Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται 12 Νοεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τἀ παρόντα τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς δοξασθεὶς παρὰ Θεοῦ ἐπαξίως, αὐτὸν δυσώπει ἐκτενῶς πάτερ Νεῖλε, ἁμαρτιῶν συγχώρησιν δωρήσασθαι, καὶ παθῶν τὴν ἴασιν, καὶ παντοίων κινδύνων, τὴν ταχεῖαν λύτρωσιν, καὶ χαρὰν καὶ εἰρήνην, τοῖς τῷ ναῷ σου σπεύδουσι θερμῶς, καὶ ἐξαιτοῦσι, τὴν θείαν πρεσβείαν σου.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς·
Ἔσο ἡμῖν προστάτης ὦ Νεῖλε. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐπίβλεψον ὄμματι ἱλαρῷ, Νεῖλε θεοφόρε, τοῖς προστρέχουσιν εὐλαβῶς, τῇ σῇ προστασίᾳ Μυροβλύτα, καὶ τὰς αἰτήσεις ἡμῶν Πάτερ πλήρωσον.

Σωμάτων ὀδύνας τὰς χαλεπάς, καὶ ψυχῶν τὰς θλίψεις, τῇ πρεσβείᾳ σου πρὸς Χριστόν, θεράπευσον Νεῖλε Μυροβλύτα, τῶν προσιόντων πιστῶς τῇ σῇ χάριτι.

Ὀλόφωτος Πάτερ ὥσπερ ἀστήρ, τῇ σῇ ἐπιλάμψει, τῶν παθῶν μου τὸν σκοτασμόν, διάλυσον Νεῖλε θεοφόρε, καὶ εὐρωστίας μοι φῶς θεῖον αὔγασον.

Θεοτοκίον.
Ἡ μόνη τεκοῦσα ὑπερφυῶς, τὸν πάντων Δεσπότην, ἀναπλάττοντα τὸν Ἀδάμ, κεχαριτωμένη Θεοτόκε, τῆς τοῦ ἐχθροῦ με κακίας ἁπάλλαξον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Μυριπνόοις ὀδμαῖς σου, ὡς ἀληθῶς Ὅσιε, οἷα θαυμαστὸς Μυροβλύτης, τοῦ Παντοκράτορος, πόῤῥω ἀπέλασον, τὴν τῶν παθῶν δυσωδίαν, Νεῖλε τὴν συνέχουσαν, ἡμᾶς καὶ θλίβουσαν.

Ἴδε Πάτερ ὑψόθεν, ἐν πατρικῷ βλέμματι, τοὺς τῷ σῷ ναῷ προσελθόντας, ψυχῆς θερμότητι, καὶ δίδου ἅπασιν, χάριν, ὑγίειαν καὶ ῥῶσιν, καὶ πᾶν ἄλλο δώρημα, Νεῖλε οὐράνιον.

Νέος ἥλιος ὤφθης, ταῖς ἀρεταῖς Ὅσιε, κόσμῳ ἐκ τοῦ Ἄθω ἐκλάμψας, καὶ νέμεις πάντοτε, ἐν ταῖς ψυχαῖς ἡμῶν, φῶς ἀληθοῦς μετανοίας, καὶ ἀκτῖνα χάριτος, θείας χρηστότητος.

Θεοτοκίον.
Παραμύθιον κόσμου, καὶ ἀῤῥαγὲς στήριγμα, καὶ ἁμαρτανόντων προστάτις, τῶν πεποιθότων σοι, δὸς τῇ καρδίᾳ μου, τῇ τεθλιμμένῃ Παρθένε, τῇ σῇ ἀγαθότητι, χάριν καὶ ἔλεος.

