Ακολουθία (Παναγία Παραμυθία)
ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ
ΤΗΣ ΕΠΟΝΟΜΑΖΟΜΕΝΗΣ «ΠΑΡΑΜΥΘΙΑΣ»

Ψαλλομένη τῇ ΚΑ΄ Ἰανουαρίου

Ποιηθεῖσα ὑπὸ Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου

ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ

Ἱστῶμεν στίχ. δ΄ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια.

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Βατοπαιδίου ἡ Μάνδρα, ἡ περιώνυμος, ἡ ἐν Ἁγίῳ Ὄρει, χαρμοσύνως τιμάτω, Εἰκόνα τὴν ἁγίαν καὶ θαυμαστήν, τῆς Ἁγνῆς Θεομήτορος, Παραμυθία ἣ κέκληται προσφυῶς, ὡς ἐλπὶς ἡμῶν καὶ στήριγμα.

Παραμυθία Παρθένε, ἡμῶν ἡ ἔφορος, ἀεὶ παραμυθοῦσα, μητρικῇ σου εὐνοίᾳ, μὴ παύσῃ Θεοτόκε τοὺς ἐν δεινοῖς, καὶ ἐν θλίψεσι στένοντας, καὶ ἐκζητοῦντας τῶν πόνων ἀναψυχήν, ἐξ Εἰκόνος τῆς ἁγίας σου.

Α᾿γαλλιᾶται καὶ Ῥόδος, Παραμυθία Ἁγνή, τῇ θείᾳ σου Εἰκόνι, καὶ προστρέχουσα πίστει, Μονῇ σου τῇ ἁγίᾳ καὶ ἐξ αὐτῆς, θείαν χάριν λαμβάνουσα, δοξολογεῖ σου τὰ θαύματα εὐσεβῶς, καὶ κηρύττει σου τὴν πρόνοιαν.

Ε᾿κ τῆς ἁγίας μορφῆς σου, ἐν τῇ Εἰκόνι σου, Μονῆς τῷ ἀρχηγέτῃ, ἐπεφώνησας Κόρη, γνωρίζουσα βαρβάρων ἐπιδρομήν, οἷα Μήτηρ φιλόστοργος· διὸ κηρύττομεν πάντες τὴν πρὸς ἡμᾶς, ταχυτάτην σου βοήθειαν.

Δόξα. ΚαῚ νῦν. Ἦχος α΄.

Τῶν ἀπείρων σου θαυμάτων τὰς δυνάμεις, πᾶσα γλῶσσα κηρύττει καὶ δοξάζει, Παντοβασίλισσα Δέσποινα· σὺν τοῖς ἄλλοις γὰρ Παρθένε, παραδόξως ἡμᾶς ἔσωσας, ἐχθρικῆς ἐπιδρομῆς. Τίς οὖν ὑμνήσει σε Πολυΰμνητε; Ἡ γὰρ ἐκ τῆς ἁγίας σου Εἰκόνος φωνή, σωτηρία ἡμῖν γέγονε, καὶ εὐφροσύνη ἀληθής, καὶ παραμυθία γλυκυτάτη. Ἀλλὰ καὶ μελλόντων κινδύνων ἡμᾶς ἀπάλλαττε, τοὺς ἀνενδοιάστως ἐλπίζοντας, τῇ κραταιᾷ σου σκέπῃ Παναμώμητε.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Χαίρει ἡ σή Μονή, Βατοπεδίου Κόρη, κατέχουσα ἐν κόλποις, τὴν θείαν σου Εἰκόνα, Παραμυθία Δέσποινα.

Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Πλοῦτον πνευματικόν, ἐκτήσατο ἡ Ῥόδος, τῆς θείας σου Εἰκόνος, Παραμυθία Κόρη, θεοειδὲς ἀντίτυπον.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Σκέπε τὴν σὴν Μονήν, ἐκ πάσης ἐπηρείας, καὶ δίδου ταύτῃ Κόρη, τῆς σῆς παραμυθίας, τὰ μυστικὰ δωρήματα.

Δόξα. Τριαδικόν.

Σύμμορφε Παντουργέ, ὁμότιμε Θεότης, Πάτερ, Υἱέ, καὶ Πνεῦμα, ἐλέησον τὸν κόσμον, λιταῖς τῆς Θεομήτορος.

Καὶ νῦν.

Νέμει ἡ σὴ Εἰκών, χαρὰν καὶ θυμηδίαν, καὶ τὴν παραμυθίαν, τὴν κρείττονα Παρθένε, τοῖς πίστει ταύτῃ σπεύδουσι.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ

Ὁ Προοιμιακὸς καὶ τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχ. στ΄ καὶ ψάλλομεν τὰ κάτωθι Προσόμοια.

Ἦχος α΄. ῍Ω τοῦ παραδόξου θαύματος.

Ω῍ τοῦ παραδόξου θαύματος! ἐν μορφῇ ἱλαρᾷ, καὶ πλήρη χρηστότητος, ἡ Πάναγνος Μαριάμ, ἐκ τῆς Εἰκόνος αὐτῆς, ἐφώνησε θαυμαστῶς, καὶ συμφορᾶς ἐχθρικῆς ἐλυτρώσατο, τὴν ταύτης θείαν Μονήν, παραμυθοῦσα ἡμᾶς ὡς φιλεύσπλαγχνος. Ὅθεν καὶ Παραμυθίαν, ταύτην ὀνομάζοντες, ἐκβοῶμεν ἀπαύστως· Χαῖρε κόσμου ἡ βοήθεια.

Βαβαὶ τῶν σῆς προμηθείας Ἁγνή! σὺ γὰρ ἐκ τῆς θείας, καὶ σεπτῆς Εἰκόνος σου, ἐφώνησας θαυμαστῶς, καὶ ἡμᾶς ἔσωσας· ἐντεῦθεν πίστει θερμῇ, Παραμυθίαν αὐτὴν ὀνομάζομεν, λαμβάνοντες ἐξ αὐτῆς, παρηγορίαν ἐν πόνοις καὶ θλίψεσι, Κεχαριτωμένη Κόρη, Ὀρθοδόξων καύχημα, καὶ ψυχῶν τεθλιμμένων, παραμύθιον καὶ στήριγμα.

Τὴν σὴν Εἰκόνα τὴν πάντιμον, ἣ Παραμυθία, παρὰ πάντων κέκληται, τιμῶμεν πανευλαβῶς, πίστει προσπίπτοντες· ἐξαίρετον δὲ τιμήν, ταύτῃ προσνέμει ἡ Ῥόδος Πανύμνητε, δομήσασα εὐαγῶς, ταύτῃ Μονὴν ὡς λιμένα ἀχείμαστον· ἔνθα προσιόντες ζάλης, πάσης ἐκλυτρούμεθα, ἐκ τῆς σῆς προμηθείας, πολλὴν χάριν κομιζόμενοι.

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ω῾ς ἐφώνησας Ἄχραντε, ἐκ τῆς θείας Εἰκόνος σου, τὴν Μονήν σου ἔσωσας τῆς χειρώσεως· διὸ ἀνάμνησιν ἄγοντες, τοῦ θείου σου θαύματος, χαριστήριον ᾠδήν, εὐλαβῶς σοι προσᾴδομεν, καὶ βοῶμέν σοι· Καὶ μελλόντων κινδύνων ἡμᾶς ῥύου, ὡς ἡμῶν παραμυθία, καὶ καταφύγιον Δέσποινα

Πλῆρες θείας χρηστότητος, καὶ πολλῆς ἱλαρότητος, τὸ σεπτόν σου πρόσωπον Παντευλόγητε ἐν τῇ ἁγίᾳ Εἰκόνι σου, ὁρᾶται δεικνύμενον, τὴν στοργήν σου πρὸς ἡμᾶς· διὰ τοῦτο τὴν θείαν σου, καὶ ὑπέρτιμον, προσφυῶς ὀνομάζομεν Εἰκόνα, ὡς ἡμᾶς παραμυθοῦσαν, Παραμυθίαν Πανύμνητε.

