Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια·

Ἦχος δ’ .Ὁ ὑψωθείς ἐν τῷ Σταυρώ.
Τοὺς Ὀρθοδόξων Βασιλέων προστάτας, οἱ συνεχόμενοι δεινοῖς ἀνυποίστοις, ἐκλιπαροῦντες κράξωμεν ἐκ βάθους ψυχῆς· Κωνσταντῖνε μέγιστε, καὶ θεόφρον Ἑλένη, λιταῖς ὑμῶν, Θεόσεπτοι, πάσης ῥύσασθε βλάβης, καὶ ἐκ δεινῶν λυτρώσασθε ἡμᾶς, ὡς πρεσβευταὶ ἀεὶ ἡμῶν, θερμότατοι.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών οὐ ἡ ἀκροστιχίς·

ΚΩΝΣΤΑΝΤΙΝΟΝ ΕΛΕΝΗΝ ΑΝΑΚΤΑΣ ΓΕΡΑΙΡΩ.

Εἰς ἕκαστον τροπάριον λέγομεν·
Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Εἰς τὰ δύο τελευταῖα·
Δόξα. Καὶ νῦν.

ᾨδὴ α΄ . Ἦχος πλ. δ΄ . Ὑγρὰν διοδεύσας.
Κύριε τῆς δόξης καὶ Βασιλεῦ, τῆς κυριευούσης, ἀσθενείας με χαλεπῆς, τῶν σεπτῶν Ἀνάκτων ἱκεσίαις, τὸν σὸν οἰκέτην εὔσπλάγχνως ἀπάλλαξον.

Ὠς ὄντως ἐγένου σὺ ἐραστής, Κωνσταντῖνε μέγα, Βασιλείας τῶν Οὐρανῶν, οὕτω τὸν σὸν δοῦλον βασιλεύειν, κατὰ παθῶν καὶ δαιμόνων ἀξίωσον.

Νοός μου τὸ σκότος ταῖς σαῖς εὐχαῖς, Ἑλένη θεόφρον, καταλάμπρυνον ταῖς φαιδραῖς, ἂς ἀπολαμβάνεις ἀενάως, θεαρχικὰς οὐρανίας λαμπρότητας.

Θεοτοκίον.
Σὺ ὄντως τῆς θείας Ἀνατολῆς, ὑπάρχουσα πύλη, πύλας ἄνοιξόν μοι Ἁγνή, μετανοίας ἀληθοῦς καὶ ἐκ πυλῶν με, τῆς ἁμαρτίας λιταῖς σου ἐξάρπασον.

ᾨδὴ γ΄. Οὐρανίας αψίδος.
Τυχεῖν σπεύσας ἐνθέων, ἀνταμοιβῶν, Πάνσεπτε, πλάνην σὺ κατέλιπες καὶ σκότος πατροπαράδοτον, κἀμὲ οὖν δέομαι, δαιμονικῆς σαῖς πρεσβείαις, πλάνης σκοτιζούσης μου τὸν νοῦν ἀπάλλαξον.

Ἀπὸ πάσης ἀνάγκης, καὶ τῶν δεινῶν λύτρωσαι, ἅπαντας τοὺς πίστει Ἑλένη, σοὶ καταφεύγοντας, ταῖς ἱκεσίαις σου, πρὸς τὸν τεχθέντα ἀφράστως, καὶ Σταυρὸν καὶ θάνατον, καθυπομείναντα.

Ναὸν θεῖον, Ἑλένη, ἐν τῇ Σιὼν κτίσασα, καὶ τὸ ἀῤῥαγὲς Χριστιανῶν, θεῖον τρόπαιον, σὺ φανερώσασα, ὑπὲρ τῶν ἐκδυσώπει, ἀῤῥαγῆ καὶ ἄτρεπτον, τὴν πίστιν τηρήσασθαι.

Θεοτοκίον.
Τὸν βυθῷ ἁμαρτίας, διηνεκῶς κείμενον, δοῦλόν σου Παρθένε, ὡς εὔσπλαγχνος, σὺ ἐξέγειρον, σῶσόν με οἴκτειρον, σὺ γὰρ λιμὴν τῶν ἐν ζάλῃ, καὶ τῶν πεπτωκότων, θεία ἀντίληψις.