Διάσωσον ὅσιε Νεῖλε θεόληπτε Μυροβλύτα, τῶν ἐν βίῳ πολυειδῶν περιστάσεων, τοὺς αἰτουμένους τὴν θείαν σου προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμός, γενοῦ καὶ καταφύγιον, τοῖς πίστει θερμῇ, προστρέχουσι τῇ σκέπῃ σου, αὐτοῖς ἀεὶ δωρούμενος, αἰτημάτων τὴν πλήρωσιν ἄνωθεν, ταῖς πρὸς τὸν Κτίστην θείαις σου λιταῖς, ὦ Νεῖλε Μυροβλυτῶν ἀγλάισμα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ῥῶσιν δίδου καὶ ἴασιν, τὴν κατὰ ψυχὴν καὶ σῶμα ἑκάστοτε, πάτερ Νεῖλε τοῖς προσπίπτουσι, τῷ σεπτῷ λειψάνῳ σου ἐκ πίστεως.

Οἱ τῷ θείῳ τεμένει σου, Μυροβλύτα Νεῖλε προθύμως σπεύδοντες, πᾶσαν ὄνησιν κομίζονται, ἐκ τῆς σοὶ δοθείσης Πάτερ χάριτος.

Σωτηρίαν ἐξαίτησαι, καὶ ἀπαλλαγὴν κινδύνων καὶ θλίψεων, καὶ εἰρήνην ἀστασίαστον, Πάτερ τοῖς προστρέχουσι τῇ σκέπῃ σου.

Θεοτοκίον.
Τῇ ἀῤῥήτῳ κυήσει σου, τὸν Ἀδὰμ ἐῤῥύσῳ τῆς κατακρίσεως· ὅθεν ῥῦσαί με Πανάμωμε, πάσης τοῦ βελίαρ ἐπιθέσεως.

Ὠδή ε΄. Φώτισον ἡμᾶς.
Ἄνωθεν ἡμῖν, δίδου Νεῖλε παμμακάριστε, τῆς εὐνοίας σου τὰς θείας δωρεάς, ὡς ἂν βίον διανύωμεν γαλήνιον.

Τίς τῷ σῷ ναῷ, καταφεύγων οὗ κομίζεται, ἅπερ ηὔξατο καρδίᾳ ἀληθεῖ; σὺ γὰρ πάντων βοηθὸς πέλει θερμότατος.

Ἤσχυνας ἐχθρόν, τῇ ἀσκήσει σου τὸν ἄσαρκον, οὗ κακίας καὶ μανίας τῆς πικρᾶς, πάτερ Νεῖλε τοὺς ἱκέτας σου ἀπάλλαξον.

Θεοτοκίον.
Σύντριψον Ἁγνή, τὸν ἐχθρὸν τὸν δολιότροπον, τὸν ἀεὶ ἐπιτιθέμενον ἡμῖν, καὶ τὸν βίον ἡμῶν ἄλυπον περίεπε.

ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Ὡς πλήρης, τῶν ἐκ Θεοῦ χαρισμάτων, ὡς Κυρίου θεοφόρος θεράπων, πολλὴν πλουτεῖς πρὸς αὐτὸν παῤῥησίαν· ὅθεν δυσώπει εἰρήνην δωρήσασθαι, καὶ εὐπραγίαν ἀληθῆ, πάτερ Νεῖλε τοῖς σὲ μακαρίζουσι.

Ναῷ σου, τῷ ἱερῷ πᾶσα τάξις, τῶν ἀνθρώπων εὐλαβῶς προσιόντες, καθαγιάζονται Πάτερ προσψαύσει, τοῦ παναγίου λειψάνου σου Ὅσιε, καὶ λύσιν τὴν τῶν δυσχερῶν, τῇ πρεσβείᾳ σου Νεῖλε λαμβάνουσι.

Ἐν πίστει, τὴν φωτοφόρον σου μνήμην, ὁ λαὸς ὁ εὐσεβὴς ἑορτάζει, καὶ πανταχόθεν τῷ θείῳ ναῷ σου, Πάτερ συῤῥέων ὀσμῆς τῆς τοῦ μύρου σου, ἐπισκιάσει σου σεπτῇ, τὰς καρδίας πληροῦται ἐν Πνεύματι.

Θεοτοκίον.
Ἰλύος, τῆς τῶν παθῶν τὴν ψυχήν μου, ἀποκάθαρον τῇ σῇ μεσιτείᾳ, καὶ καθαρὰν αὐτὴν ἔργασαι Κόρη, καθαρτικοῖς τῆς σῆς χάριτος νάμασι, καὶ σῶσόν με ἐκ τῆς φθορᾶς, Θεοτόκε παρθένε, ὡς εὔσπλαγχνος.

