Άγιος Νικόλαος Πλανάς: Παρακλητικός Κανών εις τον Άγιον Νικόλαο τον Πλανά – Ποίημα Αρχ. Νικόδημου Παυλοπούλου

† Εορτάζεται στις 2 Μαρτίου

Ευλογήσαντος του ιερέως αρχόμεθα αναγινώσκοντες τον ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσόν μου εν τη δικαιοσύνη σου· και μη εισέλθης εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πάς ζών. Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου, εταπείνωσεν εις γην την ζωήν μου, εκάθισέ με εν σκοτεινοίς ως νεκρούς αιώνος· και ηκηδίασεν επ’ εμέ το πνεύμά μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείράς μου η ψυχή μου ως γη άνυδρός σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμά μου· μη αποστρέψης το πρόσωπόν σου απ’ εμού, και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μου το πρωί το έλεός σου, ότι επί σοί ήλπισα· γνώρισόν μοι, Κύριε, οδόν εν η πορεύσομαι, ότι προς σε ήρα την ψυχήν μου· εξελού με εκ των εχθρών μου, Κύριε, προς σε κατέφυγον. Δίδαξόν με του ποιείν το θέλημά σου, ότι σύ εί ο Θεός μου· το Πνεύμά σου το αγαθόν οδηγήσει με εν γη ευθεία. Ένεκεν του ονόματός σου, Κύριε, ζήσεις με, εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου· και εν τώ ελέει σου εξολοθρεύσεις τους εχθρούς μου και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλός σου ειμι.

Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος α΄. Εξομολογείσθε τώ Κυρίω, ότι αγαθός, ότι εις τον αιώνα το έλεος αυτού.
Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος β΄. Πάντα τα έθνη εκύκλωσάν με και το ονόματι Κυρίου ημυνάμην αυτούς.
Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου εγένετο αύτη και έστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Είτα τα τροπάρια·

Ήχος δ΄. Ο υψωθείς εν τώ Σταυρώ.
Οι Νικοδήμου συμπολίται προσέλθετε και σύν εκείνω τον Πλανάν απαντήσατε τον μετ’ εκείνον Άγιον υμών και πανηγυρίσατε τώ Θεώ εκβοώντες, Δέσποτα υμνούμέν σε, τον εσχάτοις τοις χρόνοις προσενεγκόντα άγιον κλεινόν δεύτερον άλλον Νικόλαον όσιον.

Δόξα. Και νύν.
Θεοτοκίον.
Ου σιωπήσομέν ποτε Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι, ει μη γάρ σύ προΐστασο πρεσβεύουσα, τις ημάς ερῥύσατο εκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν, έως νύν ελευθέρους; Ουκ αποστώμεν Δέσποινα εκ σού, σούς γάρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.

Ο Ψαλμός Ν´(50)
Ελέησόν με, ο Θεός, κατά το μέγα ελεός σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου· επί πλείον πλύνόν με από της ανομίας μου και από της αμαρτίας μου καθάρισόν με. Ότι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιόν μού εστι διαπαντός. Σοί μόνω ήμαρτον και το πονηρόν ενώπιόν σου εποίησα, όπως αν δικαιωθής εν τοις λόγοις σου, και νικήσης εν τώ κρίνεσθαί σε. Ιδού γάρ εν ανομίαις συνελήφθην, και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου. Ιδού γάρ αλήθειαν ηγάπησας, τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσάς μοι. Ῥαντιείς με υσσώπω, και καθαρισθήσομαι· πλυνείς με, και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπόν σου από των αμαρτιών μου και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί, ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μη απορῥίψης με από του προσώπου σου και το Πνεύμά σου το Άγιον μη αντανέλης απ’ εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου και πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι. Ῥύσαί με εξ αιμάτων, ο Θεός ο Θεός της σωτηρίας μου· αγαλλιάσεται η γλώσσά μου την δικαιοσύνην σου. Κύριε τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσίν σου. Ότι ει ηθέλησας θυσίαν, έδωκα άν· ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τώ Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον Κύριε, εν τη ευδοκία σου την Σιών, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ· τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν και ολοκαυτώματα· τότε ανοίσουσιν επί το θυσιαστήριόν σου μόσχους.

Και ο Κανών.

Ωδή α΄. Ήχος πλ. δ΄. Υγράν διοδεύσας.
Οσίων ομόσκηνος ώ Πλανά, Νικόλαε πάτερ, σύ γενόμενος επειδάν, οσίως κεκοίμησαι Κυρίω, όν εκδυσώπει πταισμάτων με ῥύσασθαι.

Πατέρων ομόζηλος ώ Πλανά, Νικόλαε πάτερ διετέλεσας ιεράν, την θείαν τελών σύ Λειτουργίαν, και οσημέραι ως ούτοι δεόμενος.

Λουόμενος δάκρυσιν ώ Πλανά, Νικόλαε πάτερ, κατανύξεως γεηράς, προσηύχεσο Όσιε Κυρίω, εντειλαμένοις την άφεσιν δίδοσθαι.

Θεοτοκίον.
Απάντων τα πταίσματα ώ Πλανά, Νικόλαε πάτερ, επωμίζεσο εν χαρά και πάσιν επήρκεσας προθύμως, τη Θεοτόκω αεί προσευχόμενος.

Ωδή γ΄. Ουρανίας αψίδος.
Νάξου νήσου βλαστός τε και Παραδείσου ο δεύτερος, μετά Νικοδήμου εγένου, ο σύν ορμώμενος, καθικετεύεις νύν, τον σόν Θεόν και Δεσπότην, τοις Ναξίοις δίδοσθαι, χάριν και έλεος.

Αγιώτατε Πάτερ της Βουλιαγμένης ο ένθερμος, και του ιερού του Προδρόμου, θύτης γενόμενος, ταις ιεραίς σου λιταίς, τον σόν Θεόν εκδυσώπει, φωτισμόν δωρήσασθαι και θείον έλεος.

Σεραφείμ και των άλλων Ταγμάτων τρόπον μιμούμενος, έζεις εν γη ως ακτήμων, και ουχ ως ένυλος, περιουσίαν σου, τοις συγγενέσι προσνείμας, και τώ σόν βαλάντιον πτωχοίς κενούμενος.

Θεοτοκίον.
Παραμύθιον πάσιν αμαρτωλοίς σύ γενόμενος, και τη Θεοτόκω εκθύμως, σύ προσευχόμενος, εν Ελισσαίου Ναώ, τας αγρυπνίας ετέλεις, και εκ γης ανύψωνες πάντα ως ένθεος.

Ωδή δ΄. Εισακήκοα Κύριε.
Λύπην πάσαν εμάκρυνας, των μυχών ψυχής σου, ότε σύ έμεινας, της συζύγου δίχα Όσιε, και μονήρη βίον επεπόθησας.

Απηρνήσο Νικόλαε, της σαρκός σου πάσαν, τυχόν ευπάθειαν, και εβίωσας ως Άγγελος, επί γης έχων αυτοκράτορα.

Ναίων πάτερ Νικόλαε, εν βοή υδάτων πολλών ενίοτε, τοις ποσίν αβρόχοις έφθασας, Ναώ Ελισσαίου και ηγρύπνησας.

Θεοτοκίον.
Ώρας πλείστας πανόσιε, σου δεήσεις θείας Θεώ ανέφερες, Θεοτόκου δε ανέμενες, την θερμήν πρεσβείαν προαιτούμενος.