ᾨδὴ δ΄ . Εἰσακήκοα Κύριε.
Ἰλασμὸν καὶ συγχώρησιν, τὸν Παμβασιλέα Θεὸν ἱκέτευε, τῶν πταισμάτων μοι δωρήσασθαι, Κωνσταντῖνε Μέδων ἁγιώτατε.

Νῦν ἀνάκτων τὸ καύχημα, θεῖε Κωνσταντῖνε, φωτὶ παρίστασαι, τῆς Τριάδος τὰς ψυχὰς ἡμῶν, καταλάμπων θείαις ἱκεσίαις σου.

Ὅντως Μέδων παμπόθητε, σὺ τῶν Ὀρθοδόξων εἶ τὸ κραταίωμα, τῶν πτωχῶν μέγας ὑπέρμαχος, καὶ τῶν αἰχμαλώτων ἡ ἀνάῤῥυσις.

Θεοτοκίον.
Νῦν ψυχήν μου Πανάχραντε, τὴν ἐσκοτισμένην τοῖς παραπτώμασι, ὡς Θεὸν σαρκὶ κυήσασα, φωτὶ Οὐρανίῳ καταλάμπρυνον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἕλαβες, Σεπτέ, ἐκ Θεοῦ σοφίαν ἄμετρον, καὶ τοῦ Σολομῶντος τὴν φρόνησιν, διὸ σοφία λιταῖς σου, θεία με καταγλάισον.

Λάμπρυνον στολήν, τῆς ψυχῆς μου, Ἰσαπόστολε, ἣν παθῶν κηλῖσιν ἠμαύρωσα, καὶ εἰς νυμφῶνα, τοῦ Ὑψίστου με εἰσάγαγε.

Ἕφερες εἰς φῶς, τὸν κρυπτόμενον ἐν ἔτεσι, πλείστοις τοῦ Σωτῆρος τάφον τὸν Ἅγιον, ὃν προσκυνήσαι, ὦ Ἑλένη με ἀξίωσον.

Θεοτοκίον.
Νέφη τῶν παθῶν, ἀποσόβησον, Πανάχραντε, ὡς φωτὸς νεφέλη ὑπάρχουσα, ἐκ τῆς ψυχῆς μου, καὶ σῇ αἴγλῃ με καταύγασον.

ᾨδὴ στ΄ . Τὴν δέησιν ἐκχεῶ.
Ἤθροισας, Κωνσταντῖνε θεόφρον, ἐν Συνόδῳ τὸν χορὸν τῶν Πατέρων, καὶ δι’ αὐτῶν τὰς καρδίας ἁπάντων, πίστεως θείας, τοῖς νόμοις ἐστήριξας, ἀξίωσον οὖν καὶ ἡμᾶς, τοῦ φυλάττειν τὴν πίστιν ἀμόλυντον.

Νοῦν σου, θεόφρον, εἰς τὸν Πλάστην στηρίξας, τὸν τοῖς πᾶσι παρέχοντα τὸν βίον, εἰδωλικῆς καὶ ματαίου θρησκείας, ἀπεσκοράκισας ὅλως σεβάσματα, εὖχου δὲ καὶ ὑπὲρ ἡμῶν, ἀκλινεῖς ἐν τῇ πίστει φυλάττεσθαι.

Ἄφθορον πολιτείαν ποθοῦσα, τὴν Θεόσδοτον ἠσπάσθης θρησκείαν, τῷ Βασιλεῖ δὲ τῶν αἰώνων Ἑλένῃ, ὑποταχθεῖσα χορεύεις αἰώνια, πρεσβεύουσα ὑπὲρ ἡμῶν, τῶν πιστῶς ἐκτελούντων τὴν Μνήμην σου.

Θεοτοκίον.
Νηχέται, πανακήρατε Κόρη, ἡ πανάθλιος ψυχή μου κακίαις, διὸ λουτρῷ μετανοίας τελείας, καὶ τοῖς κρουνοῖς τῶν δακρύων καθάρισον, καὶ σῶσόν με τὸν δυστυχῆ, ἐπὶ σὲ ἀδιστάκτως προστρέχοντα.