Διάσωσον ὅσιε Νεῖλε θεόληπτε Μυροβλύτα, τῶν ἐν βίῳ πολυειδῶν περιστάσεων, τοὺς αἰτουμένους τὴν θείαν σου προστασίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου.
Ὡς μυροθήκη τῆς θείας χρηστότητος, καὶ εὐωδίας ἀύλου ἀλάβαστρον, ἡμῶν τὰς ψυχὰς εὐωδίασον, καὶ τῶν σωμάτων τὰς νόσους θεράπευσον, ὦ Νεῖλε Μυροβλῦτα ὅσιε.

Προκείμενον·
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ια᾿ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σκεῦος εὐωδέστατον, τῆς θεϊκῆς ἐπιπνίας, Μυροβλύτα Ὅσιε, Ὄρους Ἄθω καύχημα ἱερώτατον, χαλεπῶν θλίψεων, ἀναγκῶν παντοίων, νοσημάτων καὶ κακώσεων, ἀτρώτους φύλαττε, τοὺς εἰλικρινῶς σε γεραίροντας, καὶ δίδου ἡμῖν πάντοτε, ἄλυπον ζωὴν ταῖς πρεσβείαις σου, καὶ πταισμάτων λῦσιν, καὶ πάσης ἁμαρτίας ἀποχήν, τοῖς εὐλαβῶς καταφεύγουσι, Νεῖλε τῇ σῇ χάριτι.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Λῦσιν πάσης ἐν βίῳ χαλεπῆς ἐπηρείας καὶ περιστάσεως, χαρὰν δὲ καὶ ὑγίειαν, καὶ πᾶσαν εὐλογίαν, ἡμῖν αἴτει ἑκάστοτε, Νεῖλε θεράπων Χριστοῦ, παμμάκαρ Μυροβλῦτα.

Ἐν τῷ θείῳ ναῷ σου, ἐν καιρῷ τῆς ἀνάγκης Πάτερ προσφεύγοντες, λυτρούμεθα ταχέως, τῇ σῇ ἐπιστασίᾳ, ἐπελθούσης στενώσες· ὅτι προστάτην ἡμῶν, πλουτοῦμέν σε καὶ ῥύστην.

Γαληνῶς διανύειν, τὰς ἡμέρας τοῦ βίου ἡμᾶς ἀξίωσον, ἐν πάσῃ εὐπραγίᾳ, καὶ ἀρετῶν τῇ κτήσει, καὶ ἠθῶν κοσμιότητι, τῇ ἀντιλήψει τῇ σῇ, ὦ Μυροβλῦτα Νεῖλε.

Θεοτοκίον.
Ἐξόδου ἀπωλείας, πρὸς ὁδὸν σωτηρίας Κόρη με ἕλκυσον, καὶ λάμπρυνον τὸν νοῦν μου, φωτὶ τῆς μετανοίας, συμπαθεῖ σου χρηστότητι, ὡς ἂν τοῦ ἄνω φωτός, ἴδω τὰς ἐπιλάμψεις.

ᾨδὴ η´. Τὸν Βασιλέα.
Ῥείθροις ἐνθέοις, τῶν ἡδυπνόων σου μύρων, εὐωδίασον ἡμῶν τὰς διανοίας, Νεῖλε Μυροβλῦτα, Ὁσίων μέγα κλέος.

Ἀσθενημάτων, καὶ πάσης ἄλλης ἀνάγκης, ἐλευθέρωσον τοὺς πίστει προσιόντας, Νεῖλε Μυροβλῦτα, τῇ θείᾳ σου πρεσβείᾳ.

Σκανδάλων ἅπαν, καὶ πᾶσαν βλάβην καὶ λύπην, ἀποδίωξον ἐξ οἰκιῶν ταχέως, Νεῖλε Μυροβλῦτα, τῶν σὲ ὑμνολογούντων.

