Η εφέστιος θαυματουργή εικόνα της Παναγίας Πορταϊτίσσης, αποτελεί τον πολυτιμότερο θησαυρό της Ιεράς Μονής Ιβήρων του Αγίου Όρους και μία από τις εξέχουσες ιερές εικόνας της Θεοτόκου. Πλήθη πιστών από τον Ορθόδοξο Κόσμο προσέρχονται ευλαβικά να την προσκυνήσουν και να αποθέσουν τα δάκρυα της ικεσίας, της αγάπης και των ευχαριστιών στο πανσεβάσμιο πρόσωπό Της.

†Ψαλλόμενος τήν Τρίτην τής Διακαινησίμου

Εῦλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἐἶτα καί τά ἐξῇς Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Τῆ θαυμαστή σου Πορταΐτισσα σκέπη δι’ ἦς λυτροῦται ἤμας πάσης ἀνάγκης προστρέχομεν ἑκάστοτε κραυγάζοντες θερμώς• ὤσπερ πάλαι ἔδειξας, ἐφ’ ἡμῖν τήν σήν χάριν, οὒτω καί νϋν Δέσποινα, μή ἐλλείπῃς εἵς τέλος, ὦς ἐπηγγείλω σκέπειν καί φρουρεῖν, τούς ἀδιστάκτῳ ψυχή, προσιόντας σοι.

Δόξα, καί νῦν. “Ὅμοιον.
Ή εὐκλεής καί παναγία Είκών σου, ὤσπερ ἐχέγγυον ἡμῖν σωτηρίας, τῆ σῆ προνοίᾳ Ἄχραντε δεδώρηται, Ἤνπερ θησαυρίσασα ἤ Μονή τῶν ’Ἰβήρων, πάσης ἀπαλλάττεται, διά σοῦ ἐπηρείας, καί σῦν αὐτῇ ἐλπίδος ἀρραγοῦς, πληροῦται Κόρη, καί πᾶς ὅ προστρέχων σοι.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καί εὐθύς ψάλλομεν τόν Κανόνα.

Ἦχος πλ. δ’. ’ᾨδὴ α’. Άρματηλάτην Φαραώ.
Τά μεγαλεῖα τῆς σεπτῆς εἰκόνος σου, ἀνευφημῆσαι τολμῶν, ἔν ὑλικῇ γλώσσῃ, καί ῥυπῶσι χείλεσι• τῆς πυριμόρφου δέομαι καθαρσίου λαβίδος ἦς Ἠσαΐας ἠξίωται, Μήτηρ τοῦ Θεοῦ ἀπειρόγαμε.

Ῥῶσιν καί χάριν ἀληθῇ καί ἐλεός, ἤ σῇ ἀγία Είκών, δαψιλώς βλυστάνει, ὦς πηγή ἀκένωτος, καί θλίψεων τού ἄνθρακας, καταπαύει Παρθένε, δρόσῳ τῆς σής άγαθότητος πάντων, τάς καρδίας εὐφραίνουσα.

Όδυνηρών ἐπιφορῶν άπάλλαξον, καί νοσημάτων δεινῶν, καί τῶν ἔν βίῳ Κόρη περιστάσεων, τούς εὐλαβῶς προστρέχοντας, τῆ σεπτῇ σου Εἰκόνι, τῆ δοξασθείσῃ Πανάχραντε, τῆ ἐπισκιάσει τῆς δόξης σου.

Ὓπερθεον Κόρη τῶν πυλῶν ηὐδόκησας, τῆς τῶν Ἰβήρων Μονῆς, τό θεοειδές σου σωθῆναι Έκτύπωμα• ἐντεῦθεν ΙΙορταΐτισσα, φερωνύμως ἐκλήθης, ὦς θυρωρός αὐτεπάγγελτος, ταύτης σου τῆς ποίμνης καί πρόμαχος.

ᾨδὴ γ’. Ούρανίας ἁψῖδος.
‘Ρῦσαι πάσης ἀνάγκης, καί προβολῆς Ἄχραντε, ταύτην σου τήν ποίμνην Παρθένε, ἀνακειμένην σοι, καί πᾶσαν ἄδικον βουλήν διάλυε τάχος κατ’ αὐτῆς δεόμεθα, ὦ Πορταίτισσα.

Ἐν τῆ σή προστασία καί μητρική χάριτι, καί συμπαθεστάτη προνοίᾳ καί ἀντιλήψει σου, ἀεί προστρέχοντες, οἵ τόν σόν κλῆρον οἰκοῦντες Κόρη Πορταίτισσα, διασῳζόμεθα.

Ἱλαστήριον θεῖον, ὦς ἀληθῶς ἔδειξας, ἡμῖν Πορταίτισσα Κόρη, τό σόν Ἐκτύπωμα, ὦ προσπελάζοντες, ψυχῶν ὁμοῦ καί σωμάτων, ἰᾶσιν λαμβάνομεν, τῆ σῇ χρηστότητι.

Παραδόξως ἀφῖκται, ἤ σῇ Είκών Ἄχραντε, πάλαι ἐκ Νικαίας ἔν Ἄθῳ τῆ εύδοκία σου, καί ὑπέρ ἥλιον, τῆς ἀρωγῆς σου ἀστράπτει, πᾶσι τά δωρήματα, τοῖς σέ δοξάζουσι.

Διάσωσον ὦ Πορταίτισσα Πάναγνε Θεοτόκε, πάσης βλάβης καί ἀναγκῶν τε καί θλίψεων, τούς όλοψύχως προστρέγοντας τῆ σῇ σκέπῃ.

Ἐπίβλεψον ἔν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοϋ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις Καὶ τὸ Κάθισμα.
Ἦχος β’. Πρεσβεῖα θερμῆ.
Προστάτις θερμῇ, καί μέγα καταφύγιον, καί σκέπη στερρά, καί σύμμαχος καί ἔφορος, ὑπάρχεις Πορταίτισσα, τῶν τήν σήν ἐκζητούντων βοήθειαν διό λύτρωσαι πάσης άπειλής, ὦς ὑπέσχου τους δούλους σου Πανάμωμε.