Ἐκ θλίψεων καὶ ἐκ παντοίων κινδύνων καὶ νόσων, Ἰσαπόστολοι θεῖοι, ῥύσασθε ἡμᾶς τοὺς πιστῶς, γεραίροντας, λιταῖς ὑμῶν πρὸς Θεὸν ταῖς ἐνθέρμοις.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος γ΄.
Κωνσταντῖνος σήμερον, σὺν τῇ Μητρὶ τῇ Ἑλένῃ, τὸν Σταυρὸν ἐμφαίνουσι, τὸ πανσεβάσμιον Ξύλον, πάντων μὲν τῶν Ἰουδαίων, αἰσχύνην ὄντα, ὅπλον δέ, πιστῶν Ἀνάκτων κατ’ εναντίων, δι’ ἡμᾶς γὰρ ἀνεδείχθη, σημεῖον μέγα, καὶ ἐν πολέμοις φρικτόν.

Καὶ εὐθύς τὸ Προκείμενον.
Ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν.
Στίχος. Ὑπέταξε λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ ιστ΄ . 13 -19 ).
Τῷ καιρῶ ἐκείνῳ, ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; Οἱ δὲ εἶπον· οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἱερεμίαν ἢ ἕνα τῶν προφητῶν. Λέγει αὐτοῖς· ὑμεῖς δὲ τίνα με λέγεται εἶναι; Ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπε· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ· μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾿ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. Κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.

Δόξα.
Ταῖς τῶν Θεοσέπτων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Μεταβολῇ τῶν θλιβομένων.
Μεταβολῇ τῶν αἰχμαλώτων, ἀνόρθωσιν τῶν πεπτωκότων ὑπάρχοντες, Βασιλεῖς θεοφόροι, σώσατε Πόλιν καὶ Λαόν, τῶν πολεμουμένων οἱ προστάται, καὶ ἀνορθωταὶ τυραννουμένων, ταῖς θείαις ἡμῶν ἐντεύξεσι.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄ . Παῖδες Ἑβραίων.
Ἄναξ, τὸ κλέος ἀνεδείχθης, τῶν Ἀνάκτων σκηνώματα δ’ Ἀγγέλων, κατοικῶν τῶν πιστῶς ἡμῶν σε ἀνυμνούντων, τὸ κοσμικὸν κλυδώνιον, καταπράυνον λιταῖς σου.

Κύριος στέφανον, ὦ Ἄναξ, ἀπονέμει σοι γενναίως καθελόντι, τῶν εἰδώλων βωμούς, καὶ πάντας τοὺς ἀνθρώπους, εἰς πίστιν ὁδηγήσαντι, τὴν ὀρθὴν καὶ παναγίαν.

Τίς διηγήσεται, Ἑλένη, οὓς ὑπέστης θεοφιλεῖς ἀγῶνας, ὑπὲρ Πίστεως, ἣν ἠγάπησας, θεόφρον· ἐν ταύτῃ οὖν στερέωσον, σαῖς λιταῖς τοὺς σοὺς οἰκέτας.

Θεοτοκίον.
Ἂχραντέ Κόρη, ἁμαρτάνων, καὶ δουλούμενος ἀτόποις συνηθείαις, τῇ σεπτῇ σου ἀεί, προστρέχω συμπαθείᾳ, ἀπηλπισμένον σῶσόν με, μητρικαῖς σου ἱκεσίαις.

ᾨδὴ η΄ . Τὸν Βασιλέα.
Σοὶ Κωνσταντῖνε, καταφεύγων ὁ τάλας, ἀνακούφισιν ἀπολαβεῖν ἐλπίζω, τῶν κακῶν ὧν πάσχω, ταῖς θείαις σου πρεσβείαις.

Γραπτοὺς τοὺς ὕμνους, εὐλαβῶς σοι προσφέρω, ἱκετεύων, ὦ Ἄναξ, ὅπως σώσης, ἐκ τῶν ἐνοχλούντων, ἐχθρῶν με σαῖς πρεσβείαις.

Εὐσεβοφρόνως, οἱ φιλέορτοι δεῦτε, προσπελάσωμεν Ἑλένη τῇ θείᾳ, ὅπως νοσημάτων, ῥυσθῶμεν καὶ κινδύνων.

Θεοτόκιον.
Ῥανίδα στάξον, θείας γνώσεως, Κόρη, ἐκ τῶν ἄνω μοι ὡς τάξας σοφίας, χορηγὸν τὸν θεῖον, καὶ φώτισον τὸν νοῦν μου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἁγίως τὴν ζωήν μου, τελέσας, Κωνσταντῖνε, σὺν τοῖς Ἁγίοις οἰκεῖν κατηξίωσαι, ὑπὲρ ἡμῶν ἱκετεύων, τὸν Παντοκράτορα.

