Εἶπεν ὁ Κύριος· Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ
πάντες οἱ ἅγιοι ἄγγελοι μετ᾿ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ,
καὶ συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ᾿ ἀλλήλων
ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, καὶ στήσει τὰ μὲν πρόβατα
ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων.

Τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν
αὐτοῦ· δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην
ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γάρ, καὶ ἐδώκατέ μοι φαγεῖν,
ἐδίψησα, καὶ ἐποτίσατέ με, ξένος ἤμην, καὶ συνηγάγετέ με, γυμνός, καὶ περιεβάλετέ
με, ἠσθένησα, καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με. Τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν
καὶ περιεβάλομεν; πότε δέ σε εἴδομεν ἀσθενῆ ἢ ἐν φυλακῇ, καὶ ἤλθομεν πρός σε; Καὶ
ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ἐφ᾿ ὅσον ἐποιήσατε ἑνὶ τούτων
τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων·
πορεύεσθε ἀπ᾿ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ
διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. ’Επείνασα γάρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν,
ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με, ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με, γυμνός, καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ οὐκ ἐπεσκέψασθέ με. Τότε ἀποκριθήσον –
ται αὐτῷ καὶ αὐτοὶ λέγοντες· Κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ
γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ, καὶ οὐ διηκονήσαμέν σοι; Τότε ἀποκριθήσεται αὐτοῖς
λέγων· Ἀμὴν λέγω ὑμῖν, ἐφ᾿ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ
ἐμοὶ ἐποιήσατε. Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν
αἰώνιον.

Μετάφραση της Ευαγγελικής περικοπής

Εἶπεν ὁ Κύριος: Ὅταν ἔλθει ὁ Υἱός τοῦ Ἀνθρώπου μέ ἔνδοξο τρόπο καί ὅλοι οἱ
ἅγιοι ἄγγελοι μαζί του, τότε θά καθίσει στόν ἔνδοξο θρόνο του, καί θά συναχθοῦν
μπροστά του ὅλα τά ἔθνη, καί θά χωρίσει τούς μέν ἀπό τούς δέ, ὅπως ὁ βοσκός
ξεχωρίζει τά πρόβατα ἀπό τά ἐρίφια, καί θά τοποθετήσει τά μέν πρόβατα πρός
τά δεξιά του, τά δέ ἐρίφια πρός τά ἀριστερά. Τότε ὁ βασιλιάς θά πεῖ στούς ἐκ δεξιῶν του: Ἐλᾶτε οἱ εὐλογημένοι τοῦ πατέρα μου, κληρονομῆστε τή βασιλεία πού
ἔχει ἑτοιμασθεῖ ἀπό καταβολῆς κόσμου. Γιατί πείνασα καί μοῦ δώσατε νά φάγω,
δίψασα καί μέ ποτίσατε, ἤμουν ξένος καί μέ περιμαζέψατε, ἤμουν γυμνός καί μέ
ντύσατε, ἀρρώστησα καί μέ ἐπισκεφθήκατε, ἤμουν στή φυλακή καί ἤλθατε νά μέ
δεῖτε. Τότε οἱ δίκαιοι θά τοῦ ἀποκριθοῦν καί θά ποῦν: Κύριε, πότε σέ εἴδαμε πεινασμένο καί σέ θρέψαμε, ἤ διψασμένο καί σέ ποτίσαμε; Πότε σέ εἴδαμε ξένο καί
σέ περιμαζέψαμε, ἤ γυμνό καί σέ ντύσαμε; Πότε σέ εἴδαμε ἀσθενή ἤ στή φυλακή,
καί ἤλθαμε νά σέ δοῦμε; Καί ἀφοῦ ἀποκριθεῖ ὁ βασιλιάς, θά τούς πεῖ: Σᾶς διαβεβαιώνω ὅτι, ἐφόσον κάνατε αὐτά ἔστω καί σέ ἕναν ἀπό αὐτούς τούς ἀσήμαντους
ἀδελφούς μου, τά κάνατε σέ ἐμένα. Τότε θά πεῖ καί στούς ἐξ ἀριστερῶν· Φύγετε
μακριά μου οἱ καταραμένοι, στό αἰώνιο πῦρ πού ἔχει ἑτοιμασθεῖ γιά τόν διάβολο
καί τούς ἀγγέλους του. Γιατί πείνασα καί δέν μοῦ δώσατε νά φάγω, δίψασα καί
δέν μέ ποτίσατε, ἤμουν ξένος καί δέν μέ περιμαζέψατε, γυμνός καί δέν μέ ντύσατε, ἀσθενής καί στή φυλακή καί δέν μέ ἐπισκεφθήκατε. Τότε θά τοῦ ἀποκριθοῦν
καί αὐτοί καί θά ποῦν: Κύριε, πότε σέ εἴδαμε πεινασμένο ἤ διψασμένο ἤ ξένο ἤ
γυμνό ἤ ἀσθενή ἤ στή φυλακή, καί δέν σέ ὑπηρετήσαμε; Τότε θά τούς ἀποκριθεῖ
καί θά πεῖ: Σᾶς διαβεβαιώνω ὅτι, ἐφόσον δέν τά κάνατε ἔστω καί σέ ἕναν ἀπό
αὐτούς τούς ἀσήμαντους, οὔτε σέ ἐμένα τά κάνατε. Καί αὐτοί θά μεταβοῦν στήν
αἰώνια κόλαση, ἐνῶ οἱ δίκαιοι στήν αἰώνια ζωή.
(Ἀπό τή νέα ἔκδοση: Ἡ Καινή Διαθήκη, τό πρωτότυπο κείμενο μέ νεοελληνική ἀπόδοση
τοῦ ὁμοτ. καθηγ. Χρ. Βούλγαρη, ἔκδ. ΑΠΟΣΤΟΛΙΚΗΣ ΔΙΑΚΟΝΙΑΣ)

Εκκλησία Online

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.