ᾨδὴ δ’, Σύ μου ίσχύς.
Ὄλῃ ψυχή, καί διανοίᾳ προστρέχομεν, Θεοτόκε τῆ σῆ ἀγαθότητι, καί ἐκβοῷμεν σοι ἔν κλαυθμῷ κλῖνον σου τά ὦτα, εἵς τάς φωνάς ἡμῶν Ἄχραντε, καί πλήρου τάς αἰτήσεις, Πορταίτισσα Κόρη, τάς ἡμῶν ὦς Θεοῦ Μήτηρ εὔσπλαγχνος.

Ῥήσεις τᾶς σᾶς, ἆς άπεφήνω,Πανάχραντε, περῖ ταύτης, τῆς κληρονομίας σου, πλήρου Παρθένε ὦς συμπαθής, καί μή ἀποστήσῃς, ἐκ ταύτης τήν προστασίαν σου• ἡμάρτομεν γάρ Κόρη, άλλά σοὶ καθ’ ἑκάστην, τάς ἐλπίδας ήμών ἀναφέρομεν.

Τάς ψυχικάς, ἡμῶν όδύνας θεράπευσον, καί τάς νόσους, πάσας τᾶς τοῦς σώματος, τάς δυσφορήτους καί χαλεπάς, ἴασαι Παρθένε, καί θείω φόβῳ στοιχείωσον, ἡμῶν τάς διανοίας, Πορταίτισσα Κόρη πρός Θεοῦ θελημάτων έκπλήρωσιν.

Νόμοι ἔν σοί, φύσεως κεκαινοτόμηνται, Θεομῆτορ, πάντα ὑπέρ φύσιν γάρ, τά κατά σέ καί καινοπρεπή• καί γάρ παραδόξως, ἤ θάλασσα τήν Εἰκόνα σου, Μονή τῆ τῶν Ἰβήρων, ἀσινῆ ἐξαισίως, παραδέδωκε φέρουσα Δέσποινα.

ᾨδὴ ε’. Ἶνα τί με ἀπώσω.
Ἰνᾷ τι ἐλαμπρύνθη, ἤ δεδοξασμένη Είκών τοῦ προσώπου σου, καί ἐμεγαλύνθη, ὑπέρ, λόγον Άγνή Πορταίτισσα, ξένως γάρ ὦς ᾖκεν, ἡμῖν ποτέ διά θαλάσσης οῦτω ξένα ἐργάζεται θαύμιατα.

Τῶν δαιμόνων τά θράση, καθ’ ἡμῶν κατάβαλε Θεοχαρίτωτε, καί τῶν μελετώντων, πονηρά καί κενά Πορταίτισσα, κατά τοῦ σοῦ Ὄρους, ὁ ήρετίσω ὦς οἰκεῖον, τάς δεινάς σκευωρίας ματαίωσον.

Ἱεράν σε κρηπῖδα, καί ἀπεριδόνητον ἱεράν ἄγκυραν, κεκτημένοι Κόρη, οἵ σοὶ δοῦλοι, πρός σέ καταφεύγομεν• διό τάς σπιλάδας τῶν πειρασμῶν, καί καταιγίδας, ὦς ἀφροῦς θαλαττίους διάλυσον.

Σωτηρίας πρός τρίβον, καί πρός μετανοίας όδόν τήν σωτήριον, ἲθυνον Παρθένε, τούς θερμῶς πρoσιόντας τῆ σκέπή σου, καί μετά τό τέλος ὑπέρ ἡμῶν ὦς ἐπηγγείλω, ἀγαθά τῷ Θεῶ ἡμῶν λάλησον.

ᾨδὴ στ’. Τῆν δέησιν ἐκχεῶ.
Σωμάτων σε, ἰατῆρα ἄμισθον, καὶ ψυχῶν θεραπευτήν κεκτημένοι, ὦς ἀληθῶς Πορταίτισσα Κόρη, τῆ εὐκλεεῖ σου εἰκόνι προστρέχομεν, καί ἕξ αὐτῆς τάς δωρεᾶς, τῆς εὐνοίας σου πίστει λαμβάνομεν.

Ἀκύμαντος, τῶν κυμάτων ὕπερθεν, διαπλεύσασα ἤ θεία Εἰκών σου, ᾖκεν ἡμῖν ὦς λιμήν σωτηρίας, καί τῶν δεινῶν κατευνάζει τά κύματα, γαλήνην δέ τήν ἀληθῇ, πρυτανεύει ἡμῖν Πορταίτισσα.

Τήν πύλην μοι, τῆς ζωῆς ύπάνοιξον, ἀφαρπάζουσα πυλῶν με τοϋ Ἄδου, ἤ Πυλωρός τῆς Μονῆς τῶν ’Ἰβήρων, ὀνομασθῆναι θελήσασα Δέσποινα, ἀποκοπήν μοι τῶν χρεών, τῶν πολλῶν μου εύσπλάγχνως βραβεῦουσα.

Ήγίασται, ἀληθῶς ἤ θάλασσα, διαπλεύσει τῆς ἀγίας Μορφῆς σου, ἤ δέ Μονή τῶν Ἰβήρων ὦς πλοῦτον, τῆς ἀρωγῆς σου αὐτήν ὑπεδέξατο, ἅπας ὅ Ἄθως δέ αὐτήν, ὦς ἐλπίδος πυρσόν κατεπλούτησε.

Διάσωσον, ὦ Πορταίτισσα Πάναγνε Θεοτόκε, πάσης βλάβης καί ἀναγκῶν τε καί θλίψεων, τούς όλοψῦχως προστρέχοντας τῆ σῇ σκέπη.

Ἄχραντε ἤ διά λόγου τόν λόγον άνερμηνεύτως, ἐπ’ έσχάτων τῶν ήμερων τεκοῦσα δυσώπησον, ὦς ἔχουσα μητρικήν παρρησίαν.

Αἴτησις Καὶ τὸ Κοντάκιον.
Ἦχος β’. Τοῖς τόν αίμάτων σου.
Ὦς προστασίαν καί σκέπην καί ἔφορον, ὅ περιώνυμος κλῆρος σου Ἄχραντε, ὑμνεῖ σε ἀεί Πορταίτισσα, καί ἐκ βαθέων ψυχῆς ἀνακράζει σοι• άπαύστως με φύλαττε Δέσποινα.