Ἰάματα παντοία, βλύζει ἡ Εἰκών σου, καὶ ἀπελαύνει τυράννων φρυάγματα, ὦ Κωνσταντῖνε, διὸ σε πίστει γεραίρομεν.

Ῥῦσαι ἐκ κινδύνων, πάντας, ὦ Ἑλένη, τοὺς μετὰ πίστεως σοὶ προστρέχοντας, καὶ ἐκ τῶν νόσων ἀπάλλαξον, ταῖς πρεσβείαις σου.

Θεοτοκίον.
Ὦ Θεοτόκε Κόρη, πυρὸς αἰωνίου, τοὺς προσκυνοῦντας τὸν Τόκον σου, λύτρωσαι, σὺ γὰρ ἡμῶν εἶ προστάτις, τῶν ἀνυμνούντων σε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σε μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὸν μέγαν Κωνσταντῖνον σὺν τῇ μητρί, Ἑλένη τῇ θείᾳ, τοὺς προστάτας τῶν εὐσεβῶν, καὶ ἀσείστους βάσεις, τῆς εὐσεβοῦς θρησκείας, εὐφήμως κατ’ ἀξίαν ἀνευφημήσωμεν.

Δώρησαι, Θεόστεπτε Βασιλεῦ, τοῖς Μνήμην τελοῦσι, τὴν ἁγίαν σου σαῖς λιταῖς, ἄφεσιν πταισμάτων, καὶ τῶν δεινῶν τὴν λύσιν, ὡς ἔχων παῤῥησίαν πρὸς τὸν φιλάνθρωπον.

Ὀρφανῶν ὑπέρμαχον καὶ πτωχῶν, θησαυρόν σε μέγαν, ἀπορούντων τε φροντιστήν, αἰχμαλώτων ῥύστην, καὶ ταπεινῶν προστάτην, εἰδότες σε τιμῶμεν, ὦ Ἰσαπόστολε.

Πλήρης γενομένη ἁγιασμοῦ, Ἑλένη θεόφρον, ἰαμάτων βλύζεις κρουνούς, δι’ ὧν ἀποπλύνεις, δυσώδεις ἀσθενείας, τῶν σε ἀνευφημούντων, ταῖς ἱκεσίαις σου.

Πάντες σε τιμῶμεν χρεωστικῶς, θεῖε Κωνσταντῖνε, ὡς ἀνάκτων θεοσεβῶν, πρῶτον καὶ κρηπῖδα, τῆς πίστεως τῆς θείας, σὺν τῇ Μητρὶ Ἑλένη, ὕμνοις γεραίροντες.

Ἴλεος γενοῦ μοι τῷ ταπεινῷ, ὅτι πλὴν σου ἄλλην, οὐ γινώσκω καταφυγήν, ὁ ἐν ἁμαρτίαις παντοίαις πεπλησμένος, ἐλέησον με μόνη, Χριστιανῶν ἡ ἐλπίς.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Τροπάριον Ἦχος δ΄ .

Τοῦ Σταυροῦ σου τὸν τύπον, ἐν Οὐρανῷ θεασάμενος, καὶ ὡς ὁ Παύλος τὴν κλῆσιν, οὐκ ἐξ ἀνθρώπων δεξάμενος, ὁ ἐν Βασιλεῦσιν Ἀπόστολος σου, Κύριε, Βασιλεύουσαν Πόλιν, τῇ χειρί σου παρέθετο, ἣν περίσῳζε διὰ παντὸς ἐν εἰρήνῃ, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄ . Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε ἀνυμνήσωμεν πιστοί, τοὺς τῶν εὐσεβῶν βασιλέων, προστάτας δεῦτε φαιδρῶς, τούτους εὐφημήσωμεν, ἀναβοῶντες αὐτοῖς· Κωνσταντῖνε θεόσεπτε, θεόφρον Ἑλένη, παύσατε δεόμεθα, κακῶν τὴν πρόοδον, θλίψεων πραΰνατε σάλον, καὶ τοῖς αἰχμαλώτοις τὴν ῥύσιν, ταῖς λιταῖς ἡμῶν νῦν χορηγήσατε.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Χαιρετισμοί Ισαποστόλων Κωσταντίνου και Ελένης
Πηγή