Ω῾ς θερμὸν ἱλαστήριον, τὴν Μονήν σου τὴν πάντιμον, Ῥόδος ἡ περίφημος Κόρη κέκτηται, ἔνθα ὡς ἄλλη βασίλισσα, ἐν θρόνῳ ἐνίδρυται, ἡ Εἰκών σου ἡ σεπτή, ἣν ἐξ Ἄθω μετήνεγκαν, εὐφραινόμενοι, ᾗ προσπίπτοντες πίστει σοι βοῶμεν· Σὺ ἡμῶν παραμυθία, καὶ ἀσφαλὲς καταφύγιον.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. β΄.

Σήμερον, ἡ τοῦ ἀδύτου φωτὸς γεννήτρια, παραδόξως ἐνεργοῦσα, ἐμφαίνει τὴν πρὸς ἡμᾶς χρηστότητα αὐτῆς, ὡς τοῦ Θεοῦ ἡμῶν Μήτηρ· ἐν τῇ ἁγίᾳ γὰρ αὐτῆς μορφῇ, πάλαι ἔδειξε, τῆς προνοίας αὐτῆς τὸν πλοῦτον, σώσασα ἡμᾶς βεβαίας καταστροφῆς· καὶ τοῦτο τυπώσασα, ἐν τῇ ἁγίᾳ αὐτῆς Εἰκόνι, ὁρῶμεν τὴν πρὸς τὸν Υἱὸν αὐτῆς, περὶ ἡμᾶς ἀγάπην, καὶ ἣν εἴληφε στάσιν συμπαθείας, πρὸς ἡμᾶς, ἡ πηγὴ τῆς εὐσπλαγχνίας. Ὅθεν τὴν θαυμαστὴν αὐτῆς Εἰκόνα, τὴν ἐκ τῶν πραγμάτων Παραμυθίαν κληθεῖσαν, προσκυνοῦντες εἴπωμεν· Ὑπερύμνητε Δέσποινα, μὴ παύσῃ παραμυθουμένη καὶ σῴζουσα, τοὺς εἰς σὲ ἀκλινῶς ἐλπίζοντας.

Εἴσοδος, τὸ Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Γενέσεως τὸ Ἀνάγνωσμα.
(Κεφ. κη΄, 10-17)

Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥὰν καὶ ἀπήντησε τόπῳ καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκεν πρὸς κεφαλῆς αὐτοῦ· καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν· καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτῆς· ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ᾿ αὐτῆς· καὶ εἶπεν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ· μὴ φοβοῦ. Ἡ γῆ, ἐφ᾿ ἧς σὺ καθεύδεις ἐπ᾿ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν, καὶ ἐπὶ λίβα, καὶ ἐπὶ βοῤῥᾶν, καὶ ἐπ᾿ ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγώ εἰμι μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἂν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην· ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· Ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος οὗτος! οὐκ ἔστι τοῦτο, ἀλλ᾿ ἤ οἶκος Θεοῦ· καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.

Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα.
(Κεφ. μγ΄, 27-μδ΄, 4)

Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν· καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται δι᾿ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος καθήσεται ἐν αὐτῇ, τοῦ φαγεῖν ἄρτον ἐναντίον Κυρίου. Κατὰ τὴν ὁδὸν τοῦ Αἰλάμ τῆς πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς οῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος τοῦ Κυρίου.

Παροιμιῶν τὸ Ἀνάγνωσμα.
(Κεφ. θ΄, 1-11)

Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα λέγουσα· Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με. Καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε, φάγετε τῶν ἐμῶν ἄρτων, καὶ πίετε οἶνον, ὅν κεκέρακα ὑμῖν. Ἀπολείπετε ἀφροσύνην, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε· καὶ ζητήσατε φρόνησιν, καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν· ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου· καὶ βουλὴ ἁγίων, σύνεσις· τὸ δὲ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ, Ἰδιόμελα.

Ἦχος α΄.

Ευφραίνου ἐν Κυρίῳ, Βατοπαιδίου ἡ εὐαγὴς Μονή, ἐν κόλποις κατέχουσα, ὡς ἐλπίδα βεβαίαν, Εἰκόνα τὴν ὑπέρτιμον, τῆς Παραμυθίας Παρθένου· καὶ συγχάρητι ὁμοῦ, τὸ ἐν Ῥόδῳ ἱερὸν σεμνεῖον, τὸ θαυμαστὸν αὐτῆς ὁμοίωμα, ὡς θησαυρὸν πλουτῆσαν, καὶ παραμυθίας πηγήν, καὶ μυστικὸν ἱλαστήριον· καὶ ἀμφότερα τῇ Θεοτόκῳ βοήσατε· Χαῖρε Κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ, ὁ παρέχων διὰ σοῦ, ἡμῖν τὸ θεῖον ἔλεος.

Ἦχος β΄.

Η῾ τὸν Θεὸν ἀποῤῥήτως κυήσασα, Θεοτόκε Παρθένε, τῇ θαυμαστῇ ἐπιστασίᾳ σου, Βατοπαιδίου τὴν Μάνδραν πάλαι ἔσωσας, ὀλέθρου καὶ φθορᾶς βαρβαρικῆς ἐπιδρομῆς, ἐκ τῆς ἁγίας Εἰκόνος σου, παραδόξως φωνήσασα. Τοῦ ξένου τούτου ἔργου σου, τὴν ἀνάμνησιν ἄγοντες, Ῥοδίων τὰ συστήματα πανηγυρίζοντες, εἰς δόξαν καὶ αἶνον, τῶν ὑπὲρ νοῦν μεγαλείων σου, καὶ ξένων θαυμασίων, παραμυθίας κρείττονος πληρούμεθα, πεποιθότες τῇ προμηθείᾳ σου.

Ἦχος γ΄.

Ω῾ς μανναδόχος χρυσέα στάμνος, παραμυθίας μάννα παρέχεις, καὶ ἐλπίδος ἀῤῥαγοῦς θησαυρόν, καὶ παντὸς καλοῦ χορηγίαν, τοῖς πιστῶς σοι προστρέχουσι, Παραμυθία Παντευλόγητε Δέσποινα· διὸ κατὰ Δαυΐδ τὸν θεῖον, τὸ πρόσωπόν σου λιτανεύοντες, λέγομεν· Χαῖρε τῶν ἐν Ἄθῳ ἀσφαλὴς βοήθεια, καὶ τῶν ἐν Ῥόδῳ καταφύγιον, καὶ παντὸς τοῦ κόσμου, προστασία καὶ ἀγαλλίαμα.

Ἦχος δ΄.

Σαρκωθεὶς ἐξ αἱμάτων σου, ὁ ὑπερούσιος Λόγος τοῦ Πατρός, πηγὴν ἀγαθῶν τοῖς ἐν κόσμῳ σε ἀνέδειξεν, ὡς Ἁγνὴν αὐτοῦ Μητέρα, Θεοτόκε Παρθένε· πᾶσι γὰρ παρέχεις βοήθειαν, παραμυθουμένη τοὺς ἐν θλίψεσι καὶ πόνοις καὶ κινδύνοις· ἔνθεν παραμυθία προσφόρως κέκλησαι, καὶ τῇ θείᾳ σου Εἰκόνι, καθαγιάζεις ἡμᾶς πάντοτε, ὡς ἁγιαστήριον θεῖον, καὶ βοηθός ἐν ἀνάγκαις, Ὑπερύμνητε Δέσποινα.

