Το Ευαγγέλιο της Πέμπτης 7 Αυγούστου 2025. Εορτή της Ορθοδοξίας: Ο Άγιος Δομέτιος ο Οσιομάρτυρας ο Πέρσης και οι δύο μαθητές του. Ο Όσιος Νικάνωρ ο Θαυματουργός και κτήτορας της Μονής Ζάβορδας Γρεβενών. Ο Όσιος Θεοδόσιος ο Νέος ο Ιαματικός και προστάτης της Αργολίδος. Κατά Μάρκο: Η μεταμόρφωση του Ιησού. Ευαγγελικό απόσπασμα ημέρας από πρωτότυπο και σε νεοελληνική απόδοση.
Μεθεόρτιο Ευαγγελικό απόσπασμα Μεταμορφώσεως του Κυρίου και Θεού και Σωτήρος ημών Ιησού Χριστού. Το παρακάτω Ευαγγέλιο αναγιγνώσκεται στους ομώνυμους Ιερούς Ναούς ή/και προς τιμήν της Μεταμορφώσεως του Σωτήρος.
Κατά Μάρκο Άγιο Ευαγγέλιο, Κεφάλαιο Θ'(9) 2-9
Καὶ μεθ᾿ ἡμέρας ἓξ παραλαμβάνει ὁ ᾿Ιησοῦς τὸν Πέτρον καὶ τὸν ᾿Ιάκωβον καὶ τὸν ᾿Ιωάννην καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν μόνους· καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν,
καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα, λευκὰ λίαν ὡς χιών, οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται οὕτω λευκᾶναι.
καὶ ὤφθη αὐτοῖς ᾿Ηλίας σὺν Μωϋσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῷ ᾿Ιησοῦ. καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ ᾿Ιησοῦ·
ραββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· καὶ ποιήσωμεν σκηνὰς τρεῖς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ ᾿Ηλίᾳ μίαν.
οὐ γὰρ ᾔδει τί λαλήσῃ· ἦσαν γὰρ ἔκφοβοι.
καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ ἦλθε φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε.
καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον, ἀλλὰ τὸν ᾿Ιησοῦν μόνον μεθ᾿ ἑαυτῶν.
καταβαινόντων δὲ αὐτῶν ἀπὸ τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ διηγήσωνται ἃ εἶδον, εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.



