Παρακλητικός Κανών εις τους Ισαποστόλους Βασιλείς Κωσταντίνον και Ελένη
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἐξής·

Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Tὸν θεασάμενον Σταυροῦ τὸ σημεῖον ἐν οὐρανῷ καὶ τροπωσάμενον τάχος ἐχθρὸν ἀνευφημήσωμεν πιστοὶ εὐλαβῶς, Κωνταντῖνον ἄνακτα, καὶ φωσφόρον Ἑλένην, τὴν βασιλομήτορα, ἀνευροῦσαν τὸ Ξύλον Σταυροῦ τοῦ θείου, κράζοντες· Αὐτοῦ δυνάμει πάντας πιστοὺς περισκέπετε.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Κωνσταντίνῳ καὶ Ἑλένῃ θερμὴ ἱκεσία. Χ.Μ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Κατάστειλον πάθη τὰ σαρκικὰ ἡμῶν, Κωνσταντῖνε καὶ Ἑλένη, τῶν εὐλαβῶς σπευδόντων ὑμῶν τῇ προστασίᾳ καὶ ἀντιλήψει καὶ θείαις ἐντεύξεσιν.

Ὡς βάθρα τῆς πίστεως ἀῤῥαγῆ, σεπτὲ Κωνσταντῖνε καὶ Ἑλένη θεοειδές, ὑμᾶς ἀνυμνοῦντες ἱκεσίας θεοπειθεῖς τὰς ὑμῶν ἐκδεχόμεθα.

Ναοὺς ἡ δομήσασα ἱερούς, Ἑλένη ἁγία, καθικέτευε τὸν Θεὸν σὺν τόκῳ σου θείῳ, Κωνσταντίνῳ, ἡμᾶς ναοὺς ἀναδεῖξαι χρηστότητος.

Θεοτοκίον.
Στηρίζουσα πάντας Χριστιανοὺς μὴ παύσῃ, Παρθένε, ἐν τῇ πίστει τοὺς εὐλαβῶς ὑμνοῦντάς σε, Κεχαριτωμένη, καὶ μεγαλύνοντας πλῆθος χαρίτων σου.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τοῦ Σταυροῦ τῇ δυνάμει θεοειδῇ ἄνακτα, Μέγαν Κωνσταντῖνον, ἀπίστους τὸν θριαμβεύσαντα ἀνευφημοῦντες λαμπρῶς βοῶμεν· τήρει ἀτρώτους τῶν βελῶν τοῦ δράκοντος πάντας ἱκέτας σου.

Ἀφθαρσίας πρὸς δρόμους τοῦ οὐρανοῦ ἴθυνον, ἀγλαὴ Ἑλένη, τοὺς ὕμνοις σὲ μεγαλύνοντας ὡς εὐσεβείας πηγὴν ἰσχύος βλύζουσαν ὕδωρ θεῖον καὶ δυνάμεως τοῖς εὐφημοῦσί σε.

Νῦν σεπτὸν Κωνταντῖνον ψαλμοῖς φαιδροῖς μέλποντες καὶ τὴν θεοφόρον Ἑλένην ὡς ἄστρα πίστεως φωτοειδῆ προσευχὰς αὐτῶν πρὸς ἐσταυρωμένον Ἰησοῦν τὸν εὔσπλαγχνον ἀπεκδεχόμεθα.

Θεοτοκίον.
Τῆς ἡμῶν σωτηρίας πανευλαβῶς πρόξενον, οὐρανοῦ καὶ γῆς τὴν Κυρίαν, Θεογεννήτριαν, στέφοντες ὕμνων τερπνῶν ῥόδοις κραυγάζομεν· χαῖρε, ἀρωγὲ καὶ πρόμαχε τῶν προστρεχόντων σοι.

Στηρίξατε ἡμᾶς ἐν πίστει σῳζούσῃ Σταυροῦ δυνάμει, Κωνσταντῖνε σὺν τῇ μητρί, Ἑλένῃ τῇ θείᾳ σου, ἐνθέων ἀρχέτυπα Βασιλέων.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Σταυρῶσαι ἡμᾶς τὰ πάθη ἀξιώσατε δυνάμει Σταυροῦ Χριστοῦ τοῦ πανοικτίρμονος, Κωνσταντῖνε ἔνδοξε καὶ Ἑλένη, πίστεως πρόβολοι, τῶν βασιλέων ἄστρα παμφαῆ, φωτὶ εὐσεβείας τὰ λαμπόμενα.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἰσχυρὰ ἀναδείξατε, μάκαρ Κωνσταντῖνε, πιστῶν τὰ τάγματα, καὶ Ἑλένη παναοίδιμε, ἐν ταῖς καθ’ ἡμέρας μάχαις, ὄλβιοι.