Δόξα. Καὶ νῦν. Ὁ αὐτός.

Τὸ θεῖόν σου πρόσωπον, πλῆρες γαλήνης καὶ συμπαθείας, ἐν τῇ Εἰκόνι σου βλέποντες, μυστικῶς παραμυθούμεθα, τῇ ἐξ αὐτοῦ προϊούσῃ χρηστότητι, Παναγία Παρθένε· τῆς ἀθυμίας γὰρ ἀπελαύνεις τὰ νέφη, καὶ ἐλπίδα σταθερὰν παρέχεις, τῇ παραδόξῳ ἐκφάνσει καὶ ἐνεργείᾳ, τῆς σωτηριώδους προστασίας σου, τοῖς προστρέχουσι τῇ σκέπῃ σου, καὶ καθ᾿ ἑκάστην μεγαλύνουσι, τὰς πολλαπλὰς εὐεργεσίας σου, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ, Στιχηρὰ προσόμοια.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις Θεογεννῆτορ Ἁγνή, παραμυθία καὶ βεβαία ἀντίληψις, καὶ σκέπη καὶ σωτηρία, καὶ ἀῤῥαγὴς προμαχών, ἡμῶν Θεοτόκε καὶ προσφύγιον· νοσούντων ἡ ἴασις, θλιβομένων παράκλησις, πύργος ἰσχύος, τῆς Μονῆς σου καὶ ἔπαλξις, ᾗ προστρέχοντες, τῶν Ῥοδίων συστήματα, θᾶττον Ἁγνὴ λαμβάνουσιν, αὐτῶν τὰ αἰτήματα, Παραμυθία Παρθένε, τὰ σὰ κηρύττοντες θαύματα· δι᾿ ὧν ἐκλυτροῦσαι, πειρασμῶν ἀπροσδοκήτων, τοὺς σὲ δοξάζοντας.

Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Στόμα ἤνοιξας πάλαι τὸ σόν, ἐκ τῆς Εἰκόνος παραδόξως καὶ εἴρηκας, μηδόλως ἀναπετάται, τοὺς πυλεῶνας Μονῆς, ὡς ἂν λυτρωθῶσι τῆς χειρώσεως· ἐντεῦθεν ἐκφαίνουσα, οἰκτιρμῶν σου τὸ πέλαγος, γλυκαῖα ὄντως, καθορᾶται ἡ ὄψις σου, τῆς χρηστότητος, γλυκασμὸν ἀποστάζουσα. Ὅθεν Παραμυθίαν σε, καλοῦμεν Πανάμωμε, παρακαλοῦσαν τοὺς πάντας, καὶ τῶν δεινῶν ἀπαλλάτουσαν, καὶ πᾶσιν αἰτοῦσαν, ἱλασμὸν καὶ σωτηρίαν, καὶ μέγα ἔλεος.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Χαίροις Θεοκυῆτορ Ἁγνή, παραμυθία τῶν Ῥοδίων καὶ στήριγμα· νεφέλη τῆς θείας δρόσου, τῇ Ἐκκλησίᾳ Χριστοῦ, σωτηρίας νᾶμα ὑετίζουσα· τὸ ὄρος τὸ ἅγιον, τὸ δασὺ καὶ κατάσκιον, ἐξ οὗ προῆλθεν, ὁ ἀσώματος Κύριος, μετὰ σώματος, καὶ τὸν κόσμον διέσωσεν. Ὅθεν τὴν πανυπέρτιμον, τιμῶντες Εἰκόνα σου, Παραμυθία Παρθένε, χάριτος θείας πληρούμεθα, αἰτοῦντες ὑμνοῦντες, καὶ πιστῶς δοξολογοῦντες, τὰ μεγαλεῖά σου.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ΄.

Τῆς σαρκώσεως τοῦ Χριστοῦ, ἐργαστήριον θεῖον ὤφθης, ἐν ᾧ ἐσκήνωσεν ὁ Λόγος, καὶ σάρξ ἀτρέπτως γέγονεν, ὑπὲρ λόγον καὶ ἔννοιαν, Θεοτόκε Πανύμνητε· ἔνθεν τὴν θείαν Εἰκόνα σου, θησαυρὸν τῆς σῆς χρηστότητος, τῇ ἐπισκιάσει σου ἀνέδειξας Ἄχραντε· παραμυθίας γὰρ δωρεάς, καὶ παρακλήσεις θείας πηγάζει, τοῖς μεγαλύνουσι τὸν ἀκατάληπτον τόκον σου, δι᾿ οὗ δέδοται τῷ κόσμῳ, σωτηρία αἰώνιος.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.

Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Παραμύθιον θεῖον, καὶ προπύργιον ἄσειστον, τὴν σεπτήν σου Εἰκόνα, Θεοτόκε κεκτήμεθα· ἐκ ταύτης γὰρ παρέχεις μυστικῶς, ἡμῖν παραμυθίαν καὶ ἰσχύν, τοῖς ἐν πίστει ἐκβοῶσί σοι ἐκ ψυχῆς, Παραμυθία Δέσποινα· Δόξα τοῖς θαυμασίοις σου Ἁγνή, δόξα τῇ σῇ χρηστότητι, δόξα τῇ πρὸς ἡμᾶς παραμυθίᾳ Ἄχραντε.

Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ω῾ς ἔδειξας Ἄχραντε, παραμυθίαν πολλήν, ἐν Ἄθῳ τὸ πρότερον, Βατοπαιδίου τῇ σῇ, Μονῇ ὡς ηὐδόκησας, οὕτω δεῖξον καὶ ταύτην, τῇ ἐν Ῥόδῳ Μονῇ σου, πόθῳ σοι προσιοῦσαν, καὶ πιστῶς ἐκβοῶσαν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον σου Σωτηρ.

Τὴν θείαν σου μορφήν, καθορῶντες Παρθένε, πηγάζουσαν ἡμῖν, συμπαθείας τὰ ῥεῖθρα, πιστῶς σοι ἀνακράζομεν· Παραμύθει ἑκάστοτε, τοὺς ἐν θλίψεσιν, Παραμυθία ὡς οὖσα, Παντευλόγητε, καὶ σωτηρία καὶ σκέπη, ἡμῶν καὶ προσφύγιον.

Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Κατεπλάγη κατιδών, τὴν παναγίαν σου μορφήν, ἐν Εἰκόνι τῇ σεπτῇ, Βατοπαιδίου τῇ Μονῇ, ὁ καθηγέτης ταύτης Θεογεννῆτορ· καὶ πάντες ἀδελφοί, αἶνόν σοι ᾔνεσαν, σωθέντες διὰ σοῦ, καταδουλώσεως, Παραμυθία Παρθένε Πανύμνητε, καὶ εὐχαρίστως ἐβόων σοι· Χαῖρε προστάτις, ἡμῶν καὶ σκέπη, καὶ ἀσφαλὲς καταφύγιον.

Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τὴν ποίμνην σου φύλαττε, Θεοκυῆτορ Ἁγνή, ἐκ πάσης ἑκάστοτε, καταδρομῆς ἐχθρικῆς, τῇ σῇ ἀγαθότητι· ἔχουσα γὰρ ὡς τεῖχος, τὴν σεπτήν σου Εἰκόνα, ἥνπερ Παραμυθίαν, καταλλήλως καλοῦμεν, πρὸς ταύτην καταφεύγομεν, ἀεὶ καὶ σῳζόμεθα.

Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

Οἱ Ἀναβαθμοί, ἤτοι τὸ α΄ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ΄ ἤχου καὶ τὸ Προκείμενον.

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον, ζήτει τῇ ιε΄ Αὐγούστου.

Ὁ Ν΄. Δόξα. Ταῖς τῆς Παναχράντου… Καί νῦν. Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β΄.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Παραμυθίας θησαυρός, καὶ παρακλήσεως θείας πάροχος, ὡς τοῦ Σωτῆρος Μήτηρ, Θεοτόκε Παρθένε, θλιβερῶν συμπτωμάτων ἡμᾶς ἀπάλλαττε, καὶ τὴν παροῦσάν σοι ποίμνην ἀεὶ περιτείχιζε, ἐκ παντοίων κινδύνων ῥυομένη ἡμᾶς, καὶ ἀσφαλῶς ὁδηγοῦσα πρὸς σωτηρίας τρίβον, τοὺς ἀφορῶντας ἁγνή, πρὸς τὴν θερμήν σου πρεσβείαν Δέσποινα.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου…

Εἶτα· ὁ Κανὼν, οὗ ἡ Ἀκροστιχίς· «Παραμυθίαν δίδου μοι Κόρη. Γερασίμου».

Ὠιδὴ α΄. Ἦχος δ΄. Ὁ Εἱρμός.

Α᾿νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. (Δίς)

Τροπάρια.

Πηγὴ ἀγαθότητος, ὡς τὴν πηγὴν τῆς ζωῆς ἡμῶν, κυήσασα Δέσποινα, Χριστὸν τὸν Κύριον, λόγον δίδου μοι, Παραμυθία Κόρη, ὡς ἂν σοι ἑόρτιον, ᾄσω μελῴδημα.

Α᾿γγέλων βασίλισσα, καὶ τῶν βροτῶν παραμύθιον, ὑπάρχουσα Δέσποινα, παραμυθίαν τερπνήν, δίδως ἅπασιν· ἔνθεν Παραμυθία, Εἰκών σου ἡ πάνσεπτος, προσφόρως κέκληται.

Ρ῾ημάτων ὡς ἤκουσε, τοῦ σοῦ Υἱοῦ πρὸς σὲ Ἄχραντε, ὁ θεῖος ἡγούμενος, Βατοπαιδίου Μονῆς, τὴν σὴν ᾔνεσε, θερμὴν κηδεμονίαν, καὶ πάντες ἐῤῥύσθησαν, ἐκ τῆς δουλώσεως.

Α᾿νοίξασα Πάναγνε, ἐκ τῆς ἁγίας Εἰκόνος σου, τὸ ἅγιον στόμα σου, ἡμᾶς διέσωσας, τῆς χειρώσεως· ὅθεν Παραμυθίαν, καλοῦμέν σε Δέσποινα, δοξολογοῦντές σε.

Ὠιδὴ γ΄. Ὁ Εἱρμός.

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντες, πνευματικὸν στερέωσον καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον. (Δίς)

Τροπάρια.

Μεγίστην ὑμῖν παραμυθίαν, καὶ θείαν ἐλπίδα καὶ χαράν, Εἰκών σου ἡ ὑπέρτιμος, Παραμυθία Δέσποινα, ὡς δρόσον ἐπουράνιον, ἡμῖν ὀμβρίζει ἑκάστοτε.

Υ῾μνοῦμεν τὸ μέγιστον σου θαῦμα, δι᾿ οὗ ἡ ἐν Ἄθῳ σου Μονή, καταδρομῆς διέσωσται, καὶ πίστει ἐκβοῶμέν σοι· Οὕτω σῷζε Πανύμνητε, καὶ τὸ ἐν Ῥόδῳ σου ποίμνιον.

Θαυμάτων πηγάζει θείαν χάριν, ὡς ἄλλη θεόβρυτος πηγή, Παραμυθία Δέσποινα, Εἰκών σου ἡ ὑπέρτιμος, καὶ κατευφραίνει ἅπαντα, τὰ τῶν Ῥοδίων συστήματα.

Ι᾿σχὺν ἐκ τῆς θείας σου Εἰκόνος, Ῥοδίων Παρθένε ἡ πληθύς, καὶ ἱερὰν παράκλησιν, Παραμυθία Δέσποινα, καρπούμεθα ἑκάστοτε, τῇ σῇ Μονῇ καταφεύγοντες.

Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Παραμύθιον ἡμῶν, καὶ καταφύγιον θερμόν, καὶ προστάτις ἀσφαλής, ὡς τετοκυῖα τὸν Χριστόν, ὡς ἀληθῶς πάντων πέλεις ἡμῶν Παρθένε. Ὅθεν εὐλαβῶς ἀναβοῶμέν σοι· Φύλαττε ἀεί, ταύτην τὴν Μάνδραν σου, ἣν τῇ σεπτῇ σου Εἰκόνι ἀνέθετο, Παραμυθία ὁ δοῦλός σου, καὶ δίδου ταύτῃ, ὑψόθεν Κόρη, τὰς μητρικὰς χορηγίας σου.

Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

Ὠιδὴ δ΄. Ὁ Εἱρμός.

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε. (Δίς)

Τροπάρια.

Α῞παντες συνέδραμον οἱ ἀδελφοί, καὶ τῶν πειρατῶν ἀπεκρούσαντο, πάντα τὰ στίφη, δυναμούμενοι τῇ σῇ, δυνάμει Ἀειπάρθενε, καὶ ἡ σὴ Μονὴ διασέσωσται.

Νεύσασα τὸ πρόσωπον Κόρη τὸ σόν, πλῆρες ἱλαρότητος Δέσποινα, τῷ ἡγουμένῳ, τούτῳ ἤγγειλας Ἁγνή, τὸν ἀπειλοῦντα κίνδυνον, οὗ τῇ χάριτί σου ἐῤῥύσθημεν.

Δόξαν τε καὶ αἴνεσιν χρεωστικῶς, Κόρη σοι προσήγαγε χαίρουσα, Βατοπαιδίου, ἡ Μονὴ βαρβαρικῆς, ἐπιδρομῆς ὡς σέσωσται, τῇ σῇ προστασίᾳ Πανύμνητε.

Ι῎θυνον τὴν ποίμνην σου ἐπὶ νομάς, τὰς σωτηριώδεις Πανάμωμε, παραμυθία, ταύτης πέλουσα τερπνή, καὶ ὁδηγὸς σωτήριος, καὶ προμηθεστάτη βοήθεια.

Ὠιδὴ ε΄. Ὁ Εἱρμός.

Ε᾿ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ Ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, τὴν εἰρήνην βραβεύουσα. (Δίς)

Τροπάρια.

Δοχεῖον ὑπέρτιμον, καὶ ἱερὸν ἀνάκτορον, ὤφθης τοῦ τῶν ὅλων βασιλέως, τοῦτον τεκοῦσα, ἐκ τῶν αἱμάτων τῶν σῶν, καὶ παραμυθίαν ἀληθῆ, ἐν Εἰκόνι ἔδειξας, Θεοτόκε τὴν ὄψιν σου.

Ο῾ Κτίστης τῆς κτίσεως, ἐκ σοῦ Παρθένε ἔκτισται, ἐπ᾿ ἀνακαινίσει τῶν ἀνθρώπων, καὶ σὲ προστάτιν, καὶ βοηθὸν ἀῤῥαγῆ, καὶ παραμυθίαν τοῖς βροτοῖς, ὡς αὐτοῦ Μητέρα σε, Θεοτόκε παρέσχετο.

