνισθείσα· σπεύσον, απολλύμεθα υπό πλήθους πταισμάτων· μή αποστρέψης σούς δούλους κενούς· σέ γάρ καί μόνην ελπίδα κεκτήμεθα.

Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Καί πάλι τό ίδιο ή τό Απολυτίκιο τού αγίου του Ναού.
Καί νύν καί αεί, καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Ου σιωπήσωμεν ποτέ, Θεοτόκε· τάς δυναστείας σου λαλείν οι ανάξιοι· ειμή γάρ σύ προϊστασο πρεσβεύουσα· τίς ημάς ερρύσατο εκ τοσούτων κινδύνων;· Τίς δέ διεφύλαξεν έως νύν ελευθέρους;· Ουκ αποστώμεν, Δέσποινα, έκ σού· σούς γάρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.

Ο Αναγνώστης
Ψαλμός Ν΄ (50)
Ελέησον μέ ο Θεός κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου. Επί πλείον πλύνον μέ από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισον μέ. Ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μου εστι διά παντός. Σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα, όπως άν δικαιωθής εν τοίς λόγοις σου, καί νικήσης εν τώ κρίνεσθαι σέ. Ιδού γάρ εν ανομίαις συνελήφθην καί εν αμαρτίαις εκίσσησε μέ η μήτηρ μου. Ιδού γάρ αλήθειαν ηγάπησας, τά άδηλα καί τά κρύφια της σοφίας σου εδήλωσας μοί. Ραντιείς μέ υσσώπω καί καθαρισθήσομαι, πλυνείς μέ, καί υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μέ αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστέα τεταπεινωμένα.

Αποστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου, καί πάσας τάς ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός, καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου. Μή απορρίψης μέ από τού προσώπου σου καί τό πνεύμα τό Άγιον μή αντανέλης απ εμού. Απόδος μοί τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήριξον μέ. Διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσι. Ρύσαι μέ εξ αιμάτων ο Θεός, ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσα μου τήν δικαιοσύνην σου. Κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου. Ότι ει ηθέλησας θυσίαν, έδωκα άν, ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τώ Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει. Αγάθυνον, Κύριε, εν τή ευδοκία σου τήν Σιων, καί οικοδομηθήτω τά τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν καί ολοκαυτώματα. Τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους.

Ήχος πλ. δ΄. Ωδή ά΄. Ο Ειρμός
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Πολλοίς συνεχόμενος πειρασμοίς· πρός σέ καταφεύγω, σωτηρίαν επιζητών.· Ώ Μήτερ τού Λόγου καί Παρθένε· τών δυσχερών καί δεινών μέ διασωσον.
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Παθών μέ ταράττουσι προσβολαί· πολλής αθυμίας, εμπιπλώσαι μου τήν ψυχήν· ειρήνευσον, Κόρη, τή γαλήνη· τή τού Υιού καί Θεού σου, Πανάμωμε.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Σωτήρα τεκούσαν σέ καί Θεόν· δυσωπώ, Παρθένε, λυτρωθήναι μέ τών δεινών· σοί γάρ νύν προσφεύγων ανατείνω· καί τήν ψυχήν καί τήν διάνοιαν.
Καί νύν καί αεί, καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Νοσούντα τό σώμα καί τήν ψυχήν· επισκοπής θείας, καί προνοίας τής παρά σου· αξίωσον, μόνη Θεομήτορ· ως αγαθή αγαθού τέ λοχεύτρια.

Ωδή γ΄. Ειρμός
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Προστασίαν καί σκέπην, ζωής εμής τίθημι· Σέ, Θεογεννήτορ, Παρθένε, σύ μέ κυβέρνησον· πρός τόν λιμένα σου, τών αγαθών η αιτία· τών πιστών τό στήριγμα, μόνη πανύμνητε.
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Ικετεύω, Παρθένε, τόν ψυχικόν τάραχον· καί τής αθυμίας τήν ζάλην διασκεδάσαι μου· σύ γάρ, Θεονυμφε, τόν αρχηγόν τής γαλήνης· τόν Χριστόν εκύησας, μόνη πανάχραντε.

Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Ευεργέτην τεκούσα, τόν τών καλών αίτιον· τής ευεργεσίας τόν πλούτον, πάσιν αναβλυσον· πάντα γάρ δύνασαι, ως δυνατόν εν ισχύϊ· τόν Χριστόν κυήσασα, Θεομακάριστε.
Καί νύν καί αεί, καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Χαλεπαίς αρρωστίαις, καί νοσεροίς πάθεσιν· εξεταζομένω, Παρθένε, σύ μοί βοήθησον· τών ιαμάτων γάρ, ανελλιπή σέ γινώσκω· θησαυρόν, Πανάμωμε, τόν αδαπάνητον.

Διασωσον· από κινδύνων, τούς δούλους σου, Θεοτόκε· ότι πάντες μετά Θεόν, εις σέ καταφεύγομεν· ως άρρηκτον τείχος καί προστασίαν.
Επιβλεψον· εν ευμενεία, πανύμνητε Θεοτόκε, επί τήν εμήν χαλεπήν του σώματος κάκωσιν, καί ίασαι τής ψυχής μου τό άλγος.

Ο Ιερέας: Ελέησον ημάς
Ο Χορός: Κύριε ελέησον

Κάθισμα Ήχος β΄. Τά άνω ζητών
Πρεσβεία θερμή, καί τείχος απροσμάχητον· ελέους πηγή, τού κόσμου καταφύγιον· εκτενώς βοώμεν σοί, Θεοτόκε Δέσποινα, προφθασον· καί εκ κινδύνων λύτρωσαι ημάς· η μόνη ταχέως προστατεύουσα.

Ωδή δ΄. Ειρμός
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Τών παθών μου τόν τάραχον· η τόν κυβερνήτην τεκούσα Κύριον· καί τόν κλύδωνα κατεύνασον· τών εμών πταισμάτων, Θεονύμφευτε.
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Ευσπλαγχνίας τήν άβυσσον· επικαλουμένω τής σής παρασχου μοί· η τόν εύσπλαγχνον κυήσασα· καί Σωτήρα πάντων, τών υμνούντων σέ.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Απολαύοντες, Παναγνέ· τών σών δωρημάτων ευχαριστήριον· αναμέλπομεν εφύμνιον· οι γινώσκοντες σέ Θεομήτορα.
Καί νύν καί αεί, καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Οι ελπίδα καί στήριγμα· καί τής σωτηρίας τείχος ακράδαντον· κεκτημένοι σέ, Πανύμνητε· δυσχερείας πάσης, εκλυτρούμεθα.

Ωδή ε΄. Ειρμός
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Έμπλησον, Αγνή, ευφροσύνης τήν καρδίαν μου· τήν σήν ακήρατον διδούσα χαράν· τής ευφροσύνης· η γεννήσασα τόν αίτιον.
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Λύτρωσαι ημάς, εκ κινδύνων, Θεοτόκε Αγνή· η αιωνίαν τεκούσα λύτρωσιν· καί τήν ειρήνην· τήν πάντα νούν υπερέχουσαν.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Λύσον τήν αχλύν, τών πταισμάτων μου, Θεονυμφε· τώ φωτισμώ τής σής λαμπρότητος· η φώς τεκούσα· τό θείον καί προαιώνιον.
Καί νύν καί αεί, καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Ίασαι Αγνή, τών παθών μου τήν ασθένειαν· επισκοπής σου αξιώσασα· καί τήν υγείαν· τή πρεσβεία σου παρασχου μοί.

Ωδή στ΄. Ειρμός
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Θανάτου καί τής φθοράς ως έσωσεν· εαυτόν εκδεδωκώς τώ θανάτω· τήν τή φθορά καί θανάτω μου φύσιν· κατασχεθείσαν, Παρθένε, δυσώπησον· τόν Κύριόν σου καί Υιόν· τής εχθρών κακουργίας μέ ρύσασθαι.
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Προστάτιν σέ, τής ζωής επίσταμαι· καί φρουράν ασφαλεστάτην Παρθένε· τών πειρασμών διαλύουσαν όχλον· καί επηρείας δαιμόνων ελαύνουσαν· καί δέομαι διαπαντός· εκ φθοράς τών παθών μου ρυσθήναι μέ.

Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Ως τείχος, καταφυγής κεκτήμεθα· καί ψυχών σέ παντελή σωτηρίαν· καί πλατυσμόν εν ταίς θλίψεσι, Κόρη· καί τώ φωτί σου αεί αγαλλόμεθα.· Ώ Δέσποινα, καί νύν ημάς· τών παθών καί κινδύνων διασωσον.
Καί νύν καί αεί, καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Εν κλίνη νύν, ασθενών κατακείμαι· καί ουκ έστιν ίασις τή σαρκί μου· αλλ η Θεόν καί Σωτήρα τού κόσμου· καί τόν λυτήρα τών νόσων κυήσασα· σού δέομαι τής αγαθής· εκ φθοράς νοσημάτων αναστησον.

Διασωσον· από κινδύνων, τούς δούλους σου, Θεοτόκε· ότι πάντες μετά Θεόν, εις σέ καταφεύγομεν· ως άρρηκτον τείχος καί προστασίαν.
Άχραντε· η διά λόγου τόν Λόγον ανερμηνεύτως· επ εσχάτων τών ημερών τεκούσα, δυσώπησον· ως έχουσα μητρικήν παρρησίαν.

Κοντάκιον Ήχος β΄.
Προστασία τών Χριστιανών ακαταίσχυντε, μεσιτεία πρός τόν Ποιητήν αμετάθετε, μή παρίδης αμαρτωλών δεήσεων φωνάς, αλλά προφθασον, ως αγαθή, εις τήν βοήθειαν ημών, τών πιστώς κραυγαζόντων σοί. Τάχυνον εις πρεσβείαν, καί σπεύσον εις ικεσίαν, η προστατεύουσα αεί, Θεοτόκε, τών τιμώντων σέ.

Παράκληση στην Παναγία Τό Ά΄ Αντίφωνο τών Αναβαθμών. Ήχος δ΄.
Εκ νεότητός μου, πολλά πολεμεί μέ πάθη, αλλ αυτός αντιλαβού, καί σώσον, Σωτήρ μου. (δίς)
Οι μισούντες Σιών, αισχύνθητε από τού Κυρίου, ως χόρτος γάρ, πυρί έσεσθε απεξηραμμένοι. (δίς)
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Αγίω Πνεύματι, πάσα ψυχή ζωούται, καί καθάρσει υψούται, λαμπρύνεται τή Τριαδική μονάδι, ιεροκρυφίως.
Καί νύν καί αεί, καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Αγίω Πνεύματι, αναβλύζει τά τής χάριτος ρείθρα, αρδεύοντα άπασαν τήν κτίσιν, πρός ζωογονίαν.
Προκείμενον

Μνησθήσομαι τού ονόματός σου εν πάση γενεά καί γενεά.
Στίχος: Άκουσον, θύγατερ, καί ίδε, καί κλίνον τό ούς σου, καί επιλάθου τού λαού σου, καί τού οίκου τού πατρός σου, καί επιθυμήσει ο Βασιλεύς τού κάλλους σου.
Τού ονόματός σου μνησθήσομαι εν πάση γενεά καί γενεά.

Ο Ιερέας: Καί υπέρ τού καταξιωθήναι ημάς
Ο Χορός: Κύριε, ελέησον

Παράκληση στην Παναγία Και το Ευαγγέλιον (Λούκ. ά΄ 39-49,56)
Εν ταίς ημέραις εκείναις, αναστάσα Μαριάμ επορεύθη εις τήν ορεινήν μετά σπουδής, εις πόλιν Ιούδα, καί εισήλθεν εις τόν οίκον Ζαχαρίου, καί ησπάσατο τήν Ελισάβετ. Καί εγένετο ως ήκουσεν η Ελισάβετ τόν ασπασμόν τής Μαρίας, εσκίρτησε τό βρέφος εν τή κοιλία αυτής, καί επλήσθη Πνεύματος Αγίου η Ελισάβετ, καί ανεφώνησε φωνή μεγάλη, καί είπεν, Ευλογημένη σύ εν γυναιξί, καί ευλογημένος ο καρπός τής κοιλίας σου, καί πόθεν μοί τούτο, ίνα έλθη η μήτηρ τού Κυρίου μου πρός μέ; ιδού γάρ, ως εγένετο η φωνή τού ασπασμού σου εις τά ώτα μου, εσκίρτησε τό βρέφος εν αγαλλιάσει εν τή κοιλία μου. Καί μακαρία η πιστεύσασα, ότι έσται τελείωσις τοίς λελαλημένοις αυτή παρά Κυρίου.

