ΠΑΡΑΚΛΗΣΗ ΣΤΟΝ ΑΓΙΟ ΠΑΡΘΕΝΙΟ – Ευλογήσαντος του ιερέως αρχόμεθα αναγινώσκοντες τον ΡΜΒ΄ (142) Ψαλμόν.

Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσον μου εν τη δικαιοσύνη σου· και μη εισέλθης εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πας ζων. Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου, εταπείνωσεν εις γην την ζωήν μου, εκάθισέ με εν σκοτεινοίς ως νεκρούς αιώνος· και ηκηδίασεν επ’ εμέ το πνεύμά μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείράς μου η ψυχή μου ως γη άνυδρός σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμά μου· μη αποστρέψης το πρόσωπόν σου απ’ εμού, και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μου το πρωί το έλεός σου, ότι επί σοι ήλπισα· γνώρισόν μοι, Κύριε, οδόν εν η πορεύσομαι, ότι προς σε ήρα την ψυχήν μου· εξελού με εκ των εχθρών μου, Κύριε, προς σε κατέφυγον. Δίδαξόν με του ποιείν το θέλημά σου, ότι συ ει ο Θεός μου· το Πνεύμά σου το αγαθόν οδηγήσει με εν γη ευθεία. Ένεκεν του ονόματός σου, Κύριε, ζήσεις με, εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου· και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλός σου ειμι.

Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος α΄. Εξομολογείσθε τω Κυρίω, ότι αγαθός, ότι εις τον αιώνα το έλεος αυτού.
Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος β΄. Πάντα τα έθνη εκύκλωσάν με και το ονόματι Κυρίου ημυνάμην αυτούς.
Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου εγένετο αύτη και έστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Είτα τα παρόντα Τροπάρια·

Ήχος δ΄. Ο υψωθείς εν τω Σταυρώ.
Ως ιεράρχης του Χριστού θεοφόρος, πλουσίαν χάριν παρ’ αυτού εκομίσω, του ενεργείν παράδοξα Παρθένιε, όθεν ταίς πρεσβείαις σου, πολυτρόπων κινδύνων, και παντοίων θλίψεων, και δαιμόνων μανίας, φύλαττε Πάτερ άπαντας ημάς, τους σε μεσίτην, προς Κύριον έχοντας.

Δόξα. Και νυν.
Θεοτοκίον.
Ου σιωπήσομέν ποτε Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι, ει μη γαρ συ προίστασο πρεσβεύουσα, τις ημάς ερρύσατο εκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν, έως νυν ελευθέρους; Ουκ αποστώμεν Δέσποινα εκ σου, σούς γαρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.

Ο Ψαλμός Ν´(50)
Ελέησόν με, ο Θεός, κατά το μέγα ελεός σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου· επί πλείον πλύνόν με από της ανομίας μου και από της αμαρτίας μου καθάρισόν με. Ότι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιόν μου εστι διαπαντός. Σοι μόνω ήμαρτον και το πονηρόν ενώπιόν σου εποίησα, όπως αν δικαιωθής εν τοις λόγοις σου, και νικήσης εν τω κρίνεσθαί σε. Ιδού γαρ εν ανομίαις συνελήφθην, και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας, τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω, και καθαρισθήσομαι· πλυνείς με, και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπόν σου από των αμαρτιών μου και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί, ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μη απορρίψης με από του προσώπου σου και το Πνεύμά σου το Άγιον μη αντανέλης απ’ εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου και πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι. Ρύσαί με εξ αιμάτων, ο Θεός ο Θεός της σωτηρίας μου· αγαλλιάσεται η γλώσσά μου την δικαιοσύνην σου. Κύριε τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσίν σου. Ότι ει ηθέλησας θυσίαν, έδωκα αν· ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον Κύριε, εν τη ευδοκία σου την Σιών, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ· τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν και ολοκαυτώματα· τότε ανοίσουσιν επί το θυσιαστήριόν σου μόσχους.

Και ο Κανών ου η ακροστιχίς·
Παθών Παρθένιε ημάς ρύσαι. Γερασίμου.

Ωδή α΄. Ήχος πλ. δ΄. Υγράν διοδεύσας.