Υ῾μνοῦμεν τὴν χάριν σου, Παραμυθία Δέσποινα· σὺ γὰρ βοηθεῖς θερμῇ προνοίᾳ, τῇ ἐν τῷ Ἄθῳ, Βατοπαιδίου Μονῇ, καὶ τῇ ἐν τῇ Ῥόδῳ θαυμαστῶς, Μάνδρᾳ σου ἑκάστοτε, ἀνυμνούσῃ τὴν δόξαν σου.

Μονήν σοι περίβλεπτον, ἐν Ῥόδῳ ᾠκοδόμησαν, καὶ τῇ θαυμαστῇ σου ταύτην κλήσει, Παραμυθίαν, Κόρη ὠνόμασαν, παραμυθουμένην μυστικῶς, τοὺς ἐν ταύτῃ σπεύδοντας, καὶ ζητοῦντας τὴν χάριν σου.

Ὠιδὴ στ΄. Ὁ Εἱρμός.

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες. (Δίς)

Τροπάρια.

Ο῾ γλυκασμὸς τοῦ προσώπου σου, ὁ ὢν ἐν τῇ ἁγίᾳ Εἰκόνι σου, Παρθένε Ἄχραντε, παραμυθεῖται ἑκάστοτε, Παραμυθία Κόρη, τοὺς σὲ γεραίροντας.

Ι᾿σχὺν λαβὼν ὅτε ἤκουσε, φωνῆς ἐκ τῆς ἁγίας Εἰκόνος σου, ὁ Προσμονάριος, Παραμυθία ἀνέῤῥωσε, καὶ ᾔνεσεν εὐσήμως, τὰ μεγαλεῖά σου.

Κόσμον καὶ θεῖον ὡράϊσμα, Μονή σου ἡ ἐν Ῥόδῳ ἐκτήσατο, τὸ ἀφομοίωμα, ἐκ τῆς ἐν Ἄθῳ Εἰκόνος σου, Παραμυθία Κόρη, καὶ ἐπαγάλλεται.

Ο῞λος χαρᾶς πλήρης γέγονε, Νεόφυτος Ἁγνὴ ὁ θεράπων σου, ἐνωτισάμενος, ἐκ τῆς ἁγίας Εἰκόνος σου, Παραμυθία Κόρη, τὰ πρὸς τὴν ἔξοδον.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Τῇ κραταιᾷ σου προστασίᾳ καταφεύγοντες,
Παραμυθία Θεοτόκε Ἀειπάρθενε,
ἀπὸ πάσης ἐκλυτρούμεθα ἐπηρείας.
Ἀλλ᾿ ὡς βρύσις συμπαθείας ἀνεξάντλητος,
παραμύθησαι ἡμᾶς ἐν περιστάσεσι,
τοὺς βοῶντάς σοι· Χαῖρε πάντων βοήθεια.

Ὁ Οἶκος.

Α῎γγελοι ἐν ὑψίστοις, ἀνυμνοῦσιν ἀπαύστως, Παρθένε τὴν σὴν ἄῤῥητον δόξαν· ἡμεῖς δὲ οἱ ἐν γῇ χοϊκοί, τῇ σῇ ἁγίᾳ Εἰκόνι προσπίπτοντες, παραμυθίαν ἔνθεον, λαμβάνομεν ἀναβοῶντες·
Χαῖρε, δι᾿ ἧς ὁ Θεὸς ἐφάνη·
χαῖρε, δι᾿ ἧς ἡ φθορὰ ἠλάθη.
Χαῖρε, τῶν Ἀγγέλων ἀσίγητον ὕμνημα·
χαῖρε, τῶν ἀνθρώπων ἀσάλευτον στήριγμα.
Χαῖρε, ὕψος ἀκατάληπτον ἀποῤῥήτων ἀγαθῶν·
χαῖρε, βάθος ἀκατάφθαστον τεραστίων φοβερῶν.
Χαῖρε, ὅτι παρέχεις θείαν παραμυθίαν·
χαῖρε, ὅτι ἐκτρέπεις χαλεπὴν πειρατείαν.
Χαῖρε, πηγὴ πλουσίας χρηστότητος·
χαῖρε, αὐγὴ τῆς ἄνω λαμπρότητος·
Χαῖρε, δι᾿ ἧς οἱ ἐχθροὶ ἐκπορθοῦνται·
χαῖρε, δι᾿ ἧς οἱ πιστοὶ φωταυγοῦνται.
Χαῖρε, πάντων βοήθεια.

Μηνολόγιον.

Τῇ ΚΑ΄ τοῦ αὐτοῦ μηνός (Ἰανουαρίου), Σύναξιν ἐτήσιον τελοῦμεν εἰς δόξαν καὶ τιμὴν τῆς Ὑπερευλογημένης Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς ἐπονομαζομένης «Παραμυθίας», ἧς ἡ ἁγία καὶ θαυματουργὸς Εἰκὼν εὕρηται ἐν τῇ κατὰ τὸν Ἁγιώνυμον Ἄθω Ἱερᾷ Μονῇ τοῦ Βατοπαιδίου, καὶ ἧς ἀκριβὲς ἐκτύπωμα θησαυρίζει καὶ ἡ ἐν Ῥόδῳ φερώνυμος ταύτῃ ἁγία Μονή.

Στίχοι.
Παραμυθίαν παρέχει Θεοτόκε,
Παντὶ εὐσεβεῖ ἡ ἁγία Εἰκών σου.
Εἰκάδι πρώτῃ μέδουσαν Κούρην παραμυθοῦσαν ὕδω.

Συναξάριον.

Ἐν τοῖς πάλαι καιροῖς, ἦλθεν ποτὲ τῷ Ἁγιωνύμῳ Ὄρει συμμορία πειρατῶν, ἐπὶ σκοπῷ, τοῦ εἰσελθεῖν ἐντὸς μιᾶς τῶν καλλιτέρων τῶν τοῦ Ἁγίου Ὄρους Μονῶν, ἤτοι τῇ τοῦ Βατοπαιδίου, ἐν ταῖς πρωϊναῖς ὥραις, καθ᾿ ἃς εἰώθασιν ἀνοίγειν τὰς πύλας τῆς Μονῆς, καὶ οὕτω τοὺς μὲν Μοναχοὺς νὰ κατασφάξωσι, τὸν δὲ πλοῦτον τῆς Μονῆς λεηλατήσωσιν.

