Μακαριώτατε Μητροπολῖτα Κιέβου καί πάσης Οὐκρανίας, ἐν Χριστῷ τῷ Θεῷ λίαν ἀγαπητέ καί περιπόθητε ἀδελφέ καί συλλειτουργέ τῆς ἡμῶν Μετριότητος, κύριε Ἐπιφάνιε, τήν Ὑμετέραν Μακαριότητα ἐν Κυρίῳ κατασπαζόμενοι ὑπερήδιστα προσαγορεύομεν.

Διά τοῦ μετά χεῖρας Συνοδικοῦ Γράμματος, ἡ Ἱερά Σύνοδος τῆς Ἁγιωτάτης Ἐκκλησίας τῆς Ἑλλάδος καί ἡ ἡμετέρα Μετριότης ἐκφράζομεν Ὑμῖν ἀδελφοποθήτως τάς ὁλοθύμους συγχαρητηρίους εὐχάς τε καί προσρήσεις ἐπί τῇ, σύν Θεῷ, συμπληρώσει δύο ἐτῶν ἀπό τῆς Ἀνακηρύξεως ὡς Αὐτοκεφάλου τῆς καθ’ Ὑμᾶς Ἁγιωτάτης Ἐκκλησίας, κατόπιν ἐνδεδειγμένων ἐνεργειῶν τῆς Α.Θ.Π. τοῦ Οἰκουμενικοῦ Πατριάρχου κ. Βαρθολομαίου καί τῆς περί Αὐτόν Ἁγίας καί Ἱερᾶς Συνόδου.
Ἐγκαρδίως ἐπευχόμεθα ὅπως ἡ, ὑπό τήν πεπνυμένην πρωθιεραρχίαν τῆς Ὑμετέρας Μακαριότητος, Ἁγιωτάτη Ἐκκλησία Κιέβου καί πάσης Οὐκρανίας ἀκτινοβολῇ τοῖς μακράν καί τοῖς ἐγγύς (Ἐφεσ. 2, 17) τό ἀνέσπερον φῶς τῆς εἰρήνης καί τῆς ἀγάπης τοῦ δι’ ἡμᾶς σαρκωθέντος προαιωνίου Λόγου τοῦ Θεοῦ καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν τῇ Ἀποστολικῇ Παραδόσει καί τῇ ἀκραιφνεῖ Ὀρθοδόξῳ Διδασκαλίᾳ. Πρός τούτοις, δεόμεθα τοῦ δι’ ἡμᾶς νηπιάσαντος Παλαιοῦ τῶν ἡμερῶν, ὅπως διαφυλάττῃ τήν Ὑμετέραν Μακαριότητα, τά Μέλη τῆς καθ’ Ὑμᾶς Ἱερᾶς Συνόδου, τόν εὐαγῆ Κλῆρον καί τόν φιλόχριστον Λαόν τῆς Ἁγιωτάτης Ἐκκλησίας τῆς Οὐκρανίας ἐν ὑγιείᾳ ἀμφιλαφεῖ, ὑπό τήν Κραταιάν καί Ἁγίαν Σκέπην τῆς Ἁγίας Θεοτόκου καί πάντων τῶν Ἁγίων.
Τά δέ ἔτη πάντων Ὑμῶν εἴησαν θεόλβια. Ἐπί δέ τούτοις, καί αὖθις κατασπαζόμενοι τήν Ὑμετέραν λίαν ἡμῖν πεφιλημένην Μακαριότητα φιλήματι ἁγίῳ, διατελοῦμεν μετά πολλῆς τῆς ἐν Κυρίῳ ἀγάπης
Ἀθήνησι τῇ 14ῃ Δεκεμβρίου 2020
Ὁ Ἀθηνῶν Ἱερώνυμος Πρόεδρος

Εκκλησία Online
Αποστολή
Αξιολόγηση επισκεπτών 0 (0 ψήφοι)

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.