Καί είπε Μαριάμ, Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμα μου επί τώ Θεώ τώ σωτήρι μου, ότι επέβλεψεν επί τήv ταπείνωσιν τής δούλης αυτού. Ιδού γάρ, από τού νύν μακαριούσι μέ πάσαι αί γενεαί. Ότι εποίησε μοί μεγαλεία ο δυνατός, καί άγιοv τό όνομα αυτού. Έμεινε δέ Μαριάμ σύν αυτή ωσεί μήνας τρείς, καί υπέστρεψεν εις τόν οίκοv αυτής.

Ο Χορός: Δόξα σοί, Κύριε, δόξα σοί.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.

Ήχος β΄.
Πάτερ, Λόγε, Πνεύμα, Τριάς η εν Μονάδι, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.
Καί νύν καί αεί, καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Ταίς τής Θεοτόκου, πρεσβείαις, Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Ελέησον μέ, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Ήχος πλ. β΄. Όλην αποθέμενοι.
Μή καταπιστεύσης μέ, ανθρωπίνη προστασία, Παναγία δέσποινα, αλλά δέξαι δέησιν, τού ικέτου σου, θλίψις γάρ έχει μέ, φέρειν ου δύναμαι, τών δαιμόνων τά τοξεύματα, σκέπην ου κέκτημαι, ουδέ πού προσφύγω ο άθλιος, πάντοθεν πολεμούμενος, καί παραμυθίαν ουκ έχω πλήν σου, Δέσποινα τού κόσμου, ελπίς καί προστασία τών πιστών, μή μού παρίδης τήν δέησιν, τό συμφέρον ποίησον.

Θεοτοκίον

Ουδείς προστρέχων επί σοί, κατησχυμένος από σου εκπορεύεται, αγνή Παρθένε Θεοτόκε, αλλ αιτείται τήν χάριν, καί λαμβάνει τό δώρημα, πρός τό συμφέρον τής αιτήσεως.
Μεταβολή τών θλιβομένων, απαλλαγή τών ασθενούντων υπάρχουσα, Θεοτόκε Παρθένε, σώζε πόλιν καί λαόν, τών πολεμουμένων η ειρήνη, τών χειμαζομένων η γαλήνη, η μόνη προστασία τών πιστών.

Ο Ιερέας:
Σώσον, ο Θεός, τόν λαόν σου, καί ευλόγησον τήν κληρονομίαν σου: επισκεψαι τόν κόσμον σου εν ελέει καί οικτιρμοίς, ύψωσον κέρας Χριστιανών Ορθοδόξων, καί καταπεμψον εφ ημάς τά ελέη σου τά πλούσια: πρεσβείαις τής παναχράντου, Δεσποίνης ημών, Θεοτόκου καί αειπαρθένου Μαρίας: δυνάμει τού τιμίου καί ζωοποιού Σταυρού, προστασίαις τών τιμίων επουρανίων Δυνάμεων ασωμάτων, ικεσίαις τού τιμίου, ενδόξου, προφήτου προδρόμου καί Βαπτιστού Ιωάννου, τών αγίων, ενδόξων, καί πανευφήμων Αποστόλων, τού αγίου ενδόξου πανευφήμου Αποστόλου Βαρνάβα, τών εν αγίοις Πατέρων ημών, μεγάλων Ιεραρχών, καί Οικουμενικών Διδασκάλων, Βασιλείου τού Μεγάλου, Γρηγορίου τού Θεολόγου καί Ιωάννου τού Χρυσοστόμου, Αθανασίου καί Κυρίλλου, Ιωάννου τού Ελεήμονος, πατριαρχών Αλεξανδρείας, Νικολάου τού εν Μύροις, Σπυρίδωνος επισκόπου Τριμυθούντος, τών θαυματουργών