Ἐλθόντες οὖν οἱ πειραταί, ἀπεβιβάσθησαν περὶ τὸ ἑσπέρας τῇ ξηρᾷ, καὶ ἐκρύβησαν εἰς τοὺς ἐγγὺς τῆς Μονῆς θάμνους. Ἀλλ᾿ ἡ κοινὴ ἔφορος παντὸς τοῦ Ἁγίου Ὄρους, καὶ ταχυτάτη βοήθεια, Ὑπεραγία Θεοτόκος Παρθένος, δὲν παρεχώρησεν ἐκτελεσθῆναι ὁ τῶν ἀθέων βαρβάρων σκοπός· κατὰ γὰρ τὴν ἐπιοῦσαν ἡμέραν, μετὰ τὴν τοῦ Ὄρθρου ἀπόλυσιν, πάντων τῶν ἀδελφῶν ἀπελθόντων ἐν τοῖς ἑαυτῶν κελλίοις, ὁ τῆς Μονῆς Ἡγούμενος, παρέμεινεν ἐν τῷ ναῷ, ἐξακολουθῶν τὰς ἰδίας προσευχάς, ὅτε ἀκούει αἴφνης φωνῆς ἐκ τῆς Εἰκόνος τῆς Θεομήτορος λεγούσης· Μὴ ἀνοίξητε σήμερον τὰς πύλας τῆς Μονῆς, ἀλλ᾿ ἀναβάντες ἐπὶ τῶν τειχῶν, ἀποδιώξατε τοὺς πειρατάς. Ἐκπλαγεὶς ἐπὶ τῷ ἀκούσματι ὁ Ἡγούμενος, ἐνητένισε τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τῆς ἁγίας Εἰκόνος, ἐξ ἧς ἠκούσθη ἡ φωνή, καὶ ἀμέσως φανεροῦται αὐτῷ ἐκπληκτικώτερον θέαμα· ὁρᾷ ὅτι τὸ τῆς Θεοτόκου πρόσωπον ἐγένετο ζῶν, ὡσαύτως καὶ τὸ τοῦ ὑπ᾿ αὐτῆς βασταζομένου βρέφους Ἰησοῦ· τὸ δὲ προαιώνιον βρέφος, ἐκτεῖναν τὴν ἑαυτοῦ δεξιάν, καὶ ἐκκαλύπτον δι᾿ αὐτῆς τὰ χείλη τῆς θείας αὐτοῦ Μητρός, ἔστρεψε πρὸς ἑαυτὴν τὸ θεῖον αὐτοῦ πρόσωπον καὶ εἶπε· «Μὴ Μῆτέρ μου, μὴ εἴπῃς αὐτοῖς τοῦτο, ἀλλὰ τιμωρηθήτωσαν οὗτοι πρεπόντως». Ἀλλ᾿ ἡ Θεομήτωρ, ἐπιμελουμένη, ἵνα περικρατήσῃ διὰ τῆς ἑαυτῆς χειρός, τὴν χεῖρα τοῦ Υἱοῦ καὶ Θεοῦ αὐτῆς, καὶἐκκλίνουσα δεξιόθεν ἐξ αὐτοῦ τὸ ἑαυτῆς πρόσωπον, ἐξεφώνησεν αὖθις τοὺς αὐτοὺς ἐκείνους λόγους· «Μὴ ἀνοίξητε σήμερον τὰς πύλας τῆς Μονῆς κ.τ.λ.».

Συσχεθεὶς φόβῳ διὰ τὸ φρικτὸν τοῦτον θαυμάσιον ὁ Ἡγούμενος, συνεκέντρωσε πάραυτα τὴν Ἀδελφότητα καὶ διηγήσατο αὐτοῖς τὰ συμβάντα, καὶ τοὺς πρὸς αὐτὸν λόγους τῆς Θεομήτορος, ἅμα καὶ τοὺς λόγους οὓς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἀπηύθυνεν αὐτῇ. Παρατηρήσαντες δὲ πάντες ἐν ἐκπλήξει καὶ θαυμασμῷ εἶδον ὅτι τὸ τῆς Θεοτόκου πρόσωπον καὶ τὸ τοῦ Κυρίου Ἰησοῦ ὡς καὶ ἅπασα ἡπεριγραφὴ καὶ ὁ σχηματισμός τῆς Εἰκόνος ἐκείνης, ἔλαβον ἄλλον σχηματισμόν, ὅλως ἐναντίον τῆς πρώτης αὐτῶν θέας. Ἀπέδωκαν δὲ ἐν πολλῇ εὐγνωμοσύνῃ εὐχαριστίαν καὶ αἶνον πάντες οἱ Μοναχοὶ τῇ Κυρίᾳ Θεοτόκῳ διὰ τὴν σωτηριώδη πρόνοιαν καὶ προστασίαν αὐτῆς, δοξάσαντες ἐν ταπεινώσει τὸν δι᾿ αὐτῆς ἐλεοῦντα ἡμᾶς φιλάνθρωπον Σωτῆρα καὶ Κύριον. Εἶτα ἀνῆλθον ἐπὶ τὰ τείχῃ, καὶ διὰ τῶν ἐκεῖσε εὑρισκομένων ὅπλων καὶ μέσων, ἀπέκρουσαν τὴν τῶν πειρατῶν ἔφοδον.

Ἔκτοτε μέχρι τοῦ νῦν, ἡ θαυματουργὸς αὕτη Εἰκὼν τῆς Θεομήτορος τυγχάνει γνωστὴ ὑπὸ τὸ ὄνομα Παραμυθία· ὁ δὲ σχηματισμὸς τῶν προσώπων, τῆς τε Θεοτόκου καὶ τοῦ Κυρίου, ἔμειναν οὕτως, ἐν τῇ στάσει τῇ σχηματισθείσῃ ἐν τῇ τρίτῃ ἐκφωνήσει τῇ ὑπὸ τοῦ Ἡγουμένου ἀκουσθείσῃ, ὡς ἐξῆς· Ἡ θεία Μήτηρ ἐκκλίνουσα δεξιόθεν τὸ πρόσωπον αὐτῆς, ἐκ τῆς ἐκτεινομένης δεξιᾶς τοῦ προαιωνίου αὐτῆς βρέφους καὶ Κυρίου, σπουδάζει ἀπομακρύνας αὐτὴν ἐκ τοῦ στόματος αὐτῆς, ὡς ἂν ἐλευθέρως γνωρίσῃ τοῖς ἐκλεκτοῖς αὐτῆς δούλοις τὸν ἐπικείμενον κίνδυνον.

Ἡ θαυματουργὸς αὕτη Εἰκὼν εὕρηται ἐν τῷ Παρεκκλησίῳ τῆς Θεοτόκου τῆς «Παραμυθίας», ἐπὶ τοῦ δεξιοῦ τοίχου τοῦ χοροῦ· καὶ τὸ μὲν πρόσωπον τῆς Ἀειπαρθένου Θεοτόκου, ἐκφράζει ἱλαρότητα, συμπάθειαν καὶ ἀγάπην, τὸ δὲ βλέμμα πνέει ἐπιείκειαν, πραότητα καὶ εὐσπλαγχνίαν· ἐπὶ δὲ τῶν χειλέων αὐτῆς ἐπαναπέπαυται μειδίαμα σεμνόν, προσφώνημα καὶ παρηγορία, διὸ καὶ προσφυῶς κέκληται «Παραμυθία», ὡς παραμυθουμένη πάντας τοὺς προσερχομένους αὐτῇ.

Τὸ δὲ πρόσωπον τοῦ προαιωνίου βρέφους καὶ Θεοῦ δὲν εἶναι τοιοῦτον, ἀλλ᾿ εἶναι ἀπειλητικόν, ἡ κίνησις τῆς ὀργῆς παρίσταται ἐν πάσαις ταῖς γραμμαῖς αὐτοῦ, τὸ δὲ βλέμμα πλῆρες αὐστηρότητος καὶ ἀδυσωπήτου κρίσεως, τοσοῦτον ὥστε δυνάμεθα εἰπεῖν, ὅτι αἱ χαρακτηριστικαὶ αὗται γραμμαὶ τῶν θείων τούτων προσώπων, τοῦ τε προαιωνίου βρέφους, τοῦ Θεοῦ καὶ Κριτοῦ τῶν ἁπάντων ζώντων τε καὶ τεθνεώτων, καὶ τῆς μητρικῆς ἀγάπης τῆς προστάτιδος καὶ προστασίας πάντων τῶν μετ᾿ ἀδιστάκτου πίστεως ἐπιζητούντων τὴν οὐράνιον αὐτῆς σκέπην Κυρίας ἡμῶν Θεοτόκου, τυγχάνουσι τῇ γραφίδι τοῦ ζωγράφου, δυνάμεθα εἰπεῖν ἄληπτα, καὶ ἰδίᾳ αἱ γραμμαὶ τῆς ὄψεως τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ.