Καὶ εὐϑὺς τὸ Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (δίς)
Στίχ. Τό πρόσωπον σου λιτανεύσουσιν οἵ πλούσιοι τοϋ λαοῦ.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, έξάλειψον τά πλήθη, τῶν έμών ἐγκλημάτων.

Καί νῦν.
Τῆς Πορταϊτίσσης ταῖς θείαις ἱκεσίαις, ἐξαλεῖψον τά πλήθη τῶν έμών ἐγκλημάτων.

Στίχ: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεὸς
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποϑέμενοι.
Ἔχει σε Πανάχραντε, τό μέγα Ὄρος τοῦ Ἄθω, μέγα καταφύγιον, οἰκεῖα χρηστότητι καί διάσωσμα• διά σοϋ πάσης γάρ, θλίψεως λυτροϋται• Πορταίτισσαν δέ ἄγρυπνον, ὤσπερ ηὐδόκησας Μάνδρα τῶν ’Ἰβήρων τί ἔνδοξος. Ἀλλ’ ὦ θεοχαρίτωτε, δίδου ἡμῖν πᾶσιν τήν χάριν σου, καί μή ἀποστρέψῃς, τό πρόσωπον σου Κόρη ἀφ’ ἡμῶν, ἄχρι τερμάτων αἰῶνος δέ, φύλαττε τούς δούλους σου.

Σῶσον ὅ Θεός τόν λαόν σου….
Κύριε έλέησον ιβ’,
καί εὐθύς, αἵ λοιπαί ᾠδαί.

ᾨδὴ ζ’. Παῖδες Ἑβραῖον ἔν καμίνῳ.
Νόσους ποικίλας θεραπεύει, καί ἀκάθαρτα πνεύματα διῴκει, τῆς Εἰκόνος τῆς σῆς ἤ χάρις Θεοτόκε• ἐντεῦθεν Πορταίτισσα, πᾶσα γλῶσσα σέ δοξάζει.

Δύναμιν δίδου Θεοτόκε, τοῦ πατεῖν ἤμας ἐχθροῦ τάς πανουργίας, καί συμμάχει ἡμῖν, ἀεί ὦς καθυπέσχου, κατά τοϋ πολεμήτορος, καθ’ ἡμῶν ὠρυομένου.

Ἔλαιον ἄλευρον καί οΐνον, ὦς ἐπλήθυνας πότε ἔν τῆ Μονή σου, οῦτω δίδου Άγνή, τοῖς σοῖς ἱκέταις πᾶσι, τῆς μητρικῆς εὐνοίας σου, τάς πλουσίας εὐλογίας.

Σκέπε τῆν σῆν κληοονομίαν, Πορταίτισσα ἐκ πάσης έπηρείας• ὅτι ἅπας πρός σέ, ὅ Ἄθως ἀτενίζει, ἔν εὐκαιρίαις Ἄχραντε, καί ἔν θλίψεσι τοῦ βίου.

ᾨδὴ η’. Τῆν ἔν Ὄρει άγιω δοξασθέντα.
Ἔν έσπέρα πρωῖ, καί μεσημβρία• ἔν ήμέρα, νυκτί καί πάσῃ ὤρα, καί ἔν παντί καιρῶ καθικετεύω σε, στένων καί δακρύων, ἀσπάζομαι φόβῳ τῆν σῆν σεπτήν Εἰκόνα.

Ἴασαι μου τά πάθῃ τῆς καρδίας φώτισον μου τόν νοῦν έσκοτισμένον ὄντα, καί τῆν ψυχήν μου τεθνηκυῖαν ζώωσον, καί υἱόν ἡμέρας, καί φωτός με δεῖξον, Δέσποινα κληρονόμον.

Σέ αἰνοῦσιν, ἀγγέλων πανηγύρεις, καί ὑμνοῦσιν ἀνθρώπων όμηγῆρεις• καί οὐρανός καί γῆς καί θάλασσα, πάναγνε κυρίως ἀνυμνολογοῦσι τῆν σῆν σεπτῆν Εἰκόνα.

Χαῖρε, πύλη, καί γέφυρα καί κλῖμαξ, ἐκ θανάτου πρός τῆν ἀθανασίαν, δι’ ἦς χωροῦμεν διαπεραιούμενοι, τῆν ὑγράν τοῦ βίου θάλασσαν καί γῆθεν, ὑψούμεθα πρός πόλον.

ᾨδὴ θ’. Ἐξέστη ἐπί τούτῳ ὅ οὐρανός.
Ὦς θάλαμον ὡραῖον καί φαεινόν, ὦς εύώδη νυμφῶνα Πανάμωμε, ὦς εὐανθῆ, κῆπον καί παράδεισον εὐθαλῇ, ὦς νοητόν ἁγίασμα, ὦς χρυσοπορφύρωτον κιβωτόν, ὦς ἔμψυχον χωρίον, καί πύρινον ὦς θρόνον, τῆν σῆν Εἰκόνα ὀνομάζομεν.

Ἰσχύν καί θυμηδίαν ἔν τοῖς δεινοῖς, καί παράκλησιν Κόρη ἔν θλίψεσι, δίδου ἡμῖν, τοῖς ὑπό τήν σκέπην σου τῆν σεπτῆν, Παρθένε Πορταίτισσα, πίστει καταφεύγουσιν ἀκλινεῖ, συγχώρησιν πταισμάτων, ἡμῖν ἐξαιτουμένῃ, καί μετοχήν ζωῆς τῆς κρείττονος.

Μή παύσῃ περισκέπουσα ἔν παντί, τό περίβλεπτον Ὄρος Ἄχραντε, τό εὐλαβῶς, Κόρη ἔν ήμέρα τε καί νυκτί, τό Ἅγιον σου ὄνομα, φέρον ἔν τῷ στόματι καί νοῖ, παρέχουσα ἔν τούτῳ τῆς σῆς ἐπιστασίας, χειρί πλουσία τά γνωρίσματα.