Ωδή ε΄. Φώτισον ημάς.
Μόνε αγαθέ, πανοικτίρμων και φιλάνθρωπε, ταις Νικολάου λιταίς του Πλανά, την σήν ειρήνην νύν δός μοι και άφεσιν.

Έλεος τανύν, Ελεήμον και φιλάνθρωπε, ταις του Οσίου ενθέρμοις ευχαίς, πάσι δίδου, και πταισμάτων την συγχώρησιν.

Νόμου αγαθέ, σύ γενόμενος υπήκοος, νομοθέτησόν με θείαις διδαχαίς, ίνα εύρω του Χριστού οδόν την άσφαλτον.

Θεοτοκίον.
Όλην Αγαθή, σύ Παντάνασσά μου Δέσποινα, την σήν εύνοιαν και θείαν στοργήν, Νικολάου ταις ευχαίς δίδου μοι δέομαι.

Ωδή στ΄. Την δέησιν.
Ικέτευε ώ Νικόλαε πάτερ, Πρόδρομόν τε και προφήτην Ελισσαίον, ούς φλογερώς ελειτούργεις παμμάκαρ, το καθ’ ημέραν ως θύτην δεόμενος, και δίδου πάσιν την ευχήν, Προφητών και Οσίων πανάγιε.

Σου δέομαι, σαίς πρεσβείαις ῥύσαί με, αμφιβλήστρω του εχθρού εμπεσόντα, και ασφαλή και ασινή τήρησόν με, εν τη ζωή τη παρούση ώ Άγιε, και δίδου μοι την σήν ευχήν, ίνα εύρω καλών την ακρόρῥοιαν.

Ελεύθερον, των παθών ποίησόν με, και ποικίλων πειρασμών τε και νόσων, όσαι τανύν κατατρύχουσι σώμά μου, το θνητόν και φθαρτόν τε και δείλαιον, και δίδου μοι ῥώσιν ισχύν, και υγίειαν και θείαν βοήθειαν.

Θεοτόκιον.
Πανύμνητε, Παναγία πρέσβειρα, ταις θερμαίς Νικολάου πρεσβείαις, πάσιν ημίν τοις οικτρώς δεομένοις, δίδου πταισμάτων συγγνώμην και άφεσιν, και σου την θείαν αρωγήν, ίνα φύγωμεν κόσμου ευπάθειαν.

Νικόλαε, την δαψιλή Κυρίου χάριν λαμβάνων επί ημάς τους Ναξίους ταύτην επίχεε, και φώτισον τας καρδίας απάντων.

Άχραντε, η διά λόγου τον Λόγον ανερμηνεύτως, επ’ εσχάτων των ημερών τεκούσα, δυσώπησον, ως έχουσα μητρικήν παρῥησίαν.

Αίτησις και το Κοντάκιον.
Ήχος β΄.
Ώ Νικόλαε πλανά παμμακάριστε, και της Νάξου υιέ ευκλεέστατε, Νικοδήμω, τώ του Αγίου Όρους θαυμαστώ, συμπροσεύχου εσαεί, πρό του θρόνου του Θεού, και πατρός ημών Άγιε, ίνα σή γενετείρα, και πάση ψυχή αθλία, ίλεως γένηται τανύν, και οικτίρμων θεοδόξαστε.

Και ευθύς το Προκείμενον.
Στίχος. Καυχήσονται Όσιοι εν δόξη, και αγαλλιάσονται επί των κοιτών αυτών.

Ευαγγέλιον.
Εκ του κατά Ματθαίον.
(Κεφ. ε΄, 14 – 19).
Είπεν ο Κύριος τοις εαυτού μαθηταίς· υμείς εστε το φως του κόσμου. Ου δύναται πόλις κρυβήναι επάνω όρους κειμένη, ουδέ καίουσι λύχνον και τιθέασιν αυτόν υπό τον μόδιον, αλλ᾿ επί την λυχνίαν και λάμπει πάσι τοις εν τη οικία. Ούτω λαμψάτω το φως υμών έμπροσθεν των ανθρώπων, όπως ίδωσι τα καλά υμών έργα και δοξάσωσι τον Πατέρα υμών τον εν τοις ουρανοίς. Μη νομίσητε, ότι ήλθον καταλύσαι τον Νόμον η τους Προφήτας. Ουκ ήλθον καταλύσαι, αλλά πληρώσαι. ᾿Αμήν γάρ λέγω υμίν· έως αν παρέλθη ο ουρανός και η γή, ιώτα εν η μία κεραία ου μη παρέλθη από του Νόμου, έως αν πάντα γένηται. Ός εάν ούν λύση μίαν των εντολών τούτων των ελαχίστων και διδάξη ούτω τους ανθρώπους, ελάχιστος κληθήσεται εν τη βασιλεία των ουρανών. Ός δ᾿ αν ποιήση και διδάξη, ούτος μέγας κληθήσεται εν τη βασιλεία των ουρανών.

Δόξα.
Ταις του σου Οσίου, πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη, των εμών εγκλημάτων.

Και νύν.
Ταις της Θεοτόκου, πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη, των εμών εγκλημάτων.

Στίχος. Ελέησόν με, ο Θεός, κατά το μέγα έλεός σου και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου.
Προσόμοιον.
Ήχος πλ. β΄. Όλην αποθέμενοι.
Όλην αποθέμενος, Θεώ Πλανά την καρδίαν, παμμάκαρ Νικόλαε, εκ παιδός επόθησας ζήν ως άριστα, και κατηκολούθησας, μετά σήν χηρείαν, Ιερέως το λειτούργημα, και το επάγγελμα, του πνευματικού πατρός και ηρίστευσας, εν θαύμασι πλείστοις και στάσεσι παννύχοις ιερέ, ουρανοφάντορ πατήρ ημών, όθεν σε γεραίρομεν.

Σώσον ο Θεός τον λαόν σου…

Ωδή ζ΄. Οι εκ της Ιουδαίας.
Ημών των σε υμνούντων, ώ Πάτερ θεοφόρε γενού ευήκοος, και δέξαι τας δεήσεις, και εξομολογήσεις, των Ναξίων αοίδιμε, και πάσι δίδου χαράν, και ποθητήν υγίειαν.

Ῥεόντων των του βίου, αποδημήσας Πάτερ και ηκολούθησας, τοις ίχνεσι Κυρίου, και Σωτήρος του κόσμου, και Αυτώ προσανέθηκας, την ιεράν σου ψυχήν, μιμούμενος πατέρας.

Καρδίαν σου οσίαν, καιομένη απαύστως σύ προσαπέδειξας, τώ πόθω του Κυρίου, ως λαμπάδα εν σκότει και πιστώς ιεράτευσας, γενόμενός τε λειτουργός, θαυματουργός και μύστης.

Θεοτοκίον.
Εμού του τρισαθλίου, τας δεήσεις προσδέχου ώ Μήτερ πάναγνε, λιταίς του Νικολάου, του Πλανά του Ναξίου, και νύν ανάγαγε, την αίτησίν μου σώ Υιώ, ίνα ῥυσθώ του πλάνου.

Ωδή η΄. Τον Βασιλέα.
Σώμά σου Πάτερ, ταπεινών εν νηστείαις, χαμευνίαις αγρυπνίαις άλλαις, πολλαίς κακοπαθείαις, ωμίλεις μετ’ Αγγέλων.