Ἀντίτυπον τῆς θαυματουργοῦ καὶ ἁγίας Εἰκόνος τῆς Ὑπεραγίας Θεοτόκου τῆς «Παραμυθίας» τῆς ἐν τῇ Ἱερᾷ ἐν Ἁγίῳ Ὄρει Μονῆς τοῦ Βατοπαιδίου ἐπλούτησε καὶ ἡ νῆσος Ῥόδος, μετακομισθὲν ἐκεῖ ἐκ τῆς Ἱερᾶς τοῦ Ἁγιωνύμου Ὄρος Σκήτης τῆς Ἁγίας Ἄννης ὑπὸ τοῦ εὐλαβεστάτου Ἀρχιμανδρίτου πατρὸς Σεραφεὶμ Παρχαρίδου, ὅστις καὶ Μονὴν περίβλεπτον ᾠκοδόμησε τῇ Ὑπεραγίᾳ Θεοτόκῳ τῇ θαυματουργῷ «Παραμυθίᾳ», ἔνθα καὶ ἐναπέθεσε καὶ τὴν ἱερὰν καὶ θαυμαστὴν αὐτῆς Εἰκόνα, βλύζουσαν ἰάματα τοῖς προσερχομένοις, καὶ παραμυθουμένην τοὺς ἐν θλίψεσι καὶ ἀνάγκαις ὄντας, ὡς γλυκυτάτη παραμυθία τῶν πιστῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαξίμου τοῦ Ὁμολογητοῦ.

Στίχοι.
Ἄχειρ, ἄγλωττος, χεῖρα καὶ γλῶτταν φύεις,
Καὶ χερσὶ Θεοῦ, Μάξιμε, ψυχὴν δίδως.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νεοφύτου.

Στίχοι.
Τὸν Νεόφυτον ἐκριζοῖ γῆθεν δόρυ,
Νέου φυτοῦ κάλλιστον οἷά περ θάλος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ζωσίμου, ἘπισκόπουΣυρακούσης, Σικελῶν νήσου.

Στίχοι.
Μετάστασιν Ζώσιμος εὗρεν ἐκ βίου,
Ὧι καὶ πρὸ ταύτης πᾶς μετάστασις βίος.

Τῇ αὐτῇ ἡμέρᾳ, ἄθλησις τῶν Ἁγίων Μαρτύρων Εὐγενίου, Οὐαλλεριανοῦ, Κανδίδου, καὶ Ἀκύλα.

Στίχοι.
Τὸν Εὐγένιον, καὶ συνάθλους τρεῖς ἅμα,
Δι᾿ εὐγένειαν ψυχικὴν κτείνει ξίφος

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Ἁγίας Εἰρήνης, ἐν τῇ ἁγιωτάτῃ Ἐκκλησίᾳ, τῇ οὔσῃ πρὸς θάλασσαν· καὶ Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἁγνῆς.

Στίχοι.
Εἰρήνην πρυτάνευσον, Μάρτυς Εἰρήνη,
Ἡμῖν εὐφημοῦσί σε ἐν τῷ ναῷ σου.

Ὑπὲρ νέον σοι μόσχον, ὡς Δαυΐδ λέγει,
Ἤρεσκεν Ἁγνὴ πυρπολουμένη, Λόγε.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Τέσσαρες Μάρτυρες, οἱ ἐν Τύρῳ, ξίφει τελειοῦνται.

Στίχοι.
Στεῤῥῶν Ἀθλητῶν τεσσάρων φωνὴ μία·
Ἡμῖν τὸ θνήσκειν ἐκ ξίφους εὐθυμία.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὁσιος Νεόφυτος, ὁ προσμονάριος τῆς Μονῆς Βατοπεδίου, ὁ ἀκούσας τῆς φωνῆς τῆς Θεοτόκου, προελθούσης ἐκ τοῦ στόματος τῆς ἁγίας Αὐτῆς Εἰκόνος, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι.
Ὁ Νεόφυτος Παρθένου πέλων φίλος,
Φωνὴν ἀκούει τῆς δε. ῍Ω θαῦμα ξένον!

Ταῖς τῆς Παναχράντου σου Μητρὸς ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠιδὴ ζ΄. Ὁ Εἱρμός.

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. (Δίς)

Τροπάρια.

Ρ῾ώμην ἔχοντες, τὴν σὴν ἐναπεκρούσαντο, βαρβάρων ἔφοδον, Βατοπαιδίου Μονῆς, Ἁγνὴ οἱ μονάζοντες, καὶ πόθῳ ἔψαλλον· Χαῖρε Δέσποινα, Παραμυθία Ἄχραντε, κραταιὰ ἡμῶν προστάτις.

Η῾ ἐμφέρεια, τῆς γλυκυτάτης ὄψεως, τῆς σῆς Πανάχραντε, ἐν τῇ Εἰκόνι τῇ σῇ, πληροῖ τὰς ψυχὰς ἡμῶν, ἐλπίδος κρείττονος, ᾗ προσπίπτοντες, Παραμυθία Δέσποινα, ἀνυμνοῦμέν σου τὴν χάριν.

Γεωργήσασα, ἀγεωργήτως Πάναγνε, ζωῆς τὸν πρύτανιν, εἰς σωτηρίαν ἡμῶν, γεώργιον ἔνθεον, ἡμῖν δεδώρησαι, τὴν Εἰκόνα σου, παραμυθίαν κρείττονα, γεωργοῦσαν ἡμῖν πᾶσιν.

Ε῎χει Πάναγνε, ὡς θαυμαστὸν θησαύρισμα, τὸ σὸν ἐκτύπωμα, Βατοπαιδίου Μονή, ἀλλὰ καὶ ἡ Μάνδρα σου, ἐν Ῥόδῳ γάνυται, τὴν Εἰκόνα σου, Παραμυθία ἔχουσα, ὡς πηγὴν θείων χαρίτων.

Ὠιδὴ η΄. Ὁ Εἱρμός.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τροπάρια.

Ρ῾ῦσαι πολυτρόπων συμπτωμάτων, Παρθένε Παραμυθία τοὺς προστρέχοντας, τῇ ἁγίᾳ Μάνδρᾳ σου, καὶ τὴν σὴν ἀντίληψιν, αἰτοῦντας καὶ δοξάζοντας, τὰ μεγαλεῖά σου· Θεὸν γὰρ ἀποῤῥήτως τεκοῦσα, ὤφθης σωτηρία, τοῦ κόσμου Θεοτόκε.

Αἴγλῃ μυστικῇ λαμπρυνομένη, ἡ ὄψις σου Θεοτόκε τῇ Εἰκόνι σου, νέμει ἱλαρότητα, καὶ πολλὴν χρηστότητα, Παραμυθία Δέσποινα, τοῖς ἀνακράζουσι· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Στόμα σου τὸ θεῖον Θεοτόκε, ὢ θαῦμα! ἐν τῇ Εἰκόνι σου ὡς ἤνοιξας, γλυκασμὸν σωτήριον, καὶ θείαν παράκλησιν, τῷ Ἡγουμένῳ ἔβλυσας ἐκ τῶν χειλέων σου· ἐντεῦθέν σε Παραμυθίαν προσφόρως, ἅπαντες καλοῦμεν, προσπίπτοντές σοι Κόρη.