Ναμάτων ψυχοτρόφων καί γλυκερῶν, ὦς πηγῆ σωτηρίου ἀκένωτος, βλύζεις ἀεί, ῥεῖθρα τά θεόβρυτα μυστικῶς, καί ἅπασαν, τῆν Ποίμνην σου, ἄρδεις καί εὐφραίνεις προφητικῶς άλλά καί μετά τέλος, ἤμας ἀκατακρίτους, τῷ σῶ Υίω Ἀγνῆ παράστησον.

Ή ἄχραντος Εἰκών σου καί εὐκλεής, ὤσπερ ἥλιος Κόρη ὑπέρλαμπρος, αἲγλη τῆ σῇ, ἐκ τῶν Ἰβήρων σεπτῆς Μονῆς, ἀστράπτει ἔν τῷ Ὄρει σου, καί εἵς πάντα κόσμον ὑπερφυῶς, καί λύει παθημάτων, τῆν νύκτα Θεοτόκε, ταῖς τῶν θαυμάτων ἀναλάμψεσι.

Νόος μου τῆν όμίχλην τῆν χαλεπήν, τῷ φωτί τοῦ προσώπου σου δέομαι, λῦσον Άγνη, καί τᾶ τῆς ψυχῆς μου πάθῃ δεινᾶ, θεράπευσον καί σῶσον με, ἐκ τῆς δυναστείας τοῦ πονηροῦ, καί ὤρα τοῦ θανάτου, ἐξάρπασον με Κόρη, ἐκ τῶν χειρῶν τοῦ κοσμοκράτορος.

Καὶ εὐϑύς, τό’
Ἄξιον ἐστιν ὡς ἀληϑῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τῆν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφϑόρως Θεὸν Λόγον
τεκοῦσαν τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια.
Πρόσδεξαι τούς ὕμνους Μῆτερ Ἀγνῆ, οὒς ἔν τῷ Ναῶ Σου, Σοῖ προσφέρομεν εὐλαβῶς, καί δός ἡμῖν χάριν, τοϋ προσκυνεῖν ἀξίως, τῆν πάνσεπτον Εἰκόνα Σου Πορταίτισσα.

Ἦνκε ξενοτρόπως ἤ σῇ Είκών, ἔν τῷ Ὄρει Ἄθω, καί ἐδόθη ὦς θησαυρός, τῆ Μονή Ἰβήρων, Ἀγνῆ θεογεννήτορ• διό ὑμνολογοῦμεν τᾶ σᾶ θαυμάσια.

Χαῖρε τῶν Ἀγγέλων ἤ χαρμονή, καί Μονῆς Ἰβήρων, Πορταίτισσα ἀρωγῆ, καί παντός τοῦ κόσμου ἐξαίρετος Προστάτις, καί κηδεμών καί σκέπη Θεογεννήτρια.

Στήλη θεοτύπωτος ἐμφανής, τῆς περί ἤμας σου, προστασίας ἤ σῆ Εἰκών, πέλει Θεοτόκε• διό ἅπας ὅ Ἄθως καί μεγαλύνει σέ Πορταίτισσα.

Σκέπε τῆν Μονήν σου πάσης ὀργῆς, καί βλάβης Παρθένε, καί μανίας τοῦ δυσμενοῦς, καί ἔν ὤρα δίκης, ἤμας ἀκατακρίτους, φύλαξον Θεοτόκε τοῦς πεποιθότας σοι.

Τούς τοῦ Ὄρους Ἄθω Καθηγητᾶς, Μοναστᾶς Μιγάδας, Ἱεράρχας καί Ἀθλητάς, Ὁμολογητάς τε, Ποιμένας καί Ὁσίους, τῶν Μοναστῶν τά πλήθη, ὕμνοις τιμήσωμεν.

Πάσαι τῶν, Άγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἤ δωδεκάς, οἵ ἅγιοι πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἵς τό σωθῆναι ἤμας.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκια τῆς Θεοτόκου.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τὴν σεπτήν σου εἰκόνα, Πορταΐτισσα Δέσποινα, ἣ διά θαλάσσης ἐπέστη, θαυμαστῶς ἐν τῆ ποίμνῃ σου, τιμῶμεν ὡς ἁγίασμα σεπτόν, καὶ σκήνωμα τῆς δόξης σου πιστῶς• ἐξ αὐτῆς γὰρ ἀναβλύζεις τὰς δωρεάς, τοῖς πόθῳ ἐκβοῶσί σοι. Δόξα τοῖς θαυμασίοις σου Ἁγνή• δόξα τῇ προμηθείᾳ σου• δόξα τῇ πρὸς ἡμᾶς σου πλουσίᾳ χρηστότητι.

Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
῾Ως δώρημα τέλειον, τῶν οἰκτιρμῶν σου Ἁγνή, πιστῶς ἐδεξάμεθα, τὴν παραδόξως ἡμῖν, ἐλθοῦσαν εἰκόνα σου• ὅθεν καὶ πυλωρόν σε, κεκτημένοι Παρθένε, πόθῳ σοι ἐκβοῶμεν, Πορταΐτισσα Κόρη• Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Ὅτε ἐκ τοϋ ξύλου σε νεκρόν.
Πάντας τούς προστρέχοντας πιστῶς, τῆ σῇ κραταιά προστασία, τήν Εἰκόνα σου, χάριν τε καί ἐλεός, ἡμῖν πηγάζουσαν, μετά φόβου καί πίστεως, Άγνή προσκυνοῦντας, σῷζε Πορταίτισσα, πάσης στενώσεως, πάσης προσβολῆς ἐναντίας, καί ὀδυνηρῶν συμπτωμάτων, καί τῶν ἔν βίῳ περιστάσεων.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.

Πηγή mp3

Έτερος Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον της Πορταίτισσης

Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Τῇ θαυμαστῇ Σου Πορταΐτισσα σκέπῃ, δι’ ἧς λυτροῦσαι ἡμᾶς πάσης ἀνάγκης, προστρέχομεν ἑκάστοτε κραυγάζοντες θερμῶς· ὥσπερ πάλαι ἔδειξας, ἐφ’ ἡμῖν τὴν σὴν χάριν, οὕτω καὶ νῦν Δέσποινα, μὴ ἐλλίπῃς εἰς τέλος, ὡς ἐπηγγείλω σκέπειν καὶ φρουρεῖν, τοὺς ἀδιστάκτῳ, ψυχῇ προσιόντας Σοι.