Επί των τοίχων, προσκυνών τους Αγίους, σου το δέμας το μικρόν κατεγέλας, βλέπων ως εκείνοι, έτεινόν σοι τους πόδας.

Ναξίων δήμοι, και Παρίων ωσαύτως προσκυνούμεν τώ Ναώ Νικολάου, όνπερ νύν προδήλως, ηγείραμεν εκ πόθου.

Θεοτοκίον.
Ίδε Παρθένε, Θεοτόκε Μαρία, Νικολάου του Πλανά τα τεκνία, και δός δή του Υιού σου, την θείαν προστασίαν.

Ωδή θ΄. Κυρίως Θεοτόκον.
Κυρίως των Ναξίων, λαός και Αθηνών τε, συμπατριώται και φίλοι Χριστού του Θεού, σε ανυμνούμεν απαύστως, Πλανά Νικόλαε.

Ορίων των της Νάξου, Αθηνών τε επίσης, μακράν εξήλθεν η φήμη σου Πάτερ Πλανά, και σοί προσετρέχομεν πάντες εκ πεποιθήσεως.

Δίδου μοι την σήν χάριν, οσιώτατε Πάτερ, και το σόν έλεος δέομαι θείε Πλανά, ίν΄ εύρω λύσιν πταισμάτων, των συνθλιβόντων με.

Θεοτοκίον.
Παρθένε Θεοτόκε, άχραντε Μαρία, σύν Νικολάω δυσώπει Χριστόν τον Θεόν, του ευαρέστως με πράττειν, θεία προστάγματα.

Άξιόν εστιν ως αληθώς, μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον και μητέρα του Θεού ημών. Την τιμιωτέραν των Χερουβείμ, και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον σε μεγαλύνομεν.

Και τα παρόντα Μεγαλυνάρια,
Τον εν ιερεύσι τερατουργόν, και τον εν λευΐταις, ανεξάντλητον λειτουργόν, πεντήκοντα χρόνους ευχόμενον Κυρίω, Νικόλαον τον νέον πάντες τιμήσωμεν.

Τον της νήσου Νάξου νέον βλαστόν, και των Αθηναίων ιερώτατον λειτουργόν, Πλανάν τον πατέρα και θείον αριστέα, εν ύμνοις πανεύφημοις νύν καταστέψωμεν.

Τον Παπαδιαμάντη ομόφρονα, και Μωραϊτίδη φίλον έμπιστον εκλεκτόν, τον θείον ποιμένα εις Ιλισσού πεδία, και Βουλιαγμένης δήμου νύν ευφημήσωμεν.

Τον της εγκρατείας μύστην τρανόν, και της αγρυπνίας τον ωραίον μυσταγωγόν, τον εν εσχάτοις χρόνοις, βιώσαντα αμέμπτως, Νικόλαον τον θείον ανευφημήσωμεν.

Τον ποσίν αβρόχοις υπό βροχήν, βαδίζοντα φθάσαι, Ελισσαίου εν τώ Ναώ, και πλείστοις εν άλλοις σημείοις τον δειχθέντα, θαυματουργόν πατέρα συνεορτάσωμεν.

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες, μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν, εις το σωθήναι ημάς.

Το Τρισάγιον
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς. (Τρίς).
Δόξα Πατρί, και Υιώ, και Αγίω Πνεύματι,
καί νύν, και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Παναγία Τριάς, ελέησον ημάς· Κύριε, ιλάσθητι ταις αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τας ανομίας ημίν· Άγιε, επίσκεψαι και ίασαι τας ασθενείας ημών, ένεκεν του ονόματός σου.

Κύριε, ελέησον· Κύριε, ελέησον· Κύριε, ελέησον.
Δόξα Πατρί, και Υιώ, και Αγίω Πνεύματι,
καί νύν, και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Πάτερ ημών ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά σου· ελθέτω η βασιλεία σου· γενηθήτω το θέλημά σου, ως εν ουρανώ, και επί της γής. Τον άρτον ημών τον επιούσιον δός ημίν σήμερον· και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών· και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ῥύσαι ημάς από του πονηρού.

Ότι σου εστιν η βασιλεία και η δύναμις και η δόξα του Πατρός και του Υιού καί
τού Αγίου Πνεύματος, νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Και τα Τροπάρια ταύτα. Ήχος πλ. β΄.
Ελέησον ημάς, Κύριε, ελέησον ημάς, πάσης γάρ απολογίας απορούντες, ταύτην σοι την ικεσίαν, ως Δεσπότη, οι αμαρτωλοί προσφέρομεν, ελέησον ημάς.

Δόξα.
Κύριε ελέησον ημάς, επί σοί γάρ πεποίθαμεν. Μη οργισθής ημίν σφόδρα, μηδέ μνησθής των ανομιών ημών. Αλλ’ επίβλεψον και νύν ως εύσπλαχνος και λύτρωσαι ημάς εκ των εχθρών ημών. Σύ γάρ εί Θεός ημών και ημείς λαός σου, πάντες έργα χειρών σου και το όνομά σου επικεκλήμεθα.

Και νύν.
Της ευσπλαγχνίας την πύλην άνοιξον ημίν, ευλογημένη Θεοτόκε, ελπίζοντες εις σε μη αστοχήσομεν, ῥυσθείημεν διά σου των περιστάσεων, σύ γάρ η σωτηρία του γένους των Χριστιανών.

Και το τροπάριον. Ήχος α΄.
Τας του πλάνου παγίδας εκφυγών ιερώτατε, απλανώς επορεύθης διά βίου πατήρ ημών Νικόλαε αοίδιμε Πλανά, ουράνια χαρίσματα λαβών, αγρυπνίαις και νηστείαις, ιερουργών οσίως τώ Κυρίω σου, όνπερ καθικετεύων εκτενώς, Νάξιον ιεράτευμα, πρέσβευε δωρηθήναι και ημίν το θείον έλεος.

Εκτενής και Απόλυσις, μεθ’ ην ψάλλομεν τα εξής·

Ήχος β΄. Ότε εκ του ξύλου σε νεκρόν.
Δεύτε νύν κατίδωμεν πιστοί, θαύμα συντελούμενον μέγα, εν τοις εσχάτοις καιροίς, εκ της Νάξου Άγιον νέον φανέντα ημίν, τον Πλανάν τον Νικόλαον, τον θαύμασι πλείστοις, τους Αγίους φθάσαντα των παλαιών γενεών, και τον θαυμαστώσαντα τούτον, άγιον Θεόν και Πατέρα, πάντες ευγνωμόνως συνδοξάσωμεν.

Δέσποινα πρόσδεξαι, τας δεήσεις των δούλων σου, και λύτρωσαι ημάς, από πάσης ανάγκης και θλίψεως.

Την πάσαν ελπίδα μου, εις σε ανατίθημι, Μήτερ του Θεού, φύλαξόν με υπό την σκέπην σου.

Δι’ ευχών των αγίων πατέρων ημών,
Κύριε Ιησού Χριστέ ο Θεός, ελέησον και σώσον ημάς.
Αμήν.

Δίστιχον·
Νικόλαε μου κλεινέ Νάξου
Νικόδημον δέξαι γράψοντά σοι Κανόνα.