Παθών ανηκέστων ταίς προσβολαίς, θλιβόμενος Πάτερ, τη θερμή σου επισκοπή, προστρέχω δεόμενος ρυσθήναι, της χαλεπής με Παρθένιε θλίψεως.

Αγγέλων συνόμιλος γεγονώς, δαιμόνων κακίας, και απάσης επιβουλής, ημάς ανωτέρους διατηρεί, ταίς σαίς πρεσβείαις Παρθένιε όσιε.

Θεράπευσον Πάτερ ως συμπαθής, ημών την οδύνην, την συνέχουσαν την ζωήν, ημών Ιεράρχα και ειρήνην, αιτεί ημίν και πταισμάτων συγχώρησιν.

Θεοτοκίον.
Ως Μήτηρ του πάντων Δημιουργού, και πάντων προστάτις, Θεοτόκε Χριστιανών, προστάτευε πάντοτε Παρθένε, των αδιστάκτω ψυχή προσιόντων σοι.

Ωδή γ΄. Ουρανίας αψίδος.
Νοσημάτων ποικίλων, και χαλεπών θλίψεων, ώσπερ ελυτρώσω θεόφρον, τους προσιόντας σοι, ούτως απάλλαξον, πάσης ανάγκης και λύπης, άγιε Παρθένιε, τους σε γεραίνοντας.

Πυρ ο λόγος σου ώφθη, ως αληθώς Όσιε, φλέγων των δαιμόνων τα σμήνη, δυνάμει κρείττονι όθεν κατάφλεξον, την των παθών ημών ύλην, άνθραξι Παρθένιε, της προστασίας σου.

Απερίτρεπτον τείχος, και αρραγές έρεισμα, και καταφυγή εν ανάγκαις, και περιστάσεσι, γενού Παρθένιε, τοις ολοτρόπω καρδία σπεύδουσιν εκάστοτε, τη αντιλήψει σου.

Θεοτοκίον.
Ράβδος ώφθης αγία, άνθος Χριστόν φέρουσα, ώσπερ Ησαίας προέφη, Αγίω Πνεύματι, κόρη Πανύμνητε διό τη ση ευωδία, το δυσώδες σκέδασον, της διανοίας μου.

Διάσωσον θαυματουργέ Ιεράρχα πάσης ανάγκης, και μανίας του πονηρού πολεμήτορος, τους σε τιμώντας Παρθένιε θεοφόρε.

Επίβλεψον εν ευμενεία πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος.

Αίτησις και το Κάθισμα.
Ήχος β΄. Πρεσβεία θερμή.
Λαμψάκου ποιμήν εδείχθης ενθεώτατος, και πάντας σοφέ, εξέπληξας τοις θαύμασι και νυν Πάτερ προίστασο, των θερμώς προσιόντων τη σκέπη σου, και τον Σωτήρα δυσώπει αεί, διδόναι ημίν πταισμάτων άφεσιν.

Ωδή δ΄. Εισακήκοα Κύριε.
Θείαν χάριν δεξάμενος, οίαπερ θεράπων Χριστού θερμότατος, απαλλάττειν την ζωήν ημών, Πάτερ μη ελλίπης πάσης θλίψεως.

Επωδύνων κακώσεων, λύτρωσαι Παρθένιε τη πρεσβεία σου, τους προστάτην και μεσίτην σε, κεκτημένους Πάτερ προς τον Κύριον.

Νεκρωθέντας ως ήγειρας, τη ζωοποιώ εντεύξει σου Όσιε, ούτω ζώωσον Παρθένιε, νεκρωθείσαν Πάτερ την καρδίαν μου.

Θεοτοκίον.
Ιησούν τον πανάγαθον, ον ακαταλήπτως Κόρη εκύησας, καθικέτευε δωρήσασθαι, των πλημμελημάτων ημίν άφεσιν.

Ωδή ε΄. Φώτισον ημάς.
Έχοντες την σην προστασίαν ου πτοούμεθα, των δαιμόνων καθ’ ημών τας προσβολάς διά τούτο σοι προστρέχομεν Παρθένιε.

Ήστραψας ως φως, και ακτίσι των θαυμάτων σου, διαλύεις την σκοτόμαιναν αεί, των παθών ημών Παρθένιε πανθαύμαστε.