Θεοτοκίον.
Ἴασαι Κόρη, τὴν ἀσθενοῦσαν ψυχήν μου, καὶ παράσχου μοι δάκρυα μετανοίας, ἵνα ἀποπλύνω, τὸν ῥῦπον τῶν παθῶν μου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μυρίπνοον ὡς κρίνον, πάντοτε εὐφραίνεις, τοὺς προσιόντας σοι Νεῖλε ἐκ πίστεως, καὶ τὴν ὀσμὴν τῆς κακίας διώκεις Ἅγιε.

Ὀδύνης τὴν ψυχήν μου, ῥῦσαι ὀλεθρίου, καὶ ῥῶσιν δός μοι τῷ σώματι Ὅσιε, καὶ τῷ νοΐ μου τὸν φόβον Νεῖλε τὸν κρείττονα.

Ὑψόθεν μὴ ἐλλείπεις, Πάτερ προστατεύων, τῶν ἀδιστάκτων ψυχῇ προσιόντων σοι, πᾶσι παρέχων ἐν βίῳ τὴν σὴν ἀντίληψιν.

Θεοτοκίον.
Ὑπέρφωτον δοχεῖον, τοῦ Παμβασιλέως, τοῦ προελθόντος ἀφράστως ἐκ μήτρας σου, τὴν σκοτισθεῖσαν ψυχήν μου Παρθένε λάμπρυνον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Μυροβλύτα Νεῖλε σοφέ, ἱερέων δόξα, καὶ Ὁσίων ὑπογραμμός· χαίροις Ὄρους Ἄθω, τὸ παντευῶδες ἄνθος, καὶ πρέσβυς ἡμῶν μέγας, πρὸς τὸν Φιλάνθρωπον.

Ἤσκησας ἐν Ἄθῳ ὑπερφυῶς, καὶ ἐμεγαλύνθης, τῇ τοῦ Πνεύματος δωρεᾷ· μύρα γὰρ εὐώδη, ἀνέβλυσας ὁσίως, ὦ Νεῖλε θεοφόρε, ἀπὸ τοῦ τάφου σου.

Χαίροις μυροθήκη ἡ νοητή, ἀρετῶν ἁγίων, καὶ ἀσκήσεως ἱερᾶς, χαίροις ἡσυχίας, καὶ ἀπαθείας ῥόδον, εὐφραῖνον πάτερ Νεῖλε, ἡμᾶς τῷ βίῳ σου.

Τοὺς προσερχομένους πίστει θερμῇ, τῷ σεπτῷ ναῷ σου, καὶ προσπίπτοντας εὐλαβῶς, Νεῖλε Μυροβλῦτα, τῷ θείῳ σου λειψάνῳ, ἐξ ἀναγκῶν τοῦ βίου, ἀτρώτους φύλαττε.

Ἴασιν σωμάτων ῥῶσιν ψυχῶν, ἄφεσιν πταισμάτων, καὶ οὐράνιον χαρμονήν, δίδου Μυροβλῦτα, τοῖς πόθῳ ἐξαιτοῦσι, τὴν θείαν σου πρεσβείαν, πρὸς τὸν Φιλάνθρωπον.

Χαίροις Ἐκκλησίας νέος ἀστήρ, χαίροις Ὄρους Ἄθω, ἐγκαλλώπισμα ἱερόν· χαίροις Ὀρθοδόξων, ὁ ῥύστης καὶ προστάτης, ὦ Νεῖλε Μυροβλῦτα, ἀξιοθαύμαστε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Νεῖλε Μυροβλῦτα θαυμαστέ, μύστα καὶ θεράπον Κυρίου, καὶ φίλε γνήσιε, σκέπε καὶ διάσωζε, ἐκ πάσης θλίψεως, τοὺς πιστῶς καταφεύγοντας, τῇ σῇ ἀντιλήψει· ἔχεις παῤῥησίαν γὰρ μεγίστην Ἅγιε, θρόνῳ παρεστὼς τοῦ Δεσπότου, ὃν ἀεὶ δυσώπει διδόναι, ἄφεσιν πταισμάτων τοῖς τιμῶσί σε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Ὀσμῇ νοητῇ τῶν μύρων σου ᾦ Νεῖλε
Γεράσιμον εὔφρανον τὸν σὲ ὑμνοῦντα.

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.