Παρακλητικός Κανών εις τον Άγιον Ιερέα Νικόλαο τον Νέο τον Πλανάν
Ποίημα Ιερομονάχου Αθανασίου Σιμωνοπετρίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

Ευλογήσαντος του ιερέως αρχόμεθα αναγινώσκοντες τον ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσόν μου εν τη δικαιοσύνη σου· και μη εισέλθης εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πάς ζών. Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου, εταπείνωσεν εις γην την ζωήν μου, εκάθισέ με εν σκοτεινοίς ως νεκρούς αιώνος· και ηκηδίασεν επ’ εμέ το πνεύμά μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείράς μου η ψυχή μου ως γη άνυδρός σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμά μου· μη αποστρέψης το πρόσωπόν σου απ’ εμού, και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μου το πρωί το έλεός σου, ότι επί σοί ήλπισα· γνώρισόν μοι, Κύριε, οδόν εν η πορεύσομαι, ότι προς σε ήρα την ψυχήν μου· εξελού με εκ των εχθρών μου, Κύριε, προς σε κατέφυγον. Δίδαξόν με του ποιείν το θέλημά σου, ότι σύ εί ο Θεός μου· το Πνεύμά σου το αγαθόν οδηγήσει με εν γη ευθεία. Ένεκεν του ονόματός σου, Κύριε, ζήσεις με, εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου· και εν τώ ελέει σου εξολοθρεύσεις τους εχθρούς μου και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλός σου ειμι.

Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος α΄. Εξομολογείσθε τώ Κυρίω, ότι αγαθός, ότι εις τον αιώνα το έλεος αυτού.
Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος β΄. Πάντα τα έθνη εκύκλωσάν με και το ονόματι Κυρίου ημυνάμην αυτούς.
Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου εγένετο αύτη και έστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Και τα τροπάρια·

Ήχος δ΄. Ο υψωθείς εν τώ Σταυρώ.
Ως τώ Κυρίω παραστάς ισαγγέλως, κλέος της Νάξου, ιερέων λαμπρότης, Νικόλαε πανεύφημε ικέτευε θερμώς, όπως τα αιτήματα, των πιστώς σε τιμώντων, δέξηται και άφθονον, καταπέμψη την χάριν, ην δέδωκέ σοι όντι επί γής, και θαυμασίοις, πολλοίς σε επλούτησεν.

Δόξα. Και νύν.
Θεοτοκίον.
Ου σιωπήσομέν ποτε Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι, ει μη γάρ σύ προΐστασο πρεσβεύουσα, τις ημάς ερῥύσατο εκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν, έως νύν ελευθέρους; Ουκ αποστώμεν Δέσποινα εκ σού, σούς γάρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.

Ο Ψαλμός Ν´(50)
Ελέησόν με, ο Θεός, κατά το μέγα ελεός σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου· επί πλείον πλύνόν με από της ανομίας μου και από της αμαρτίας μου καθάρισόν με. Ότι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιόν μού εστι διαπαντός. Σοί μόνω ήμαρτον και το πονηρόν ενώπιόν σου εποίησα, όπως αν δικαιωθής εν τοις λόγοις σου, και νικήσης εν τώ κρίνεσθαί σε. Ιδού γάρ εν ανομίαις συνελήφθην, και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου. Ιδού γάρ αλήθειαν ηγάπησας, τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσάς μοι. Ῥαντιείς με υσσώπω, και καθαρισθήσομαι· πλυνείς με, και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπόν σου από των αμαρτιών μου και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί, ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μη απορῥίψης με από του προσώπου σου και το Πνεύμά σου το Άγιον μη αντανέλης απ’ εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου και πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι. Ῥύσαί με εξ αιμάτων, ο Θεός ο Θεός της σωτηρίας μου· αγαλλιάσεται η γλώσσά μου την δικαιοσύνην σου. Κύριε τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσίν σου. Ότι ει ηθέλησας θυσίαν, έδωκα άν· ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τώ Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον Κύριε, εν τη ευδοκία σου την Σιών, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ· τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν και ολοκαυτώματα· τότε ανοίσουσιν επί το θυσιαστήριόν σου μόσχους.

Είτα ο Κανών, ού η ακροστιχίς·
Λευΐτα Χριστού Νικόλαε, αεί Αυτώ εύχου. Α(θανάσιος).

Ωδή α΄. ῏Ηχος πλ.δ΄. Αρματηλάτην Φαραώ.
Λειτουργικήν επιποθών λαμπρότητα, πάτερ Νικόλαε, αγγελομιμήτως, τώ Χριστώ παρίστασο, μιμούμενος προστάτην σου, ιεράρχην Μυρέων, μεθ᾿ ού πρεσβεύοις αείποτε, υπέρ των πιστώς αιτουμένων σε.

Εν μέσω κόσμου θορυβώδους Όσιε, βίον επέδειξας, ασκητών αρχαίων, άνω σου το φρόνημα, υψών και την καρδίαν σου, ασφαλίζων τρισμάκαρ, χριστοφιλήτω απλότητι, ην τοις δεομένοις σου δώρησαι.

Υπερορών των ηδονών του σώματος, μονήν σου έσχηκας, ηδονήν τρισμάκαρ, ως στρουθός φιλόθεος, εν οίκω του Κυρίω σου, παραμένειν και πόθω, αδιαλείπτως προσεύχεσθαι, και κατατρυφάν του Δεσπότου σου.

Θεοτοκίον.
Ιλαστικώς τον σόν Υιόν ικέτευε, Θεομακάριστε, υπέρ εξαιτούντων, την θερμήν πρεσβείαν σου, δωρήσασθαι ταπείνωσιν, και αγνότητα βίου, ως Νικολάω τώ δούλω σου, ταύτα εδωρήσατο Δέσποινα.

Ωδή γ΄. Ουρανίας αψίδος.
Την χηρείαν ως δώρον, παρά Χριστού δέδεξαι, όθεν την αγνείαν προείλου, πάτερ Νικόλαε, δι᾿ ής εφείλκυσας, το φιλοπάρθενον Πνεύμα, ο παράσχοις άπασι, τοις εξαιτούσί σε.

Αγιότροπον έχων, τον λογισμόν Όσιε, της ιερωσύνης ποδήρη, χαίρων ενδέδυσαι, και διηκόνησας, σεραφεικώς τώ Κυρίω, όν εξιλεώσαις μοι, θείαις πρεσβείαις σου.

Χριστοφόρος εδείχθης, ιερουργός Άγιε, ως Αμνόν Θεού καθ᾿ ημέραν, θύων και τρώγων τε, όθεν εγκαίνισον, Τούτον ψυχή μου ευχαίς σου, θανατούντα πάθη μου, τα αναρίθμητα.

Θεοτοκίον.
Ῥύου πάσης παγίδος, του πονηρού Δέσποινα, επικαλουμένους σήν κλήσιν, την ζωοπάροχον, και διαφύλαξον, ώσπερ στρουθούς από πάγης, ίνα μεγαλύνωμεν, σε Παναμώμητε.

Διάσωσον, από κινδύνων παντοίων τους σούς ικέτας, ιερέων λαμπρότης πάτερ Νικόλαε, και σύναψον ημάς Χριστώ, ταις σεπταίς σου πρεσβείαις.

Επίβλεψον, εν ευμενεία πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίασαι, της ψυχής μου το άλγος.