Μέγας αρωγός ανεδείχθης ημών Άγιε διά τούτο σου δεόμεθα θερμώς, εξελού ημάς στενώσεων και θλίψεων.

Θεοτόκιον.
Άχραντε αγνή, Θεοτόκε αειπάρθενε, εξελού ημάς παντοίων πειρασμών, οία Μήτηρ του Θεού ημών φιλάγαθος.

Ωδή στ΄. Την δέησιν.
Σωμάτων, ίασαι Πάτερ τους πόνους, των προς σε μετά σπουδής προσιόντων, και των ψυχών αθυμίας το βάρος, το καταθλίβον ημάς επικούφισον, Παρθένιε θαυματουργέ, τη θερμή σου πρεσβεία προς Κύριον.

Ρυσθήναι, της του εχθρού κακουργίας, και απάσης απειλής και μανίας, και πικροτάτων ημάς συμπτωμάτων, Χριστόν δυσώπει παμμάκαρ Παρθένιε ότι μεγίστην προς αυτόν, παρρησίαν πλουτείς ιερώτατε.

Υπάρχων θεοειδής Ιεράρχης, ανεδείχθης των πασχόντων προστάτης, και θλιβομένων θερμός αντιλήπτωρ, και ελατήρ των δαιμόνων Παρθένιε διό της σης δίδου ημίν, αρωγής καθ’ εκάστην τας χάριτας.

Θεοτοκίον.
Σε πάντες, καταφυγήν εν ανάγκαις, και βοήθειαν Παρθένε πλουτούντες, πάσης ανάγκης εν βίω και ζάλης, τη χάριτι σου ταχέως λυτρούμεθα, θεοκυήτορ Μαριάμ, διά τούτο αεί σε δοξάζομεν.

Διάσωσον θαυματουργέ Ιεράρχα πάσης ανάγκης, και μανίας του πονηρού πολεμήτορος, τους σε τιμώντας Παρθένιε θεοφόρε.

Άχραντε η διά λόγου τον Λόγον άνερμηνεύτως, επ’ εσχάτων των ημερών τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Αίτησις και το Κοντάκιον.
Ήχος β΄. Τοις των αιμάτων σου.
Τοις των θαυμάτων σου Πάτερ πυρσεύμασιν, αποδιώκεις παθών την σκοτόμαιναν και ρώσιν και χάριν ουράνιον, και ευφροσύνην παρέχεις Παρθένιε, ημίν τοις εκ πόθου τιμώσί σε.

Προκείμενον.

Οι ιερείς σου Κύριε ενδύσονται δικαιοσύνην και οι Όσιοί σου αγαλλιάσει αγαλλιάσονται.
Στίχος. Μακάριος ανήρ ο φοβούμενος τον Κύριον.

Ευαγγέλιον.
Εκ του κατά Ματθαίον.
(Κεφ. ι΄ 1, 5 – 8 ).
Τω καιρώ εκείνω· προσκαλεσάμενος ο Ιησούς τους δώδεκα μαθητάς αυτού, έδωκεν αυτοίς εξουσίαν πνευμάτων ακαθάρτων ώστε εκβάλλειν αυτά και θεραπεύειν πάσαν νόσον και πάσαν μαλακίαν. Τούτους τους δώδεκα απέστειλεν ο Ιησούς παραγγείλας αυτοίς λέγων· εις οδόν εθνών μη απέλθητε και εις πόλιν Σαμαρειτών μη εισέλθητε· πορεύεσθε δε μάλλον προς τα πρόβατα τα απολωλότα οίκου Ισραήλ. Πορευόμενοι δε κηρύσσετε λέγοντες ότι ήγγικεν η βασιλεία των ουρανών. Ασθενούντας θεραπεύετε, λεπρούς καθαρίζετε, νεκρούς εγείρετε, δαιμόνια εκβάλλετε· δωρεάν ελάβετε, δωρεάν δότε.