Δόξα. Καὶ νῦν.
Ἡ εὐκλεὴς καὶ παναγία Εἰκών Σου, ὥσπερ ἐχέγγυον ἡμῖν σωτηρίας, τῇ Σῇ προνοίᾳ Ἄχραντε δεδώρηται, ἥνπερ θησαυρίσασα, ἡ Μονὴ τῶν Ἰβήρων, πάσης ἀπαλλάττεται, διὰ Σοῦ ἐπηρείας, καὶ σὺν αὐτῇ ἐλπίδος ἀῤῥαγοῦς, πληροῦται Κόρη, καὶ πᾶς ὁ προστρέχων Σοι.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καὶ ὀ Κανών.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Τὰ μεγαλεῖα τῆς σεπτῆς Εἰκόνος Σου ἀνευφημῆσαι τολμῶν, ἐν ὑλικῇ γλώσσῃ, καὶ ῥυπῶσι χείλεσι, τῆς πυριμόρφου δέομαι, καθαρσίου λαβίδος, ἧς Ἡσαΐας ἠξίωται, Μήτηρ τοῦ Θεοῦ Ἀπειρόγαμε.

Ὑπὸ τὴν σκέπην τῆς λαμπρᾶς Εἰκόνος Σου, Θεογεννήτρια, ἡμεῖς ὁ Σὸς κλῆρος, πάντοτε προσφεύγοντες, τοὺς δυσμενεῖς τροπούμεθα, καὶ παντοίων κινδύνων, τὴν ζάλην ἀποκρουόμεθα, καὶ τοὺς πειρασμοὺς ἐκτρεπόμεθα.

Πύργος ἰσχύος ὀχυρὸς καὶ ἄῤῥηκτος, ἀπὸ προσώπου ἐχθρῶν, καὶ στερεὰ πέτρα, ἀῤῥαγής τε πρόβολος, γενοῦ Θεογεννήτρια, τῇ τιμώσῃ Σε ποίμνῃ, καὶ ταύτην σκέπαζε ἄνωθεν, σκέπῃ τῶν ἀχράντων πτερύγων Σου.

Ἐξαποστείλας ἐξ ἁγίου Δέσποινα, ἡμῶν βοήθειαν, καὶ ἐκ Σιὼν ῥάβδον, ἀληθοῦς δυνάμεως, ᾗ κατακυριεύσομεν, τῶν παθῶν Θεοτόκε, οἱ τὴν ἁγίαν Εἰκόνα Σου, φόβῳ καὶ χαρᾷ ἀσπαζόμενοι.

ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Σὺ εἶ τὸ τεῖχος τῶν πιστῶν, Σὺ εἶ ἡ ἰσχὺς καὶ τὰ ὅπλα, Σὺ ἀκράδαντος ἀπόρθητος πύργος, Σὺ ὀχύρωμα στεῤῥόν, Σὺ καὶ περιχαράκωμα, Θεογεννῆτορ Κόρη· διὸ τὴν ποίμνην Σου φύλαττε.

Ἡ ματαιόφρων στρατιά, ἡ φιλοπόλεμος φάλαγξ, τῶν δαιμόνων Θεοτόκε Παρθένε, ἦραν ὅπλα καθ’ ἡμῶν, οἷς ἀντιπαρατάχθητι, Δέσποινα ὅπως γνῶσι, τῆς Σῆς Εἰκόνος τὴν δύναμιν.

Τὴν Σὴν Εἰκόνα τὴν λαμπράν, τῇ Σῇ Μονῇ Θεοτόκε, παραμύθιον ψυχῶν ἐδωρήσω, θλιβομένων καὶ φρουρόν, τῇ πύλῃ ταύτης ἵστασθαι, πρὸς φυλακὴν ἁπάντων, τῶν ἐνοικούντων εὐδόκησας.

Οὐρανίαις στρατιαῖς, περιτειχίσας κυκλόθεν, Ἐλισσαῖον τὸν Προφήτην Σου πάλαι, νοερᾷ παρεμβολῇ, δυνάμεων ἀΰλων Χριστέ, τῆς Σῆς Μητρὸς τὴν ποίμνην, τείχισον ταῖς ἱκεσίαις αὐτῆς.

Διάσωσον, ὦ Πορταΐτισσα Πάναγνε Θεοτόκε, πάσης βλάβης καὶ ἀναγκῶν τε καὶ θλίψεων, τοὺς ὁλοψύχως προστρέχοντας τῇ Σῇ σκέπῃ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτις θερμὴ καὶ μέγα καταφύγιον, καὶ σκέπη στεῤῥά, καὶ σύμμαχος καὶ ἔφορος, ὑπάρχεις Πορταΐτισσα, τῶν τὴν Σὴν ἐκζητούντων βοήθειαν· διὸ λύτρωσαι πάσης ἀπειλῆς, ὡς ὑπέσχου τοὺς δούλους Σου Πανάμωμε.

ᾨδὴ δ΄. Σύ μου ἰσχύς.
Σὺ εἶ ἐλπίς, τῆς φίλης ποίμνης Σου Δέσποινα, Σὺ εἶ σκέπη, Σὺ καὶ ἡ ἀντίληψις, Σὺ φωτισμός, Σὺ καὶ θυρωρός, Σὺ παραμυθία, φρουρὸς καὶ θεία παράκλησις, καὶ ἥδυσμα καὶ κράτος, τῶν οἰκούντων Παρθένε, καὶ τιμώντων πιστῶς τὴν Εἰκόνα Σου.

Νέκταρ ἡμῖν, τῆς εὐσπλαγχνίας ἐπήγασας, οἷα κρήνη, ῥεῖθρον γλυκὺ ῥέουσα, καὶ καθαρὰ νάουσα πηγή, νάμα ζωηφόρον, καὶ ὕδωρ πότιμον βλύζουσα· διό με Θεοτόκε, τὸν πιστῶς προσκυνοῦντα, τὴν Εἰκόνα Σου δρόσισον δέομαι.