Αίτησις και το Κάθισμα.
Ήχος β΄. Πρεσβεία θερμή.
Ποιμένος καλού, εικόνισμα πανάριστον, και μέγας λαού, ευχέτης αναδέδειξαι, όθεν πάτερ Νικόλαε ικέτευε, και νύν εκτενώς υπέρ ημών, Χριστώ Φιλανθρώπω ώ παρέστηκας.

Ωδή δ΄. Εισακήκοα, Κύριε.
Ιερεύ αγγελόνοε, μνήσθητι απάντων συνιερέων σου, αλλοιών ψυχάς και φρόνημα, ταις προς τον Δεσπότην ικεσίαις σου.

Στήθι Πάτερ ακλόνητος, έμπροσθεν Κυρίου και καθικέτευε, ίνα ζόφου πλάνης ῥύσηται, τους πεπλανημένους βίου πράγμασι.

Της ψυχής μου το άπληστον, κάθελε ακτήμον πάτερ Νικόλαε, χαριζόμενος αυτάρκειαν, και προνοίας θείας την εξάρτησιν.

Θεοτοκίον.
Ουρανόν πολυάστερον, έδειξας Νικόλαον τον ικέτην σου, αρεταίς Μήτερ στολίσασα, τούτου την καρδίαν δι᾿ αγνότητα.

Ωδή ε΄. Φώτισον ημάς.
Ύμνεις τον Θεόν, αγρυπνίαις ταις παννύχοις σου, ώ ιερώτατε Νικόλαε, και νύν Αυτόν, ικετεύοις υπέρ τέκνων σου.

Νίκην εν Χριστώ, ην Νικόλαε κατήγαγες, κόσμον σαυτόν και κοσμοκράτορα, καθυποτάξας, και ημίν ευχαίς σου δώρησαι.

Ίθυνον ψυχάς, των τιμώντων σε μακάριε, εις την οδόν της αγιότητος, επιστηρίζων, ταις απαύστοις ικεσίαις σου.

Θεοτοκίον.
Κάλλυνον Αγνή, σκοτεινόμορφον καρδίαν μου, ως τεξαμένη τον υπέρκαλλον, και φωτοδότην, Ιησούν τον σκότος λύοντα.

Ωδή στ΄. Την δέησιν εκχεώ.
Ουράνιον, πολιτείαν έσχηκας, ως πρεσβύτερος χορείας της άνω, διό της γής, ως θεόπτερος Πάτερ, διακονών τώ Χριστώ υπερίπτασο, αξίωσον ούν και ημάς, γεηρών υπεραίρεσθαι πάντοτε.

Λατρεύων, τώ Δεσπότη Άγιε, εκ ψυχής και διανοίας σου όλης, των ιερών, μυστηρίων μετείχες, ά οφθαλμός θεωρήσαι ου δύναται· διάνοιξον ούν και ημών, νούν προς γνώσιν του θείου θελήματος.

Αγγέλους σοι, υπηρέτας έπεμπεν, ουρανίων ουσιών ο Δεσπότης, την νοεράν, εργασίαν βραβεύων, ην αδιάλειπτον είχες Νικόλαε, αξίωσον ταύτης ημάς, μετασχείν και εργάζεσθαι έσωθεν.

Θεοτοκίον.
Ελύπησα, τον καλόν μου Κύριον, ως αναίσχυντος και άχρηστος δούλος, όθεν Αγνή, παρῥησίαν μη έχων, σέ μου μεσίτριαν πάλιν προβάλλομαι, ανοίξαι σπλάγχνα πατρικά, και συγχώρησιν δούναι πταισμάτων μου.

Διάσωσον, από κινδύνων παντοίων τους σούς ικέτας, ιερέων λαμπρότης πάτερ Νικόλαε, και σύναψον ημάς Χριστώ, ταις σεπταίς σου πρεσβείαις.

Άχραντε, η διά λόγου τον Λόγον ανερμηνεύτως, επ᾿ εσχάτων των ημερών τεκούσα δυσώπησον, ως έχουσα, μητρικήν παρῥησίαν.

Αίτησις και το Κοντάκιον.
῏Ηχος β΄. Προστασία των χριστιανών.
Του Χριστού ιερεύ αγιώτατε, και πιστών πρεσβευτά ετοιμότατε, άνοιξόν σου, τα της καρδίας ώτα νοερά, φωναίς, ικετευτικαίς όσον ταχύ, των αιτουμένων σε πιστώς, και χρηζόντων πρεσβείας σου· νίκησον πάσαν θλίψιν, δώρησαι νόσων λύσιν, και σωτηρίαν ταις ψυχαίς, παμμακάριστε Νικόλαε.

Προκείμενον.
Οι ιερείς σου, Κύριε, ενδύσονται δικαιοσύνην και οι όσιοί σου αγαλλιάσει αγαλλιάσονται.
Στίχος. Ακούσατε ταύτα πάντα τα έθνη.

Ευαγγέλιον.
Εκ του κατά Ματθαίον.
(Κεφ. ε΄, 14 – 19).
Είπεν ο Κύριος τοις εαυτού μαθηταίς· υμείς εστε το φως του κόσμου. Ου δύναται πόλις κρυβήναι επάνω όρους κειμένη, ουδέ καίουσι λύχνον και τιθέασιν αυτόν υπό τον μόδιον, αλλ᾿ επί την λυχνίαν και λάμπει πάσι τοις εν τη οικία. Ούτω λαμψάτω το φως υμών έμπροσθεν των ανθρώπων, όπως ίδωσι τα καλά υμών έργα και δοξάσωσι τον Πατέρα υμών τον εν τοις ουρανοίς. Μη νομίσητε, ότι ήλθον καταλύσαι τον Νόμον η τους Προφήτας. Ουκ ήλθον καταλύσαι, αλλά πληρώσαι. Αμήν γάρ λέγω υμίν· έως αν παρέλθη ο ουρανός και η γή, ιώτα εν η μία κεραία ου μη παρέλθη από του Νόμου, έως αν πάντα γένηται. Ός εάν ούν λύση μίαν των εντολών τούτων των ελαχίστων και διδάξη ούτω τους ανθρώπους, ελάχιστος κληθήσεται εν τη βασιλεία των ουρανών. Ός δ᾿ αν ποιήση και διδάξη, ούτος μέγας κληθήσεται εν τη βασιλεία των ουρανών.

Δόξα.
Ταις του σου Αγίου πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη, των εμών εγκλημάτων.

Και νύν.
Ταις της Θεοτόκου, πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη, των εμών εγκλημάτων.

Στίχος. Ελέησόν με, ο Θεός, κατά το μέγα έλεός σου και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου.
Προσόμοιον.
Ήχος πλ. β΄. Όλην αποθέμενοι.
Κόσμου πόντον άβροχος, τρικυμιώδη διήλθες, όλην σου την έφεσιν, έχων προς ουράνια, αγγελόβιε· λειτουργών ως πύρινος, θύτης τώ Κυρίω, επηγρύπνεις εν σκηνώμασι, πάτερ Νικόλαε, τοις πεποθημένοις σύν τέκνοις σου, απλότητα κτησάμενος, την Θεού ελκύουσαν εύνοιαν·
όθεν χαρισμάτων, δεξάμενος πλουσίως ορμαθόν, φάνηθι πρέσβυς ακοίμητος, των πιστώς τιμώντων σε.

Σώσον ο Θεός τον λαόν σου….