Δόξα.
Ταίς του Ιεράρχου πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Και νυν.
Ταίς της Θεοτόκου πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Στίχος. Ελέησόν με, ο Θεός, κατά το μέγα έλεός σου και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου.
Προσόμοιον.
Ήχος πλ. β΄. Όλην αποθέμενοι.
Θαύμασιν εκόσμησας την σην ζωήν Ιεράρχα, και πολλούς διέσωσας, λύμης του αλάστορος ως φιλάγαθος δαψιλώς πάσι γαρ νέμεις τας ιάσεις διά τούτο σου δεόμεθα· ίασαι Άγιε, της ψυχής ημών την κατήφειαν, και άχθος το των θλίψεων, θάττον αφ’ ημών διασκέδασον, ειρήνην παρέχων, ημίν και ευφροσύνην αληθή, πάτερ παμμάκαρ Παρθένιε, ταίς σαίς αντιλήψεσι.

Σώσον ο Θεός τον λαόν σου…

Ωδή ζ΄. Οι εκ της Ιουδαίας.
Ακαθάρτων πνευμάτων, ως καθείλες παμμάκαρ πάσαν την δύναμιν, ούτω της επηρείας, αυτών της ολεθρίου, ασινείς διαφύλαττε, Παρθένιε θαυμαστέ, τους σε υμνολογούντας.

Ιλασμόν ημίν αίτει, και δεινών συντριμμάτων την επανόρθωσιν, και βίου ευπραγίαν, και πάσαν ευλογίαν, εκ Θεού Πάτερ όσιε, τοις προσιούσιν αεί, τη ση σεπτή πρεσβεία.

Γεωργείν μετανοίας, τους καρπούς με ενίσχυσον Πάτερ όσιε, ως αν της αμαρτίας, εκφύγω την απάτην, και ζωής τύχω κρείττονος, Παρθένιε ιερέ, διά των πρεσβειών σου.

Θεοτοκίον.
Εν αγκάλαις κρατούσα, ώσπερ νήπιον Κόρη τον απερίληπτον, χειρών με του βελίαρ, απάλλαξον εν τάχει, και Θεώ με οίκείωσαι, δι’ εναρέτου ζωής, Παρθένε θεοτόκε.

Ωδή η΄. Τον Βασιλέα.
Ρύσαί με Πάτερ, της του εχθρού δυναστείας, και καταύγασον φωτί της μετανοίας, την αμαυρωθείσαν, Παρθένιε ψυχήν μου.

Από σκανδάλων, και μαγγανείας και πλάνης, διαφύλαττε Παρθένιε ατρώτους, τους επιζητούντας, την σην επιστασίαν.

Σωματικών με, και ψυχικών νοσημάτων, τήρει άτρωτον Παρθένιε παμμάκαρ, ο καρκίνου πάθος, τω λόγω θεραπεύσας.

Θεοτοκίον.
Ίασαι Κόρη, την ασθενούσαν ψυχήν μου, δεινοίς πάθεσι και πλείσταις αμαρτίαις, ίνα σε δοξάζω την Κεχαριτωμένην.

Ωδή θ΄. Κυρίως Θεοτόκον.
Μεγίστων θαυμασίων, αυτουργός υπάρχων, μη διαλίπης παρέχειν εκάστοτε, ενί εκάστω Παρθένιε τα αιτήματα.

Ο θείος της Λαμψάκου, και κλεινός ποιμάντωρ, θαυματουργέ ιεράρχα Παρθένιε, υπέρ ημών την Τριάδα αεί ικέτευε.

Υψίστου νυν τω θρόνω, παρεσχώς παμμάκαρ, ικετηρίους απαύστως προσάγαγε, υπέρ απάντων δεήσεις, των ευφημούντων σε.

Θεοτοκίον.
Υπέρτερον τον νούν μου, δείξον των γηίνων, ως Υπερτέρα απάσης της κτίσεως, θεοκυήτορ Παρθένε, ίνα δοξάζω σε.

Άξιόν εστιν ως αληθώς, μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον και μητέρα του Θεού ημών. Την τιμιωτέραν των Χερουβείμ, και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον σε μεγαλύνομεν.

Και τα παρόντα Μεγαλυνάρια,
Χαίροις της Λαμψάκου θείος πυρσός, ο καταπυρσεύων, εν τοις θαύμασι πάσαν γην, χαίροις ο διώκων παθών και νοσημάτων και των δαιμόνων ζόφον, πάτερ Παρθένιε.

Θείος ανεδείχθης Αρχιερεύς, λαμπρότητι βίου, διαλάμπων από παιδός, και τοις θαύμασι σου πολλούς ευεργετήσας, αξίως εδοξάσθης, πάτερ Παρθένιε.

