Τήν μεσημβρίαν τῆς Παρασκευῆς, 28ης Μαρτίου /10ης Ἀπριλίου 2020, ἔλαβε χώραν εἰς τήν αἴθουσαν τοῦ Πατριαρχείου ἡ ἀπό ἐτῶν καί ἐν συνεργασίᾳ μετά τοῦ ἱδρύματος τοῦ Ἁγίου Ἀνδρέου τῆς Ρωσίας καθιερωθεῖσα προσευχή ὑπέρ τῆς εἰρήνης τῆς Ἁγίας Πόλεως Ἱερουσαλήμ καί τοῦ σύμπαντος κόσμου, προεξάρχοντος τῆς Α.Θ.Μ. τοῦ Πατρός ἡμῶν καί Πατριάρχου Ἱεροσολύμων κ.κ. Θεοφίλου, τῇ συνοδείᾳ Ἁγιοταφιτῶν Πατέρων καί τῇ συμμετοχῇ τοῦ Προϊσταμένου τῆς Ρωσικῆς Ἀποστολῆς εἰς Ἱεροσόλυμα (Missia) Ἀρχιμανδρίτου Ἀλεξάνδρου καί τῆς συνοδείας αὐτοῦ.

Ἡ προσευχή αὕτη ἔλαβε χώραν τήν σήμερον καί ὄχι τήν Μεγάλην Παρασκευήν, ὡς εἴθιστο, λόγῳ τῶν μέτρων προστασίας τῆς ὑγιείας ἐκ τῆς θανατηφόρου ἐπιδημίας τοῦ ἰοῦ COVID-19 καί ἔχει ὡς ἕπεται:

Ὁ Πατριάρχης:

Εὐλογητός o Θεός ἡμῶν…

Δόξα Σoι ὁ Θεός ἡμῶν, Δόξα Σοι. Βασιλεῦ Οὐράνιε…

Ὁ Χορός:

Κυκλώσατε λαοί Σιών καί περιλάβετε αὐτήν.

Ὅσοι εἰς Χριστόν ἐβαπτίσθητε Χριστόν ἐνεδύσασθε, ἀλληλούϊα, (γ’).

Ὁ Διάκονος:

Ἐλέησον ἡμᾶς ὁ Θεός κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου

ἐπάκουσον καί ἐλέησον.

Ἔτι δεόμεθα ὑπέρ τῶν εὐσεβῶν καί Ὀρθοδόξων Χριστιανῶν.

Ἔτι δεόμεθα ὑπέρ τοῦ Πατρός καί Πατριάρχου ἡμῶν Θεοφίλου.

Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν Ἀρχιερέων, Ἱερέων, Ἱερομονάχων, Ἱεροδιακόνων καί μοναχῶν καί πάσης τῆς ἐν Χριστῷ ἡμῶν Ἀδελφότητος.

Ἔτι δεόμεθα ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγιείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καί ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καί Ὀρθοδόξων Χριστιανῶν, Προσκυνητῶν, Ἐπιτρόπων τε καί Συνδρομητῶν τοῦ Παναγίου καί Ζωοδόχου Τάφου καί πάντων τῶν κατοικούντων καί παρεπιδημούντων ἐν τῇ Ἁγίᾳ Πόλει Ἱερουσαλήμ, ὑγιείας καί σωτηρίας ὑπέρ αὐτῶν εἴπωμεν.

Ὁ Πατριάρχης:

Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός ἡμῶν, ὁ σταυρόν ὑπομείνας καί θάνατον διά τήν σωτηρίαν τοῦ γένους τῶν ἀνθρώπων, ὁ καταβάς εἰς ᾅδην καί ταφήν τριήμερον καταδεξάμενος, ὁ τόν θάνατον καταπατήσας, τόν δέ διάβολον καταργήσας, ὁ ἀναστήσας τόν ἄνθρωπον σύν τῇ σαρκί Σου, καί ζωήν τῷ κόσμῳ Σου δωρησάμενος, Αὐτός καί νῦν εὐλόγησον τήν κάθοδον καί εἴσοδον ἡμῶν εἰς τόν Ζωοδόχον Σου Τάφον καί ἀξίωσον καταυγασθῆναι τῷ ἐξ Αὐτοῦ ἀκτινοβολοῦντι φωτί τοῦ προσώπου Σου τά ὄμματα τῆς διανοίας ἡμῶν καί τῶν κυβερνητῶν τῆς γῆς ὑπέρ εἰρήνης καί ἀγαθῆς καταστάσεως τοῦ σύμπαντος κόσμου καί τῆς περιοχῆς ἡμῶν, ὑπέρ εἰρήνης τῆς Ἁγίας Πόλεως Ἱερουσαλήμ, τῆς Καθέδρας τοῦ Βασιλέως τοῦ Μεγάλου, καί Σιών τῆς Ἁγίας, Μητρός τῶν Ἐκκλησιῶν καί πασῶν τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, ὅτι μέγας εἶ καί ποιῶν θαυμάσια μόνος καί δεδοξασμένος μετά τοῦ Πατρός καί τοῦ Ἁγίου Πνεύματος εἰς τούς αἰῶνας Ἀμήν.

Ὁ Πατριάρχης:

Δόξα Σοι, ὁ Θεός ἡμῶν, Δόξα Σοι. Ὁ Ἀναστάς ἐκ νεκρῶν Χριστός ὁ ἀληθινός Θεός ἡμῶν…

Δι’ εὐχῶν….

Πολυχρόνιον

Εκκλησία Online
Αποστολή
Αξιολόγηση επισκεπτών 1 (1 ψήφος)

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.