Ωδή ζ΄. Παίδες εβραίων.
Άνωθεν φως σοι επεφοίτα, την ενάρετον, δηλούν σου πολιτείαν, όθεν πάτερ κλεινέ, φωτός θείου μετέχων, ακτίνας εξαπόστειλον, τοις τιμώσι σε εκ πόθου.

Έσχες Αγγέλους και Αγίους, συνεργούντάς σοι, εν πάση περιστάσει, ούς λευίτα σεπτέ, ικέτευε ελθείν μοι, συμβοηθούς εν βίω μου, και προστάτας αηττήτους.

Ίππον δυσήνιον ευχή σου, καθημέρωσας, Νικόλαε τρισμάκαρ, όθεν πάθη ψυχών, κατεύνασον και δίδου, ειρήνην την του Πνεύματος, τη ψυχή μου δυστροπούση.

Θεοτοκίον.
Άλλην ουκ έχομεν ελπίδα, οι ταλαίπωροι, εν θλίψεσι του βίου, ει μη Δέσποινα σέ, χαράν απηλπισμένων, και νέφη διαλύουσαν, τα ψυχών θολούντα όμμα.

Ωδή η΄. Τον εν όρει.
Υπερήφανον νούν Πάτερ καθείλες, ταπεινώσεως, φορέσας τον χιτώνα, όθεν καμού ταπείνωσον το φρόνημα, ίνα του Κυρίου, το ένδυμα φορέσω.

Τών πενήτων προστάτης ανεδείχθης, ως κτησάμενος, εγκάρδιον αγάπην, και παρεκάλεις Πάτερ τους εν θλίψεσι, λόγοις σου γλυκέσι, δι᾿ ών καμέ γλυκάναις.

Ωμοιώθης Δεσπότη σου ώ Πάτερ, εν απλότητι, φερόμενος καρδίας, όθεν βοώμεν πίστει οι τιμώντές σε, δίδου ημίν ταύτην, ως κλείδα Βασιλείας.

Θεοτοκίον.
Ελεπρώθη, ψυχή μου Θεομήτορ, και εξέζησαν τα έλκη των πταισμάτων, διό εμπόνως κράζω καθικέτευε, σύν τώ Νικολάω, Φιλάνθρωπον Υιόν σου.

Ωδή θ΄. Εξέστη επί τούτω.
Υψώθη σου το όνομα θαυμαστώς, και της γης περιήλθε τα πέρατα, βίος ο σός, ώ χριστοταπείνωτε ιερεύ, Νικόλαε θαυμάσιε, ότι σκεύος γέγονας αρετών, εν σώματι ενταύθα, διό εν ουρανίοις, πρέσβυς ημών γενού μακάριε.

Χορός των Πρεσβυτέρων περιχαρώς, ουρανίου Σιών υπεδέξατο, ψυχήν την σήν, ως αγγελονόου συλλειτουργού, διό πάτερ Νικόλαε, μνήσθητι των δούλων σου εκτενώς, και θείας Βασιλείας, δείξον συγκληρονόμους, τους πολιτείαν σου θαυμάζοντας.

Ουκ έτι το σαρκίον το ασθενές, εμποδίζει σε πάτερ Νικόλαε, εκ της ευχής, και της θεωρίας του Ιησού, αλλά βλέπεις φανώτερον, άπερ επεθύμεις ών εν τη γή, διό παρακαλούμεν, αξίωσον συστήναι, ημάς Εδέμ εν τοις σκηνώμασι.

Υπόκλινον το ούς σου το μυστικόν, ιερέων Κυρίου αγλάισμα, και ευμενώς, δέχου τας αιτήσεις σών ικετών, και ταύτας αεί πρόσφερε, τώ ηγαπημένω σου Ιησού, όπως παράσχη χάριν, και έλεος τοις όσοι, την θείαν μνήμην σου γεραίρομεν.

Θεοτοκίον.
Αμάξη μητρικών σου ικεσιών, τώ Υιώ σου παράστησον Δέσποινα, εμήν ψυχήν, παραλελυμένην εκ των παθών, και αίτησαι Πανάμωμε, σύν τώ Νικολάω τώ θαυμαστώ, ταύτην εξαναστήσαι, και δείξη υγιώσαν, εις εντολών Αυτού εκπλήρωσιν.

Άξιόν εστιν ως αληθώς, μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον και μητέρα του Θεού ημών. Την τιμιωτέραν των Χερουβείμ, και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον σε μεγαλύνομεν.

Και τα παρόντα Μεγαλυνάρια,
Χαίροις ιερέων η καλλονή, αγρυπνίας φίλε, και Αγγέλων συλλειτουργέ, πάντιμε ευχέτα, προστάτα απορούντων, Νικόλαε λευίτα, θεομακάριστε.

Χρόνου νύν υπέρτερος και σαρκός, εύχου θείε Πάτερ, τώ Δεσπότη σου εκτενώς, όπως καταπέμψη, τοις σε τιμώσι πόθω, Νικόλαε την χάριν, και μέγα έλεος.

Άμα Νικοδήμω τώ θαυμαστώ, τώ σώ συμπολίτη, καθικέτευε τον Χριστόν, όπως αξιώση, γενέσθαι κληρονόμους, ημάς της Βασιλείας, πάτερ Νικόλαε.

῎Ενδυσον ημάς την καταστολήν, ταπεινοφροσύνης, και απλότητος εν Χριστώ, όπως χαρισμάτων, μετάσχωμεν Κυρίου, ευχαίς σου παναγίαις, θείε Νικόλαε.

Τους καταφοιτώντας τώ σώ ναώ, και εξαιτουμένους, την ταχείάν σου αρῥωγήν, δέχου θείε Πάτερ, και δίδου αιτημάτων, την λύσιν προς συμφέρον, ψυχών Νικόλαε.

Νίκην δίδου πάτερ κατά παθών, των ψυχολετείρων, και εγκαίνισον την ευχήν, Κυρίου καρδίαις, των σε τιμώντων πόθω, Νικόλαε ευχέτα, συμπάσης κτίσεως.

Άμα Νικολάω Μύρων σεπτώ, τώ σώ συνωνύμω, ικετεύσατε τον Χριστόν, όπως θείαν χάριν, παράσχη τοις τιμώσιν, υμών την θείαν μνήμην, πάτερ Νικόλαε.

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες, μετά της Θεοτόκου ποιήσατε πρεσβείαν εις το σωθήναι ημάς.

Το Τρισάγιον
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς. (Τρίς).
Δόξα Πατρί, και Υιώ, και Αγίω Πνεύματι,
καί νύν, και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Παναγία Τριάς, ελέησον ημάς· Κύριε, ιλάσθητι ταις αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τας ανομίας ημίν· Άγιε, επίσκεψαι και ίασαι τας ασθενείας ημών, ένεκεν του ονόματός σου.

Κύριε, ελέησον· Κύριε, ελέησον· Κύριε, ελέησον.
Δόξα Πατρί, και Υιώ, και Αγίω Πνεύματι,
καί νύν, και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Πάτερ ημών ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά σου· ελθέτω η βασιλεία σου· γενηθήτω το θέλημά σου, ως εν ουρανώ, και επί της γής. Τον άρτον ημών τον επιούσιον δός ημίν σήμερον· και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών· και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ῥύσαι ημάς από του πονηρού.