Ρύσαι μαγγανείας της χαλεπής, και πάσης μαγείας, ενεργεία τη του εχθρού, και άτρωτον τήρει, ημών τον βίον Πάτερ, εκ πάσης επηρείας, του παναλάστορος.

Νόσους θεραπεύεις οδυνηράς, και καρκίνου πάθος, ιασάμενος συμπαθώς, δίδου ημίν ρώσιν, εν βίω και υγίειαν, Παρθένιε παμμάκαρ, τη αντιλήψει σου.

Χαίροις Αποστόλων ο μιμητής, και Αρχιερέων, εγκαλλώπισμα ιερόν χαίροις των θαυμάτων η πολυχεύμων κρήνη, Παρθένιε παμμάκαρ, ημών βοήθεια.

Μη ελλιπής Πάτερ εκδυσωπείν, τον πάντων Δεσπότην, του διδόναι ημίν αεί, άφεσιν πταισμάτων και πάσαν ευπραγίαν, Παρθένιε παμμάκαρ, ως συμπαθέστατος.

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν, εις το σωθήναι ημάς.

Το Τρισάγιον
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς. (Τρις).
Δόξα Πατρί, και Υιώ, και Αγίω Πνεύματι,
και νυν, και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Παναγία Τριάς, ελέησον ημάς· Κύριε, ιλάσθητι ταίς αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τας ανομίας ημίν· Άγιε, επίσκεψαι και ίασαι τας ασθενείας ημών, ένεκεν του ονόματός σου.

Κύριε, ελέησον· Κύριε, ελέησον· Κύριε, ελέησον.
Δόξα Πατρί…

Πάτερ ημών ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά σου· ελθέτω η βασιλεία σου· γενηθήτω το θέλημά σου, ως εν ουρανώ, και επί της γης. Τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον· και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών· και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.

Ότι σου εστιν η βασιλεία και η δύναμις και η δόξα του Πατρός και του Υιού και
του Αγίου Πνεύματος, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Και τα Τροπάρια ταύτα. Ήχος πλ. β΄.
Ελέησον ημάς, Κύριε, ελέησον ημάς, πάσης γαρ απολογίας απορούντες, ταύτην Σοι την ικεσίαν, ως Δεσπότη, οι αμαρτωλοί προσφέρομεν, ελέησον ημάς.

Δόξα.
Κύριε ελέησον ημάς, επί Σοι γαρ πεποίθαμεν. Μη οργισθής ημίν σφόδρα, μηδέ μνησθής των ανομιών ημών. Αλλ’ επίβλεψον και νυν ως εύσπλαχνος και λύτρωσαι ημάς εκ των εχθρών ημών. Συ γαρ ει Θεός ημών και ημείς λαός Σου, πάντες έργα χειρών Σου και το όνομά Σου επικεκλήμεθα.

Και νυν.
Της ευσπλαγχνίας την πύλην άνοιξον ημίν, ευλογημένη Θεοτόκε, ελπίζοντες εις Σε μη αστοχήσομεν, ρυσθείημεν διά Σου των περιστάσεων, Συ γαρ η σωτηρία του γένους των Χριστιανών.

Εκτενής και Απόλυσις, μεθ’ ην ψάλλομεν τα εξής·

Ήχος β΄. Ότε εκ του ξύλου.
Θείος Ιεράρχης πεφηνώς, και θαυμάτων πλήθει εμπρέψας, πάτερ Παρθένιε, πάσης περιστάσεως και αλγηδόνος πικράς, και δαιμόνων κακώσεως και δολοπλοκίας, και μαγείας λύτρωσαι τους προσιόντας σοι, έχεις γαρ πολλήν παρρησίαν, προς τον Βασιλέα των όλων, εκπληρούν απάντων τα αιτήματα.

Δέσποινα πρόσδεξαι, τας δεήσεις των δούλων σου, και λύτρωσαι ημάς, από πάσης ανάγκης και θλίψεως.

Την πάσαν ελπίδα μου, εις σε ανατίθημι, Μήτερ του Θεού, φύλαξόν με υπό την σκέπην σου.

Δι’ ευχών των αγίων πατέρων ημών,
Κύριε Ιησού Χριστέ ο Θεός, ελέησον και σώσον ημάς.
Αμήν.

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.