Τών αγίων ενδόξων μεγαλομαρτύρων Γεωργίου τού Τροπαιοφόρου, Δημητρίου τού Μυροβλύτου, Θεοδώρου τού Τήρωνος, καί Θεοδώρου τού Στρατηλάτου καί Μηνά τού θαυματουργού, τών ιερομαρτύρων Χαραλάμπους καί Ελευθερίου, τών οσίων καί θεοφόρων Πατέρων ημών, τών αγίων καί δικαίων θεοπατόρων Ιωακείμ καί Άννης, (άγιος της ημέρας), καί πάντων σου τών Αγίων. ικετεύομεν σέ, μόνε πολυέλεε Κύριε, επάκουσον ημών τών αμαρτωλών δεομένων σου καί ελέησον ημάς.

Ο Χορός: Κύριε, ελέησον (Δώδεκα φορές)
Ο Ιερέας: Ελέει, καί οικτιρμοίς, καί φιλανθρωπία τού μονογενούς σου Υιού, μεθ ου ευλογητός ει, σύν τώ παναγίω καί αγαθώ καί ζωοποιώ σου Πνεύματι, νύν καί αεί καί εις τούς αιώνας τών αιώνων.
Ο Χορός: Αμήν.

Ωδή ζ΄. Ο Ειρμός.
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Τήν ημών σωτηρίαν· ως ηθέλησας Σώτερ, οικονομήσασθαι· εν μήτρα τής Παρθένου· κατώκησας τώ κόσμω· ήν προστάτιν ανέδειξας· Ο τών Πατέρων ημών Θεός, ευλογητός ει.
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Θελητήν τού ελέους· όν εγέννησας, Μήτερ αγνή δυσώπησον· ρυσθήναι τών πταισμάτων· ψυχής τέ μολυσμάτων· τούς εν πίστει κραυγάζοντας· Ο τών Πατέρων ημών Θεός, ευλογητός ει.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Θησαυρόν σωτηρίας· καί πηγήν αφθαρσίας, τήν σέ κυήσασαν· καί πύργον ασφαλείας· καί θύραν μετανοίας· τοίς κραυγάζουσιν έδειξας· Ο τών Πατέρων ημών Θεός, ευλογητός ει.
Καί νύν καί αεί, καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Σωμάτων μαλακίας· καί ψυχών αρρωστίας, Θεογεννήτρια· τών πόθω προσιόντων· τή σκέπη σου τή θεία· θεραπεύειν αξίωσον· η τόν Σωτήρα Χριστόν, ημίν αποτεκούσα.

Ωδή η΄. Ο Ειρμός
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Τούς βοηθείας, τής παρά σου δεομένους· μή παρίδης Παρθένε, υμνούντας· καί υπερυψούντας· σέ, Κόρη, εις αιώνας.
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Τών Ιαμάτων, τό δαψιλές επιχέεις· τοίς πιστώς υμνούσι σέ Παρθένε· καί υπερυψούσι· τόν άφραστόν σου τόκον.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Τάς ασθενείας μου τής ψυχής ιατρεύεις· καί σαρκός τάς οδύνας, Παρθένε· ίνα σέ δοξάζω· τήν Κεχαριτωμένην.
Καί νύν καί αεί, καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Τών πειρασμών σύ τάς προσβολάς εκδιώκεις· καί παθών τάς εφόδους Παρθένε· όθεν σέ υμνούμεν· εις πάντας τούς αιώνας.

Ωδή Θ΄. Ο Ειρμός
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Ροήν μου τών δακρύων· μή αποποιήσης· η τόν παντός εκ προσώπου πάν δάκρυον· αφηρηκότα Παρθένε, Χριστόν κυήσασα.
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Χαράς μου τήν καρδίαν· πλήρωσον, Παρθένε· η τής χαράς δεξαμένη τό πλήρωμα· τής αμαρτίας τήν λύπην, εξαφανίσασα.
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Λιμήν καί προστασία· τών σοί προσφευγόντων· γενού Παρθένε, καί τείχος ακράδαντον· καταφυγή τέ καί σκέπη, καί αγαλλίαμα.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Φωτός σου ταίς ακτίσι· λάμπρυνον, Παρθένε· τό ζοφερόν της αγνοίας διώκουσα· τούς ευσεβώς Θεοτόκον, σέ καταγγέλλοντας.
Καί νύν καί αεί, καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Κακώσεως εν τόπω· τώ τής ασθενείας· ταπεινωθέντα, Παρθένε, θεράπευσον· εξ αρρωστίας εις ρώσιν, μετασκευάζουσα.