Νόμοι ἐν Σοί, φύσεως κεκαινοτόμηνται, Θεομῆτορ, πάντα ὑπὲρ φύσιν γάρ, τὰ κατὰ Σὲ καὶ καινοπρεπῆ· καὶ γὰρ παραδόξως, ἡ θάλασσα τὴν Εἰκόνα Σου, Μονῇ τῇ τῶν Ἰβήρων, ἀσινῆ ἐξαισίως, παραδέδωκε φέρουσα Δέσποινα.

Ῥῦσαι λιμοῦ, καὶ βλάβης πάσης τὴν ποίμνην Σου, Θεοτόκε, πυρὸς καὶ ποντώσεως, μαχαίρας ἄλλης τε συμφορᾶς, τῆς ἐκ τῶν δαιμόνων, ἐπερχομένης καὶ φύλαττε, μέχρι τῆς συντελείας, ἀσινῆ τὴν ἁγίαν, Σοῦ πλουτοῦσαν Εἰκόνα τὴν πάντιμον.

ᾨδή ε΄. Ἵνα τί με ἀπώσω.
Οὐρανίων ἀδύτων, τὴν ὑπερνεφῆ καὶ αἰθέριον ἄντυγα, πρὸς βραχὺ λιποῦσα, πρὸς ἡμᾶς ἐπιδήμησον Δέσποινα, καὶ τῇ ἀηττήτῳ, τῆς Σῆς Εἰκόνος ἐξουσίᾳ, τοὺς ἐχθροὺς τῆς Σῆς ποίμνης κατάβαλε.

Ἱεράν Σε κρηπῖδα, καὶ ἀπεριδόνητον ἱερὰν ἄγκυραν, κεκτημένοι Κόρη, ὁ Σὸς κλῆρος πρὸς Σὲ καταφεύγομεν· διὸ τὰς σπιλάδας, τῶν πειρασμῶν καὶ καταιγίδας, ὡς ἀφροὺς θαλαττίους διάλυσον.

Ἐντροπὴν καὶ αἰσχύνην, οἱ ζητοῦντές με περιβαλέσθωσαν, τοῦ κακοποιῆσαι, πονηροὶ καὶ ἀλάστοροι δαίμονες· ἐγὼ δὲ ἐλπίζω, διαπαντὸς εἰς Σὲ Παρθένε, ἡ Σὴ ποίμνη βοᾷ Θεονύμφευτε.

Θαυμαστὸν θαῦμα ὥσπερ, τῷ ἱεροφάντῃ καὶ φρικῶδες ἔδειξε, Θεοτόκε πάλαι, ἡ πυρίφλεκτος βάτος καὶ ἄφλεκτος, οὕτω Σῆς Εἰκόνος, ἡ λαμπὰς τοῖς κατοικοῦσιν, ἐν τῷ Ἄθῳ Μαρία Θεόνυμφε.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Νοτίου, θηρὸς ὡς πάλαι ἔσωσε, τὸν Προφήτην Ἰωνᾶν ὁ Υἱός Σου, οὕτω καὶ Σύ, Σὴν Εἰκόνα Παρθένε, ἐκ θαλαττίων κυμάτων διέσωσας, ἀπήμαντον καὶ ἀσινῆ, καὶ Μονῇ τῶν Ἰβήρων ὡδήγησας.

Κυκλώσαντες, ψαλμικῶς ἐκύκλωσαν, ὡσεὶ μέλισσαι κηρίον Παρθένε, πολλῶν δεινῶν, συμφοραὶ τὴν Σὴν ποίμνην, ἃς οὐρανόθεν Ἁγνὴ ἐξαφάνισον, καὶ φύλαττε ταύτην ἀεί, τῶν δεινῶν ἀνωτέραν ὑμνοῦσάν Σε.

Ὡραίαν Σε, θυρωρὸν κεκτήμεθα, τὴν Μονὴν οἱ κατοικοῦντες Παρθένε, τῆς τοῦ Θεοῦ εὐσπλαγχνίας τὴν θύραν, τὴν διανοίγουσαν κλεῖς τοὺς Αὐτοῦ οἰκτιρμούς, τὴν πύλην τῆς τῶν οὐρανῶν, Βασιλείας ἧς ἡμᾶς ἀξίωσον.

Τὸ πάνσεπτον, τῆς ἁγνείας τέμενος, τὴν καλὴν ἐν γυναιξὶ καὶ ὡραίαν, τοῦ οὐρανοῦ, καὶ τῆς γῆς πλατυτέραν, τοῦ Βασιλέως Χριστοῦ τὸ παλάτιον, τὴν ἔμψυχον Θεοῦ σκηνήν, τὴν ἁγνὴν Θεοτόκον ὑμνήσωμεν.

Διάσωσον, ὦ Πορταΐτισσα Πάναγνε Θεοτόκε, πάσης βλάβης καὶ ἀναγκῶν τε καὶ θλίψεων, τοὺς ὁλοψύχως προστρέχοντας τῇ Σῇ σκέπῃ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.
Ὡς προστασίαν καὶ σκέπην καὶ ἔφορον, ὁ περιώνυμος κλῆρός Σου Ἄχραντε, ὑμνεῖ Σε ἀεὶ Πορταΐτισσα, καὶ ἐκ βαθέων ψυχῆς ἀνακράζει Σοι· ἀπαύστως με φύλαττε Δέσποινα.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς Σου καὶ ἐπιλάθου τοῦ λαοῦ Σου καὶ τοῦ οἴκου τοῦ Πατρός Σου καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους Σου.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Τῆς Πορταϊτίσσης, ταῖς θείαις ἱκεσίαις, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στιχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἔχει Σε Πανάχραντε, τὸ μέγα Ὄρος τοῦ Ἄθω, μέγα καταφύγιον, οἰκείᾳ χρηστότητι καὶ διάσωσμα· διὰ Σοῦ πάσης γάρ, θλίψεως λυτροῦται· Πορταΐτισσαν δὲ ἄγρυπνον, ὥσπερ ηὐδόκησας, Μάνδρα τῶν Ἰβήρων ἡ ἔνδοξος· ἀλλ’ ὦ Θεοχαρίτωτε, δίδου ἡμῖν πᾶσι τὴν χάριν Σου, καὶ μὴ ἀποστρέψῃς, τὸ πρόσωπόν Σου Κόρη ἀφ’ ἡμῶν, ἄχρι τερμάτων αἰῶνος δέ, φύλαττε τοὺς δούλους Σου.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥάβδος Ἀαρωνῖτις Σὲ, τὴν ἔντιμον ῥάβδον ἐδήλου Δέσποινα· διό Σου θείᾳ ῥάβδῳ, ἀπέλασον τοὺς λύκους, καὶ ἡμᾶς παρακάλεσον, τῇ βακτηρίᾳ τῆς Σῆς, Εἰκόνος Θεοτόκε.