Νικηφόρως τὰ σκάμματα διανῦσαι βίου ἡμᾶς ἀξίωσον, Κωνταντῖνε θεοδόξαστε, Ἀποστόλων τρόποις ὁ ἑπόμενος.

Ὡς τῆς πίστεως ἔρεισμα ἀκλινῶς, Ἑλένη, σὲ μακαρίζοντες ταῖς πρεσβείαις σου προστρέχομεν πρὸς τὸν ζωοπάροχον Θεάνθρωπον.

Θεοτοκίον.
Καταπράυνον δούλων σου τὰς ὁρμὰς σαρκίου, Θεογεννήτρια, καὶ κατάστειλον κινήματα ταύτης τῷ φαρμάκῳ σῶν δεήσεων.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄναξ θεαυγές, Κωνσταντῖνε, πέμψον ἅπασι προσευχαῖς σου τὰ ἐλέη τοῦ Θεοῦ, οὗ τὸ κράτος βασιλείᾳ σου ἐδόξασας.

Ἴλεων ἡμῖν τὸν Παντάνακτα ἀπέργασαι καὶ φιλάνθρωπον, Ἑλένη, Λυτρωτήν, ἁγιάσαντα Σταυρὸν Αὐτοῦ τοῖς αἵμασιν.

Εὖρόν σε πιστοί, Κωνσταντῖνε, μέγα στήριγμα ἐν κινδύνοις καὶ παντοίαις συμφοραῖς, ἱδρυτὰ εὐάνδρου Κωνσταντινουπόλεως.

Θεοτοκίον.
Λάμψον μοι τὸ φῶς τὸ ἀπρόσιτον τοῦ Τόκου σου, Θεοτόκε, καὶ διάλυσον παθῶν χαμαιζήλων σοῦ ἱκέτου τὴν σκοτόμαιναν.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐπόμβρισον ὑετὸν σῆς χάριτος, Κωνσταντῖνε, Βασιλέων φαιδρότης τῶν εὐσεβῶν, τοῖς θερμοῖς σου ἱκέταις καὶ τὰς αὐχμώσας καρδίας κατάρδευσον ἡμῶν τιμώντων σε λαμπρῶς δωρεῶν ὡς νεφέλην οὐράνιον.

Νικήτορας δεῖξον τοὺς ἱκέτας σου ἐν ταῖς μάχαις, θεοφόρε Ἑλένη, κατὰ τοῦ πλάνου, πτερνίζοντος γένος βροτῶν ἀπαύστως, ἡ πόνοις ἰδίοις σου εὑροῦσα Ξύλον τοῦ Σταυροῦ, Ἐκκλησίας Χριστοῦ ὡραιότητος.

Ἠγίασε, Κωνταντῖνε ἔνδοξε, σὲ Χριστός, ὁ τὸν Σταυρὸν ἁγιάσας Αὐτοῦ αἱμάτων τοῖς ῥείθροις, καὶ πάντων τῶν εὐσεβῶν ἔδειξέ σε ἀκέστορα ταχὺν καὶ θεῖον ἀρωγὸν ἐν τοῦ βίου δειναῖς περιστάσεσι.

Θεοτοκίον.
Θεόνυμφε, Παναγία Δέσποινα, ὑπερφώτους οὐρανῶν πρὸς σκηνώσεις τοὺς σοὺς οἰκέτας κατεύθυνον ὕμνοις σὲ μελιχροῖς μεγαλύνοντας πάντοτε ἀπλανεστάτην ὡς πιστῶν πρὸς ἀφθίτους ἐπάλξεις ἰθύντειραν.

Στηρίξατε ἡμᾶς ἐν πίστει σῳζούσῃ Σταυροῦ δυνάμει, Κωνσταντῖνε, σὺν τῇ μητρί, Ἑλένῃ, τῇ θείᾳ σου, ἐνθέων ἀρχέτυπα Βασιλέων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὸν Κωνσταντῖνον τὸν Μέγαν τιμήσωμεν, καὶ τὴν Ἑλένην, μητέρα τὴν πάνσεπτον αὐτοῦ, ὡς βάσεις στεῤῥὰς θείας πίστεως καὶ ἀρωγοὺς ἐν ἀνάγκαις ἀείποτε τῶν εὐσεβῶν καὶ δειναῖς περιστάσεσι.

Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.
Στίχος. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ι΄ 9 – 16).

Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· Ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δἑ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Δόξα.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Κωνσταντῖνε ὄλβιε, κανὼν σεπτῶν βασιλέων, καὶ Ἑλένη ἄνασσα, ξυνωρὶς πανθαύμαστε, σκεύη Χάριτος, εὐσεβῶν πρόμαχοι, οὐρανῶν ἐκ δόμων ἐποπτεύετε τοὺς πρόσφυγας ὑμῶν τῆς χάριτος καὶ ἐπιβραβεύετε ἅπασι τοῖς μέλπουσιν ἐν ᾄσμασι καὶ ψαλμοῖς καὶ ὕμνοις εμπρέπουσιν ὥσπερ εὐσεβείας ὑμᾶς παμφαεστάτους φρυκτωροὺς ἄμφω ἰσχὺν καὶ ὑγίειαν, σθένος τε καὶ δύναμιν.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐξ ἐχθρῶν ἀοράτων τοῦ Σταυροῦ τῇ δυνάμει πιστοὺς ἀσφάλιζε τοὺς μεγαλύνοντάς σε, τρισμάκαρ Κωνσταντῖνε, ὁ ἰδὼν τὸ ἐπίγραμμα «ἐν τούτῳ νίκα» σαφῶς σὺν τοῦ Σταυροῦ τῷ τύπῳ.

Ῥῦσαι πλάνου μανίας τοῦ Σταυροῦ τῇ ἰσχύ, Ἑλένη πάνσεμνε, τοὺς ὕμνοις σε τιμῶντας, ἡ ζωηφόρον Ξύλον εὑραμένη καὶ πάνσεπτον, ἐν ᾧ ἐτάθη Χριστός, ἐν Ἱεροσολύμοις.

Μὴ ἐάσῃς, Ἑλένη, σοὺς ἱκέτας γενέσθαι πυρὸς ἀνάλωμα ἀστέκτου ἐν ἡμέρᾳ ἐτάσεως εὐχαῖς σου πρὸς τὸν εὔσπλαγχνον Κύριον, ἐσταυρωμένον Χριστόν, οὗ τὸν Σταυρὸν ἀνεῦρες.

Θεοτοκίον.
Ἡ ἑτοίμη σῶν δούλων προστασία καὶ σκέπη, Θεογεννήτρια, ἐπόπτευε θεόθεν τοὺς σὲ ὑμνολογοῦντας καὶ πρὸς δόμους κατεύθυνε παμφώτους τῶν οὐρανῶν τοὺς μεγαλύνοντάς σε.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰσχύν, Ἑλένη, δίδου ἡμῖν θριαμβεῦσαι τὸν ἐχθρὸν τοῦ Σταυροῦ τῇ δυνάμει, ὃν ἐκ γῆς λαγόνων ἐξήνεγκας, τρισμάκαρ.

Κινδύνων ῥῦσαι σοὺς ὑμνητάς, Κωνσταντῖνε, Χριστωνύμων φρουρὲ καὶ προστάτα, βλάβης τοῦ βελίαρ καὶ λυπηρῶν παντοίων.

Εὐκλείας θείας καταξιώσατε πάντας ἀπολαῦσαι ὑμᾶς τοὺς ὑμνοῦντας, μάκαρ Κωνσταντῖνε καὶ θεαυγὲς Ἑλένη.

Θεοτοκίον.
Σωφρόνως πάντας καὶ εὐσεβῶς καὶ δικαίως καταξίωσον βίον ἀνῦσαι, Κεχαριτωμένη, τοὺς μακαρίζοντάς σε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχύος, Κωνσταντῖνε, πλῆσον σοὺς ἱκέτας Σταυροῦ δυνάμει συντρίψαι τὰ ἔνεδρα, ἀνάκτων κλέος ἐνθέων, τοῦ παναλάστορος.

Ἀγίαζε τὰ ἔργα τῶν πιστῶν, Ἑλένη, ἡ τὸν Σταυρὸν ἀνευροῦσα τὸν τίμιον, τὸν ἁγιάζοντα πάντας τοὺς εὐσεβόφρονας.

