Ευαγγέλιο: ΚΑΤΑ ΜΑΡΚΟΝ ΙΓ´ 1 – 9 – 1 Και εκπορευομένου αυτού εκ του ιερού λέγει αυτώ είς των μαθητών αυτού· Διδάσκαλε, ίδε ποταποί λίθοι και ποταπαί οικοδομαί.

2 και ο Ιησούς αποκριθείς είπεν αυτώ· Βλέπεις ταύτας τας μεγάλας οικοδομάς; ου μη αφεθή ώδε λίθος επί λίθον ός ου μη καταλυθή. 3 Και καθημένου αυτού εις το όρος των ελαιών κατέναντι του ιερού, επηρώτων αυτόν κατ’ ιδίαν Πέτρος και Ιάκωβος και Ιωάννης και Ανδρέας·

4 Ειπέ ημίν πότε ταύτα έσται, και τί το σημείον όταν μέλλη πάντα ταύτα συντελείσθαι; 5 ο δε Ιησούς αποκριθείς ήρξατο λέγειν αυτοίς· Βλέπετε μή τις υμάς πλανήση. 6 πολλοί γάρ ελεύσονται επί τώ ονόματί μου λέγοντες ότι εγώ ειμι, και πολλούς πλανήσουσιν.

7 όταν δε ακούσητε πολέμους και ακοάς πολέμων, μη θροείσθε· δεί γάρ γενέσθαι, αλλ’ ούπω το τέλος. 8 εγερθήσεται γάρ έθνος επί έθνος και βασιλεία επί βασιλείαν, και έσονται σεισμοί κατά τόπους, και έσονται λιμοί και ταραχαί.

9 αρχαί ωδίνων ταύτα. Βλέπετε δε υμείς εαυτούς. παραδώσουσι γάρ υμάς εις συνέδρια και εν ταις συναγωγαίς αυτών δαρήσεσθε, και επί ηγεμόνων και βασιλέων σταθήσεσθε ένεκεν εμού εις μαρτύριον αυτοίς·

Ερμηνευτική απόδοση Παναγιώτη Ν. Τρεμπέλα

ΚΑΤΑ ΜΑΡΚΟΝ ΙΓ´ 1 – 9

1 Και εκπορευομένου αυτού εκ του ιερού λέγει αυτώ είς των μαθητών αυτού· Διδάσκαλε, ίδε ποταποί λίθοι και ποταπαί οικοδομαί. 2 και ο Ιησούς αποκριθείς είπεν αυτώ· Βλέπεις ταύτας τας μεγάλας οικοδομάς; ου μη αφεθή ώδε λίθος επί λίθον ός ου μη καταλυθή.

3 Και καθημένου αυτού εις το όρος των ελαιών κατέναντι του ιερού, επηρώτων αυτόν κατ’ ιδίαν Πέτρος και Ιάκωβος και Ιωάννης και Ανδρέας· 4 Ειπέ ημίν πότε ταύτα έσται, και τί το σημείον όταν μέλλη πάντα ταύτα συντελείσθαι;

5 ο δε Ιησούς αποκριθείς ήρξατο λέγειν αυτοίς· Βλέπετε μή τις υμάς πλανήση. 6 πολλοί γάρ ελεύσονται επί τώ ονόματί μου λέγοντες ότι εγώ ειμι, και πολλούς πλανήσουσιν. 7 όταν δε ακούσητε πολέμους και ακοάς πολέμων, μη θροείσθε· δεί γάρ γενέσθαι, αλλ’ ούπω το τέλος.

8 εγερθήσεται γάρ έθνος επί έθνος και βασιλεία επί βασιλείαν, και έσονται σεισμοί κατά τόπους, και έσονται λιμοί και ταραχαί.

9 αρχαί ωδίνων ταύτα. Βλέπετε δε υμείς εαυτούς. παραδώσουσι γάρ υμάς εις συνέδρια και εν ταις συναγωγαίς αυτών δαρήσεσθε, και επί ηγεμόνων και βασιλέων σταθήσεσθε ένεκεν εμού εις μαρτύριον αυτοίς·

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.