Ἡ Σὴ ποίμνη βοᾶ Σοι, ἐὰν Σὺ μὴ φυλάξῃς ποίμνην ὡς ψάλλει Δαβίδ, εἰς μάτην ὁ φυλάσσων, ἠγρύπνησε· διό με, διαφύλαξον Δέσποινα, ὑπὸ τὴν σκέπην τῆς Σῆς, Εἰκόνος Θεοτόκε.

Μυριώνυμε Κόρη, ἡ γεννήσασα Λόγον τὸν ἀνυμνούμενον, μυρίαις μυριάσι, δυνάμεων ἀΰλων, τὴν μυρίοπλον φάλαγγα, τῶν κυκλωσάντων ἡμᾶς, κατάβαλε δαιμόνων.

Ἀδιστάκτῳ τῇ πίστει διαπύρῳ καρδίᾳ ζέοντι πνεύματι, ἐν φόβῳ καὶ ἐν πόθῳ, προσέρχομαι κραυγάζων, τῇ Εἰκόνι Σου Δέσποινα· τὴν Σὴν Μονὴν ἐκ δεινῶν, λύτρωσαι Θεοτόκε.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Ἐν ἑσπέρᾳ πρωΐ καὶ μεσημβρίᾳ, ἐν ἡμέρᾳ νυκτὶ καὶ πάσῃ ὥρᾳ, καὶ ἐν παντὶ καιρῷ καθικετεύω Σε, στένων καὶ δακρύων, ἀσπάζομαι φόβῳ, τὴν Σὴν σεπτὴν Εἰκόνα.

Ἴασαί μου τὰ πάθη τῆς καρδίας, φώτισόν μου τὸν νοῦν ἐσκοτισμένον, καὶ τὴν ψυχήν μου τεθνηκυῖαν ζώωσον, καὶ υἱὸν ἡμέρας, καὶ φωτός με δεῖξον, Δέσποινα κληρονόμον.

Σὲ αἰνοῦσιν, Ἀγγέλων πανηγύρεις, καὶ ὑμνοῦσιν ἀνθρώπων ὁμηγύρεις, καὶ οὐρανὸς καὶ γῆ καὶ θάλασσα, Πάναγνε κυρίως, ἀνυμνολογοῦσι, τὴν Σὴν σεπτὴν Εἰκόνα.

Χαῖρε πύλη καὶ γέφυρα καὶ κλῖμαξ, ἐκ θανάτου πρὸς τὴν ἀθανασίαν, δι’ ἧς χωροῦμεν διαπεραιούμενοι, τὴν ὑγρὰν τοῦ βίου, θάλασσαν καὶ γῆθεν, ὑψούμεθα πρὸς πόλον.

ᾨδὴ η΄. Ἐξέστη ἐπὶ τούτῳ.
Νεφέλαις τὸν ἐνδύοντα οὐρανόν, καὶ αὐταῖς ὑετίζειν προστάττοντα, ἐπὶ τὴν γῆν, ἔμψυχε νεφέλη καὶ φωτεινή, συνειληφυῖα Δέσποινα, πρώϊμον σωτήριον ὑετόν, ἐπόμβρησον νῦν ὕδωρ, ἀφέσεως Σῇ ποίμνῃ, κατεψυγμένῃ κακῶν καύσωνι.

Ὡς θάλαμον ὡραῖον καὶ φαεινόν, ὡς εὐώδη νυμφῶνα Πανάμωμε, ὡς εὐανθῆ, κῆπον καὶ παράδεισον εὐθαλῆ, ὡς νοητὸν ἁγίασμα, ὡς χρυσοπορφύρωτον κιβωτόν, ὡς ἔμψυχον χωρίον, καὶ πύρινον ὡς θρόνον, τὴν Σὴν Εἰκόνα ὀνομάζομεν.

Νῦν δεῖξον εἰς ἡμᾶς τοὺς ἁμαρτωλούς, τὰ ἀρχαῖα ἐλέη Σου Δέσποινα, ὅσα ἡμεῖς, ἔγνωμεν ἀκούσαντες ψαλμικῶς, οἱ δὲ ἡμῶν προπάτορες, εἶδον διηγήσαντό τε ἡμῖν, ὡς ἂν τὰ μεγαλεῖα, τῆς Σῆς σεπτῆς Εἰκόνος, καὶ ἡμεῖς ἄλλοι διηγώμεθα.

Πολλάκις ἐλυτρώσω ποίμνην τὴν Σήν, ἐκ κινδύνων πολλῶν καὶ κακώσεων, καὶ ἐκ λιμοῦ, γόνων τε τῆς Ἄγαρ καταδρομῆς, καὶ ἐκ πυρὸς Πανάμωμε, καὶ λιμοῦ κυκλώσαντος ταύτην πρίν, καὶ νῦν τῶν οἰκτιρμῶν Σου, τὸ πέλαγος δεικνύεις, καὶ διοικεῖς καὶ σώζεις πάντοτε.

Νυκτός τε καὶ ἡμέρας Μῆτερ Θεοῦ, τὸ Σὸν ὄνομα ἐπιβοώμεθα, Σὺ γὰρ ἡμῶν, ὑπερασπιστὴς ἐν τοῖς πειρασμοῖς, προπολεμοῦσα πάντοτε, κατατροπουμένη τοὺς καθ’ ἡμῶν· διὸ μὴ ἐπιλάθῃ, φωνῆς τῶν ἱκετῶν Σου, ἀλλ’ εἰς τὸ σῶσαι ἡμᾶς πρόφθασον.