Ι῎σχυσαν τῇ σῇ ἐπικουρίᾳ, Παρθένε Παραμυθία οἱ Μονάζοντες, καὶ πόῤῥω ἠλάθησαν ἐκ τῆς θείας Μάνδρας σου, οἱ ἐπελθόντες βάρβαροι αἰχμαλωτίσαι αὐτήν· διὸ χαριστηρίους ᾠδάς σοι, ᾄδομεν προφρόνως, κηρύττοντες τὸ θαῦμα.

Ὠιδὴ θ΄. Ὁ Εἱρμός.

Α῞πας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος· πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε. (Δίς)

Τροπάρια.

Μνήμην ἱεράν, τοῦ ξένου σου θαύματος, ἄγει χορεύουσα, ἡ ἐν Ἄθῳ Δέσποινα, Βατοπαιδίου Μονὴ περίβλεπτος, σὺν ταύτῃ ἑορτάζει δέ, ἐν εὐφροσύνῃ πολλῇ, ἡ ἐν Ῥόδῳ, Μάνδρα ἡ τῇ κλήσει σου, καυχωμένη καὶ σὲ μεγαλύνουσα.

Ο῎μβροις νοητοῖς, τῆς σῆς ἀγαθότητος, καὶ ἱλαρότητος, Κόρη Ἀειπάρθενε Παραμυθία Θεοχαρίτωτε, παθῶν σβέσον τοὺς ἄνθρακας, καὶ παραμύθησαι, τὰς καρδίας, τῶν καταφευγόντων σου, τῇ ἁγίᾳ Εἰκόνι ἑκάστοτε.

Υ῞ψιστον Θεόν, τεκοῦσα ἐν σώματι, τὸν ἀπερίγραπτον, Κόρη Παντευλόγητε, παραμυθία καὶ καταφύγιον, παντὸς τοῦ κόσμου γέγονας· διὸ προσπίπτοντες, τῇ παντίμῳ, καὶ σεπτῇ Εἰκόνι σου, τὰ αἰτήματα θᾶττον λαμβάνομεν.

Υ῞δωρ τῆς ζωῆς, τῷ κόσμῳ ἐπήγασας, Χριστὸν κυήσασα, τῆς ζωῆς τὴν ἄβυσσον, Παραμυθία Παρθένε Ἄχραντε· νῦν δὲ ἐκ τῆς Εἰκόνος σου, βλύζεις ἑκάστοτε, ἡμῖν πᾶσι, δρόσον παρακλήσεως, τοῖς ὑμνοῦσι τὰ ξένα σου θαύματα.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Παραμυθία κέκληται, προσφόρως Ἀειπάρθενε, ἡ παναγία Εἰκών σου, παραμυθίαν καὶ χάριν, καὶ μυστικὴν παράκλησιν, καὶ τῶν δεινῶν ἐκλύτρωσιν, διὰ παντὸς παρέχουσα, τοῖς εὐλαβῶς προσιοῦσι, καὶ ἀνυμνοῦσί σε Κόρη.

Ἕτερον. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Βατοπεδίου ἡ Μάνδρα, καὶ ἡ ἐν Ῥόδῳ σου Μονή, Παραμυθία Παρθένε, πανηγυρίζουσι φαιδρῶς, καὶ τῇ σεπτῇ σου Εἰκόνι, προσπίπτουσι μετὰ δέους.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ

Ἱστῶμεν στίχ. δ΄ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τὸν ὑπερούσιον Λόγον, κυοφορήσασα, ὑπερφυῶς Παρθένε, σωτηρία τοῦ κόσμου, τῷ τόκῳ σου ἐδείχθης ὡς ἀληθῶς, τὴν ἀρὰν ἀφανίσασα· νῦν δὲ πηγάζεις θαυμάτων τὰς δωρεάς, τοῖς προστρέχουσι τῇ σκέπῃ σου.

Ε᾿κ τῆς σεπτῆς σου Εἰκόνος, πάλαι φωνήσασα, πειρατικῆς ἐφόδου, Θεοτόκε ἐῤῥύσω, Μονὴν Βατοπαιδίου τὴν ἱεράν· διὰ τοῦτο τὸ θαῦμά σου, ἀνακηρύττομεν πάντες καὶ τὴν θερμήν, προστασίαν σου καὶ πρόνοιαν.

Τὴν ἐν τῇ Ῥόδῳ ἁγίαν, Μονήν σου φύλαττε, Παραμυθία Κόρη, τῇ παντίμῳ σου κλήσει, πιστῶς σεμνυνομένην καὶ τήν σεπτήν, προσκυνοῦσαν Εἰκόνα σου, παραμυθίαν παρέχουσα ἀληθῆ, τοῖς προστρέχουσι τῇ σκέπῃ σου.

Η῾ προστασία σου Κόρη, ὑπὲρ τὸν ἥλιον, τοῖς πᾶσι διαλάμπει, μητρικοῖς οἰκτιρμοῖς σου· Εἰκών σου δὲ ἡ θεία καὶ θαυμαστή, ἀναβλύζει ἑκάστοτε, παραμυθίαν καὶ λύσιν τῶν δυσχερῶν, τοῖς προστρέχουσι τῇ σκέπῃ σου.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. α΄.

Τῶν πολλῶν σου δωρεῶν, αἱ δαψιλεῖς χορηγίαι, πᾶσα γλῶσσα διεγείρουσι, πρὸς ὕμνον καὶ αἶνον, τῶν θαυμασίων σου Παρθένε· πανταχοῦ γὰρ προφθάνεις, καὶ τοὺς ἐν κινδύνοις διασῴζεις, παραμυθουμένη τοὺς ἐν θλίψεσιν, ὡς πηγὴ συμπαθείας· καὶ τὴν ἁγίαν σου Εἰκόνα, ἣ φερωνύμως Παραμυθία κέκληται, ὡς ἐχέγγυον τῆς ἀρωγῆς σου ἔχοντες, πρὸς σὲ ὁλοσχερῶς ἀφορῶμεν. Ἀλλ᾿ ὦ Πανύμνητε Κόρη, παραμυθία ἡμῶν καὶ σκέπη, σῷζε διὰ παντὸς τὸ σὸν ποίμνιον

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τά Τυπικά, οἱ Μακαρισμοί καὶ ἐκ τοῦ Κανόνος τῆς Θεοτόκου ἡ γ΄ καὶ στ΄ Ὠιδή, ἢ τὰ Ἀντίφωνα τῆς ιε΄ Αὐγούστου. Ἀπόστολον καὶ Εὐαγγέλιον ζήτει τῇ ιε΄ τοῦ Μηνός Αὐγούστου.

Κοινωνικόν.

Τὸ πρόσωπόν σου λιτανεύσουσιν, οἱ πλούσιοι τοῦ λαοῦ. Ἀλληλούϊα.

Μεγαλυνάρια.

Βρύει ἡ Εἰκών σου ἡ ἱερά, κρουνοὺς συμπαθείας, μυστικῇ σου ἐπισκοπῇ, καὶ παραμυθεῖται, τοὺς πίστει προσιόντας· διὸ Παραμυθία, σὲ μεγαλύνομεν.

Στίχοι.
Παραμύθησαι Παραμυθία Κόρη
Γεράσιμον σπεύδοντα τῇ ἀρωγῇ σου.

Εκκλησία Online
Αποστολή
Αξιολόγηση επισκεπτών 5 (2 ψήφοι)

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.