Ο Απόστολος της Κυριακής 28 Ιουλίου 2024. Ε Κυριακή Ματθαίου. Εορτή της Ορθοδοξίας: Οι Άγιοι Πρόχορος, Νικάνωρ, Τίμων και Παρμένας οι Απόστολοι. Η Οσία Ειρήνη η Χρυσοβαλάντου. Ο Όσιος Παύλος ο Ξηροποταμινός. Επιστολή Αποστόλου Παύλου - Προς Ρωμαίους: Σωτηρία για όλους. Σωτηρία για όλους όσοι πιστεύουν. Αποστολικό ανάγνωσμα της Κυριακής Ε Ματθαίου από πρωτότυπο και σε νεοελληνική απόδοση.
Επιστολή Αποστόλου Παύλου – Προς Ρωμαίους, Ι'(10) 1-10
Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν ὑπὲρ τοῦ ᾿Ισραήλ ἐστιν εἰς σωτηρίαν·
μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ᾿ οὐ κατ᾿ ἐπίγνωσιν.
ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν.
τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.
Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς·
ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει· μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ᾿ ἔστι Χριστὸν καταγαγεῖν·
ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ᾿ ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν.
ἀλλὰ τί λέγει; ἐγγύς σου τὸ ρῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ᾿ ἔστι τὸ ρῆμα τῆς πίστεως ὃ κηρύσσομεν.
ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον ᾿Ιησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ·
καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.
Η ΣΥΝΕΧΕΙΑ ΣΤΟ ΑΡΘΡΟ Ο Απόστολος Κυριακή 28 Ιουλίου 2024 – Γιορτή Αγίας Ειρήνης Χρυσοβαλάντου