Χρηστότητος δοχεῖα δείξατε τοὺς ὕμνοις ὑμᾶς τιμῶντας, Ἑλένη πανθαύμαστε καὶ εὐλαβὲς Κωνσταντῖνε, φανοὶ τῆς πίστεως.

Θεοτοκίον.
Μετὰ τοῦ Κωνσταντίνου καὶ σεμνῆς Ἑλένης, μητρὸς αὐτοῦ, καθαγίαζε ἅπαντας σὲ μεγαλύνοντας πόθῳ, Θεογεννήτρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σε μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια·
Χαίροις, Κωνσταντῖνε, ὁ κατιδὼν τοῦ Σταυροῦ τὸν τύπον ἐν τῷ μέσῳ τοῦ οὐρανοῦ καὶ «ἐν τούτῳ νίκᾳ», ἐπίγραμμα τὸ θεῖον, ἀνάκτων θεοφόρων ἔμπνουν θησαύρισμα.

Χαίροις, ἡ εὑροῦσα τὸ τοῦ Σταυροῦ ζωηφόρον Ξύλον, θεοδόξαστε βασιλίς, τὸ ἐγκεκρυμμένον ἐν Ἱεροσολύμων λαγόσι γῆς, Ἑλένη, κλέος τῆς πίστεως.

Ῥύεσθε κινδύνων καὶ συμφορῶν, μάκαρ Κωνσταντῖνε καὶ Ἑλένη πανευλαβές, πάντων Χριστωνύμων χορείας ἀνυμνούσας ὑμῶν τὴν θείαν μνήμην καὶ πανσεβάσμιον.

Σκέπετε τὸν δῆμον τῶν εὐσεβῶν σπεύδοντα ἐν δίναις καὶ ἀνάγκαις καὶ συμφοραῖς ταῖς ὑμῶν πρεσβείαις πρὸς Κύριον, Ἑλένη καὶ πάνυ Κωνσταντῖνε, ἔνθεοι ἄνακτες.

Δεῦτε ἀνυμνήσωμεν οἱ πιστοὶ μέγαν Κωνσταντῖνον καὶ Ἑλένην τὴν εὐκλεῆ, πίστεως ὀφθέντας κοσμήτορας καὶ πάντων προστάτας Χριστωνύμων ὕμνοις ἐμπρέπουσι.

Χαίροιτε, ἁπάντων Χριστιανῶν ἀκλινεῖς προστάται, ἀντιλήπτορες καὶ φρουροί, χαίροιτε, Ἑλένη καὶ θεῖε Κωνσταντῖνε, οἱ τοῦ Σταυροῦ δυνάμει πλάνον νικήσαντες.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον· Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν Σταυρὸν ἐν ὁραμάτι θεασάμενον Χριστοῦ, σεπτὸν Κωνσταντῖνον, ὡς βασιλέων σεπτῶν ἐγκαλλώπισμα πιστῶς ἀνευφημήσωμεν καὶ τὴν μητέρα τὴν κλεινὴν καὶ πανεύφημον αὐτοῦ, Ἑλένην, Σταυρὸν τὸν θεῖον τὴν ἀνευροῦσαν, πρεσβείας αὐτῶν πρὸς Κύριον αἰτούμενοι.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Μέγαν Κωνσταντῖνον ἐκτενῶς μέλψωμεν καὶ θείαν Ἑλένην, τῆς εὐσεβείας πυρσούς, βασιλέων ἔκτυπα καὶ θείας πίστεως τοῦ Χριστοῦ καλλωπίσματα θερμῶς ἐκβοῶντες· ῥύσασθε κακώσεων ὑμῶν τοὺς πρόσφυγας σθένει τοῦ Σταυροῦ τοῦ Τιμίου, οὗ ἐν οὐρανοῖς ἐμφανείᾳ καὶ εὑρέσει κόσμον κατηυφράνατε.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Tετράστιχον.
Κωνσταντῖνε καὶ Ἑλένη, Ἀμβρόσιον,
Παρασκευὴν καὶ Χαραλάμπη σκέπετε.
Νικηφόρον, Τηλλυρίας Ἱεράρχην,
Ἅγιοι, φρουρεῖτε, βοᾷ Χαραλάμπης.

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.