Ὑπέραγνε Παρθένε Μῆτερ Θοεῦ, ὃν ἐκτήσω λαὸν περιούσιον, καὶ ἐκλεκτόν, ἔθνος καὶ μερίδα ἀγαπητήν, κληρονομίας σχοίνισμα, ὄρος ἁγιάσματος ἱερόν, καὶ κατοικητηρίου, ἐξαίρετόν Σου ποίμνην, ἕως αἰῶνος διαφύλαττε.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Πίστει τὴν Εἰκόνα Σου τὴν σεπτήν, ἄχραντε Παρθένε, προσκυνοῦμεν οἱ εὐσεβεῖς, λύσιν τῶν πταισμάτων, ἡμῶν λαβεῖν αἰτοῦντες, ταῖς Σαῖς πρὸς τὸν Υἱόν Σου, Ἁγνὴ δεήσεσι.

Λύτρωσαι κινδύνων ἐκ χαλεπῶν, τοὺς ἀσπαζομένους, τὴν Εἰκόνα Σου εὐλαβῶς, τῆς Μονῆς Ἰβήρων, τὴν ἄμαχον Παρθένε, ὑπέρμαχον ὡς ὄντως, καὶ Πορταΐτισσαν.

Τῶν θαυμάτων Πάναγνε ἡ πληθύς, τῆς ἀχράντου ὄντως, Σοῦ Εἰκόνος εἰς πᾶσαν γῆν, Δέσποινα ἐξῆλθε, τῶν εὐσεβῶν χορείας, πνευματικὴν πληροῦσα, ἀγαλλιάσεως.

Τοὺς ἀθροιζομένους τῷ Σῷ ναῷ, καὶ ἀσπαζομένους, τὴν Εἰκόνα Σου ἐκ ψυχῆς, τῆς Πορταϊτίσσης, ῥῦσαι παντὸς κινδύνου, Παρθένε Θεοτόκε, Θεοχαρίτωτε.

Τῆς Πορταϊτίσσης τὴν θαυμαστήν, καὶ σεπτὴν Εἰκόνα, προσκυνήσωμεν ἀδελφοί, θαύματα τελοῦσαν, καὶ βρύουσα ἰάσεις, καὶ ταύτην μετὰ πόθου, κατασπασώμεθα.

Ἴδοιμι Παρθένε ψυχοῤῥαγῶν, ἐν καιρῷ θανάτου, τὴν Εἰκόνα Σου τὴν σεπτήν, παραμυθουμένην, καὶ ἱλαρῶς ὁρῶσαν, καὶ ὄψεις τῶν δαιμόνων ἀποδιώκουσα.

Ἆρόν Σου τὰ ὄμματα Μαριάμ, καὶ ἴδε εὐσπλάγχνως, τοὺς Εἰκόνι Σου τῇ σεπτῇ, παρεστῶτας Κόρη, καὶ Σὲ παρακαλοῦντας, καὶ πλήρωσον αἰτήσεις, τούτων Πανύμνητε.

Τί ἀνταποδώσωμεν οἱ οἰκτροί, δοῦλοί Σου Παρθένε, ἀντὶ χάριτος τῆς πολλῆς, ἥνπερ ἐπεδείξω, ἡμῖν τοῖς κετημένοις, Εἰκόνα Σου τὴν θείαν, πλοῦτον οὐράνιον.

Δέσποινα καὶ Μήτηρ τοῦ Λυτρωτοῦ, Σὰς ἀχράντου χεῖρας, αἷς ἐβάστασας τὸν Θεόν, ἆρον ὡς Υἱόν Σου, χάριτι καὶ δυνάμει, Εἰκόνος Σου τῆς θείας, τοῦ οἰκτειρῆσαι ἡμᾶς.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον τῆς Πορταϊτίσσης. Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Τήν θείαν Σοῦ Εἰκόνα δεδεγμένοι ἔν θαύματι, Πυλωρόν Παρθένε καί σκέπην καί Προστάτιδα ἔχομεν, τοϋ κλήρου σου οἵ τρόφιμοι ἀεί, καί Σοῦ ὦς άφομείωμα ἡμεῖς, τήν Αύτήν Σου προσκυνοῦντες ἀπό ψυχῆς, βοῶμεν σοι Θεοτόκε• δόξα τῆ παναγάθῳ Σου βουλή, δόξα τῆ προστασία Σου, δόξα τῆ πρός ἤμας Άγνή θεῖα προνοίᾳ Σοῦ.

Κοντάκιον. Ἦχος πλ. δ’. Τό προσταχθέν μυστικῶς.
Τῶν μοναστῶν ἤ πληθῦς δεῦτε τοῦ Ἄθω, ἀνευφημήσωμεν πιστῶς ἔν θείοις ϋμνοις, τήν Πανάχραντον Παρθένον καί Θεοτόκον, Ἰβήρων τῆς σεβασμίας θείας Μονῆς τήν μόνην κηδεμονίαν καί θυρωρόν, καί τοῦ ’Ὄρους τήν Ἔφορον, ἀναβοῶντες ἐκτενῶς, χριστιανῶν τό στήριγμα, Χαῖρε Κόρη Μητρόθεε.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς προστρέχοντας πιστῶς, τῇ Σῇ κραταιᾷ προστασίᾳ, καὶ τὴν Εἰκόνα Σου, χάριν τε καὶ ἔλεος, ἡμῖν πηγάζουσαν, μετὰ φόβου καὶ πίστεως, Ἁγνὴ προσκυνοῦντας, σῷζε Πορταΐτισσα, πάσης στενώσεως, πάσης προσβολῆς ἐναντίας, καὶ ὀδυνηρῶν συμπτωμάτων, καὶ τῶν ἐν τῷ βίῳ περιστάσεων.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.

Εκκλησία Online
Αποστολή
Αξιολόγηση επισκεπτών 0 (0 ψήφοι)

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.