Ότι σου εστιν η βασιλεία και η δύναμις και η δόξα του Πατρός και του Υιού καί
τού Αγίου Πνεύματος, νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Και τα Τροπάρια ταύτα. Ήχος πλ. β΄.
Ελέησον ημάς, Κύριε, ελέησον ημάς, πάσης γάρ απολογίας απορούντες, ταύτην σοι την ικεσίαν, ως Δεσπότη, οι αμαρτωλοί προσφέρομεν, ελέησον ημάς.

Δόξα.
Κύριε ελέησον ημάς, επί σοί γάρ πεποίθαμεν. Μη οργισθής ημίν σφόδρα, μηδέ μνησθής των ανομιών ημών. Αλλ’ επίβλεψον και νύν ως εύσπλαχνος και λύτρωσαι ημάς εκ των εχθρών ημών. Σύ γάρ εί Θεός ημών και ημείς λαός σου, πάντες έργα χειρών σου και το όνομά σου επικεκλήμεθα.

Και νύν.
Της ευσπλαγχνίας την πύλην άνοιξον ημίν, ευλογημένη Θεοτόκε, ελπίζοντες εις σε μη αστοχήσομεν, ῥυσθείημεν διά σου των περιστάσεων, σύ γάρ η σωτηρία του γένους των Χριστιανών.

Εκτενής και Απόλυσις, μεθ’ ην ψάλλομεν τα εξής·

῏Ηχος β΄. Ότε εκ του ξύλου σε.
Πλάνης των του βίου ηδονών, και αμαρτιών της ομίχλης, πάντας απάλλαξον, πάντιμε Νικόλαε, θείαις πρεσβείαις σου, και το φως ημίν δώρησαι, Χριστού του Σωτήρος, όπως πορευσώμεθα, οδόν την άγουσαν, προς την επουράνιον δόξαν, ένθα εξωστράκισται πόνος, δάκρυον και βίου θλίψις άπασα.

Δέσποινα πρόσδεξαι, τας δεήσεις των δούλων σου, και λύτρωσαι ημάς, από πάσης ανάγκης και θλίψεως.

Την πάσαν ελπίδα μου, εις σε ανατίθημι, Μήτερ του Θεού, φύλαξόν με υπό την σκέπην σου.

Δι’ ευχών των αγίων πατέρων ημών,
Κύριε Ιησού Χριστέ ο Θεός, ελέησον και σώσον ημάς.
Αμήν.

Στίχοι·
Χριστώ θυσίας λογικάς αναδείξαις,
ανευφημούντας, Νικόλαε, σόν βίον.

Παρακλητικός Κανών εις τον Άγιο Ιερέα Νικόλαο τον Νέο τον Πλανάν
Ποίημα Νικοδήμου Μητροπολίτου Πατρών

Ευλογήσαντος του ιερέως αρχόμεθα αναγινώσκοντες τον ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσόν μου εν τη δικαιοσύνη σου· και μη εισέλθης εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πάς ζών. Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου, εταπείνωσεν εις γην την ζωήν μου, εκάθισέ με εν σκοτεινοίς ως νεκρούς αιώνος· και ηκηδίασεν επ’ εμέ το πνεύμά μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείράς μου η ψυχή μου ως γη άνυδρός σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμά μου· μη αποστρέψης το πρόσωπόν σου απ’ εμού, και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μου το πρωί το έλεός σου, ότι επί σοί ήλπισα· γνώρισόν μοι, Κύριε, οδόν εν η πορεύσομαι, ότι προς σε ήρα την ψυχήν μου· εξελού με εκ των εχθρών μου, Κύριε, προς σε κατέφυγον. Δίδαξόν με του ποιείν το θέλημά σου, ότι σύ εί ο Θεός μου· το Πνεύμά σου το αγαθόν οδηγήσει με εν γη ευθεία. Ένεκεν του ονόματός σου, Κύριε, ζήσεις με, εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου· και εν τώ ελέει σου εξολοθρεύσεις τους εχθρούς μου και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλός σου ειμι.

Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος α΄. Εξομολογείσθε τώ Κυρίω, ότι αγαθός, ότι εις τον αιώνα το έλεος αυτού.
Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος β΄. Πάντα τα έθνη εκύκλωσάν με και το ονόματι Κυρίου ημυνάμην αυτούς.
Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου εγένετο αύτη και έστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Είτα τα Τροπάρια·

Ήχος δ΄. Ο υψωθείς εν τώ Σταυρώ.
Τώ θεοφόρω Νικολάω προσέλθωμεν οι εν ανάγκαις, ασθενείαις και θλίψεσι, την παρ’ αυτού βοήθειαν αιτούντες εκ ψυχής· παρῥησίαν έχεις γάρ προς Χριστόν τον Σωτήρα, και αυτού το έλεος επισπάται αφθόνως, τοις αιτουμένοις χάριν εκ Θεού, πίστει βαθεία, εις όνησιν εύκαιρον.

Δόξα. Και νύν.
Θεοτοκίον.
Ου σιωπήσομέν ποτε Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι, ει μη γάρ σύ προΐστασο πρεσβεύουσα, τις ημάς ερῥύσατο εκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν, έως νύν ελευθέρους; Ουκ αποστώμεν Δέσποινα εκ σού, σούς γάρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.

Ο Ψαλμός Ν´(50)
Ελέησόν με, ο Θεός, κατά το μέγα ελεός σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου· επί πλείον πλύνόν με από της ανομίας μου και από της αμαρτίας μου καθάρισόν με. Ότι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιόν μού εστι διαπαντός. Σοί μόνω ήμαρτον και το πονηρόν ενώπιόν σου εποίησα, όπως αν δικαιωθής εν τοις λόγοις σου, και νικήσης εν τώ κρίνεσθαί σε. Ιδού γάρ εν ανομίαις συνελήφθην, και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου. Ιδού γάρ αλήθειαν ηγάπησας, τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσάς μοι. Ῥαντιείς με υσσώπω, και καθαρισθήσομαι· πλυνείς με, και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπόν σου από των αμαρτιών μου και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί, ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μη απορῥίψης με από του προσώπου σου και το Πνεύμά σου το Άγιον μη αντανέλης απ’ εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου και πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι. Ῥύσαί με εξ αιμάτων, ο Θεός ο Θεός της σωτηρίας μου· αγαλλιάσεται η γλώσσά μου την δικαιοσύνην σου. Κύριε τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσίν σου. Ότι ει ηθέλησας θυσίαν, έδωκα άν· ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τώ Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον Κύριε, εν τη ευδοκία σου την Σιών, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ· τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν και ολοκαυτώματα· τότε ανοίσουσιν επί το θυσιαστήριόν σου μόσχους.

Είτα, ο Κανών, ού η ακροστιχίς·
Αγίω Νικολάω πλανά ικεσία Νικοδήμου Π(ατρών).

Ωδή α΄. Ήχος πλ. δ΄. Υγράν διοδεύσας.
Αγρύπνους ευχάς σου Πάτερ πλανά, Κυρίω προσάγων, ηγιάσθης ως εκλεκτός, λειτουργός των θείων μυστηρίων· νύν δε ευχέτην ημών σε κεκτήμεθα.

Γινώσκοντες πρέσβυν, σε προς Θεόν, ικέσιον ύμνον, αναμέλπομεν εκτενώς· σκέπε τους τελούντας εκ κινδύνοις, και ταις πρεσβείαις σου, Πάτερ διάσωσον.