Μεγαλυνάρια
Άξιον εστιν ως αληθώς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν αειμακάριστον καί παναμώμητον, καί Μητέρα τού Θεού ημών.
Τήν τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.

Παράκληση στην Παναγία Καί ο Ιερέας θυμιατίζει τό Θυσιαστήριο καί τό Λαό. Μεγαλυνάρια
Ήχος πλ. β΄. Τήν τιμιωτέραν.
Τήν υψηλοτέραν τών ουρανών, καί καθαρωτέραν λαμπηδόνων ηλιακών, τήν λυτρωσαμένην, ημάς εκ τής κατάρας, τήν Δέσποιναν τού κόσμου, ύμνοις τιμήσωμεν.
Από τών πολλών μου αμαρτιών, ασθενεί τό σώμα, ασθενεί μου καί η ψυχή, πρός σέ καταφεύγω τήν Κεχαριτωμένην, ελπίς απηλπισμένων, σύ μοί βοήθησον.
Δέσποινα καί μήτηρ τού Λυτρωτού, δέξαι παρακλήσεις, αναξίων σών ικετών, ίνα μεσιτεύσης πρός τόν έκ σού τεχθέντα. Ώ Δέσποινα, τού κόσμου γενού μεσίτρια.
Ψάλλομεν προθύμως σοί τήν ωδήν, νύν τή πανυμνήτω, Θεοτόκω χαρμονικώς, μετά τού Προδρόμου, καί πάντων τών Αγίων, δυσώπει, Θεοτόκε, τού οικτειρήσαι ημάς.
Άλαλα τά χείλη τών ασεβών, τών μή προσκυνούντων, τήν εικόνα σου τήν σεπτήν, τήν ιστορηθείσαν, υπό τού αποστόλου, Λουκά ιερωτάτου, τήν Οδηγήτριαν.

Λέγεται τό Μεγαλυνάριο τού αγίου του Ναού. Καί:
Πάσαι τών Αγγέλων αί στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες, μετά τής Θεοτόκου, ποιήσατε πρεσβείαν, εις τό σωθήναι ημάς.

Τό Τρισάγιον
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος ελέησον ημάς. (τρείς φορές)
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Παναγία τριάς, ελέησον ημάς. Κύριε ιλάσθητι ταίς αμαρτίαις ημών. Δέσποτα, συγχώρισον τάς ανομίας ημίν. Άγιε, επισκεψε καί ίασαι τάς ασθενείας ημών, ένεκεν τού ονόματός σου.
Κύριε ελέησον, Κύριε ελέησον, Κύριε ελέησον.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Πάτερ ημών, ο εν τοίς ουρανοίς, αγιασθήτω τό όνομά Σου, ελθέτω η βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ως εν ουρανό καί επί τής γής. Τόν άρτον ημών τόν επιούσιον δός ημίν σήμερον, καί άφες ημίν τά οφειλήματα ημών, ως καί ημείς αφίεμεν τοίς οφειλέταις ημών, καί μή εισενέγκης ημάς εις πειρασμόν αλλά ρύσαι ημάς από τού πονηρού.
Ο Ιερεύς Ότι Σου εστιν η βασιλεία καί η δύναμις καί η δόξα τού Πατρός καί τού Υιού καί τού Αγίου Πνεύματος, νύν καί αεί καί εις τούς αιώνας τών αιώνων.
Ο Αναγνώστης· Αμήν.

Ο Αναγνώστης λέει τό Απολυτίκιον τής ημέρας, εφόσον υπάρχει, καί εάν δέν υπάρχει λέει τά επόμενα κατανυκτικά Τροπάρια:
Ήχος πλ. β΄.
Ελέησον ημάς, Κύριε, ελέησον ημάς· πάσης γάρ απολογίας απορούντες· ταύτην σοί τήν ικεσίαν, ως Δεσπότη· οι αμαρτωλοί προσφέρομεν· ελέησον ημάς.

Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Κύριε, ελέησον ημάς· επί σοί γάρ πεποίθαμεν μή οργισθής ημίν σφόδρα· μηδέ μνησθής, τών ανομιών ημών· αλλ επιβλεψον καί νύν, ως εύσπλαχνος· καί λύτρωσαι ημάς εκ εχθρών ημών· σύ γάρ ει Θεός ημών· καί ημείς λαός σου· πάντες έργα χειρών σου· καί τό όνομά σου επικεκλήμεθα.

Καί νύν καί αεί, καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Τής ευσπλαχνίας τήν πύλην ανοιξον ημίν· ευλογημένη Θεοτόκε· ελπίζοντες εις σέ μή αστοχήσωμεν· ρυσθείημεν διά σου τών περιστάσεων· σύ γάρ ει η σωτηρία τού γένους
τών Χριστιανών.

Δέηση
Ο Ιερέας: Ελέησον ημάς
Ο Χορός: Κύριε, ελέησον

Ήχος β΄. Ότε εκ τού ξύλου
Πάντων προστατεύεις, Αγαθή, τών καταφευγόντων εν πίστει τή κραταιά σου χειρί, άλλην γάρ ουκ έχομεν αμαρτωλοί πρός Θεόν, εν κινδύνοις καί θλίψεσιν, αεί μεσιτείαν, οι κατακαμπτόμενοι υπό πταισμάτων πολλών, Μήτερ τού Θεού τού Υψίστου, όθεν σοί προσπίπτομεν, ρύσαι πάσης περιστάσεως τούς δούλους σου.

Όμοιο:
Πάντων θλιβομένων η χαρά, καί αδικουμένων προστάτις, καί πενομένων τροφή, ξένων τέ παράκλησις, καί βακτηρία τυφλών, ασθενούντων επίσκεψις, καταπονουμένων σκέπη καί αντίληψις, καί ορφανών βοηθός, Μήτερ τού Θεού τού Υψίστου, σύ υπάρχεις, Άχραντε, σπεύσον, δυσωπούμεν, ρύσασθαι τούς δούλους σου.

Ήχος πλ. δ΄.
Δέσποινα, προσδεξαι τάς δεήσεις τών δούλων σου, καί λύτρωσαι ημάς, από πάσης ανάγκης καί θλίψεως.

Ήχος β΄.
Τήν πάσαν ελπίδα μου εις σέ ανατίθημι, Μήτερ τού Θεού, φύλαξον μέ υπό τήν σκέπην σου.

Παράκληση στην Παναγία Κατά τήν περίοδο τού Δεκαπενταυγούστου συνηθίζεται νά ψάλλονται αντί γιά τά πιό πάνω Τροπάρια τά εξής: Εξαποστειλάρια.

Ήχος γ΄. Ο ουρανόν τοίς άστροις. (Οκτασύλλαβοι)
Απόστολοι εκ περάτων, συναθροισθέντες ενθάδε, Γεθσημανή τώ χωρίω, κηδεύσατέ μου τό σώμα, καί σύ, Υιέ καί Θεέ μου, παράλαβέ μου τό πνεύμα.

Ο γλυκασμός τών Αγγέλων, τών θλιβομένων η χαρά, χριστιανών η προστάτις, Παρθένε Μήτηρ Κυρίου, αντιλαβού μου καί ρύσαι, τών αιωνίων βασάνων.
Καί σέ μεσίτριαν έχω, πρός τόν φιλάνθρωπον Θεόν, μή μού ελέγξη τάς πράξεις, ενώπιον τών Αγγέλων, παρακαλώ σέ, Παρθένε, βοήθησον μοί εν τάχει.
Χρυσοπλοκώτατε πύργε, καί δωδεκάτειχε πόλις, ηλιοστάλακτε θρόνε, καθέδρα τού Βασιλέως, ακατανόητον θαύμα, πώς γαλουχείς τόν Δεσπότην.

Ο Ιερέας: Δί ευχών τών Αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ, ελέησον καί σώσον ημάς.
Ο Χορός: Αμήν.

Εκκλησία Online
Αποστολή
Αξιολόγηση επισκεπτών 0 (0 ψήφοι)

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.