Ιλέωσαι Άγιε τον Χριστόν, οργής εκλυτρώσαι, και κακώσεως και φθοράς, τους περιπεσόντας αμαρτίαις, άς διά σώματος έκαστος έπραξεν.

Θεοτοκίον.
Ωράισμα, κλέος δόξα σεπτή, Δέσποινα του κόσμου, Παναγία Μήτηρ Θεού, δέξαι παρακλήσεις ικετών σου, και τώ Υιώ και Θεώ σου προσάγαγε.

Ωδή γ΄. Ουρανίας αψίδος.
Νικολάου τους πόδας υπέρ την γην έβλεπον, έκθαμβοι οι άκακοι παίδες, και διηγήσαντο, δόξαν ουράνιον, φωτός ακτίστου εκλάμπειν, περιρῥέειν δ’ άνωθεν τούτον δεόμενον.

Ιερεύς του Υψίστου, πάτερ Νικόλαε γέγονας, κλήσιν ουρανίαν εδέξω, και ηκολούθησας· ως δ’ εμνημόνευες, ονομαστί των σών τέκνων, και ημών νύν μνήσθητι, της παρακλήσεως.

Καθαράς εκ καρδίας ιερουργών Άγιε, ως νυχθημερόν ουκ επαύσω, Χριστώ δεόμενος, και νύν ικέτευε, πάτερ Πλανά ταις ευχαίς σου, δούναι τον Φιλάνθρωπον, πάσιν ών χρήζομεν.

Θεοτοκίον.
Όλος ην εν τοις κάτω και εκ των άνω αχώριστος, Λόγος απερίγραπτος ήλθε, σώσαι τον ανθρωπον· σύ δε Πανάχραντε, του αχωρήτου η χώρα, σκέπε, φρούρει, φύλαττε, ημάς τη σκέπη σου.

Διάσωσον, από κινδύνων τους δούλους σου, Πανοικτίρμον, Νικολάου πλανά ευχαίς, οσίου πατρός ημών, ώ έδωκας πολλήν προς σε παρῥησίαν.

Επίβλεψον, εν ευμενεία πανύμνητε, Θεοτόκε, επί την οικτράν αναξίων ημών παράκλησιν, σύν πάτρωνι Νικολάω ευχέτη.

Αίτησις και το Κάθισμα.
Ήχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν θερμήν αιτούμεθα μακάριε, ποιήσαι Χριστώ υπέρ των προστρεχόντων σοι· ιερέ Νικόλαε, εκτενώς Υπεράγαθον αίτησαι, ως παρῥησίαν έχων προς Αυτόν, ελέους τυχείν τους ανυμνούντάς σε.

Ωδή δ΄. Εισακήκοα Κύριε.
Λυτρωτά πολυέλεε, σεπτού Νικολάου πλανά δεήσεσι, την ημών δέξαι παράκλησιν, των σοί προσφευγόντων εκ πίστεως.

Ανεξίκακε Κύριε, μη μνησθής πταισμάτων αχρείων δούλων σου, εαυτούς γάρ σοί ανέθεντο, πλανά Νικολάου πρεσβεύοντος.

Ωραιότητι Όσιε, της αγιωσύνης καταλαμπόμενος, πρό του θρόνου του Παντάνακτος, μετά παρῥησίας σύ παρίστασαι.

Θεοτοκίον.
Παναγία Θεόνυμφε, σύ του κόσμου Δέσποινα και βοήθεια, και ημών γενού μεσίτρια, ιερού Πλανά επακούουσα.

Ωδή ε΄. Φώτισον ημάς.
Λόγον αγαθόν, σή καρδία εξηρεύξατο νυχθημερόν, άγιε Πάτερ, Θεώ, λόγον δε νύν υπέρ ημών ειπέ ικέσιον.

Άνεσιν ημίν, εκ κακών παντοίων, Άγιε, παρά Κυρίου του Θεού εκζητών, μη διαλίπης τη ενθέω παρῥησία σου.

Νέκρωσον παθών, πειρασμών τε την υπέρβασιν, Πάτερ μιμούμενοι την σήν βιοτήν, τη θεία χάριτι, σύν σοί κατορθώσομεν.

Θεοτοκίον.
Άνασσα σεπτή, Θεοτόκε παμμακάριστε, αγίων μείζων σύ υπάρχεις αληθώς, η Θεόν Λόγον αγιώτατον κυήσασα.

Ωδή στ΄. Την δέησιν.
Ικάνωσον, ταις ευχαίς σου Άγιε, πορευθήναι την οδόν του Κυρίου, και ακλινώς ημάς πίστιν τηρήσαι, και τον αγώνα τον καλόν αγωνίσασθαι, και τους στεφάνους της ζωής, εν ημέρα της κρίσεως δέξασθαι.

Καλέσαντες, το σεπτόν σου όνομα, αρετήν αξιοχρέως τιμώμεν, Πάτερ πλανά, ονομάζειν σε γνότες, της αγιότητος τύπον εκφέρομεν· και ενδοξάζομεν Θεόν, θαυμαστόν τοις αγίοις υπάρχοντα.

Ευλόγησον, ουρανόθεν Άγιε, τους προστρέχοντας τη σή βοηθεία, και δωρεάν, ώσπερ έλαβες, Πάτερ, δωρεάν δίδου τοις χρήζουσι δόματα, των παρακλήσεων ημών, επακούων τη σή αγαθότητι.

Σωτήριον, θείαν χάριν ήντλησας, εκ πηγών του σωτηρίου τρισμάκαρ, και πρεσβευτήν, της ημών σωτηρίας, αγιώτατε Πάτερ σε έγνωμεν, ανατιθέντες εαυτούς, θεοδέκτοις ευχαίς σου προς Κύριον.

Διάσωσον, από κινδύνων τους δούλους σου, Πανοικτίρμον, Νικολάου πλανά ευχαίς, οσίου πατρός ημών, ώ έδωκας πολλήν προς σε παρῥησίαν.

Επίβλεψον, εν ευμενεία, πανύμνητε Θεοτόκε, επί την οικτράν αναξίων ημών παράκλησιν σύν πάτρωνι Νικολάω ευχέτη.

Αίτησις και το Κοντάκιον.
Ήχος β΄. Προστασία των Χριστιανών.
Προστασίαν σε πάτερ Νικόλαε, έγνωμεν τον εκ Νάξου ένθεον Κυρίου θεράποντα· τώ Ναώ σου, και τη σεπτή εικόνι σου πιστώς προσερχόμεθά σε προσκαλείν, εις την βοήθειαν ημών των πιστώς κραυγαζόντων σοι· πρόφθασον εν κινδύνοις και πάρεσο εν ανάγκαις, τας επηρείας των δεινών διώκων τοις θαύμασι.

Προκείμενον.
Θαυμαστός ο Θεός εν τοις Αγίοις αυτού.
Στίχος. Τοις Αγίοις τοις εν τη γη αυτού εθαυμάστωσεν ο Κύριος.

Ευαγγέλιον.
Εκ του κατά Ματθαίον.
(Κεφ. ιη’ 10-20).
Είπεν ο Κύριος· οράτε μη καταφρονήσητε ενός των μικρών τούτων· λέγω γάρ υμίν ότι οι άγγελοι αυτών εν ουρανοίς διά παντός βλέπουσι το πρόσωπον του πατρός μου του εν ουρανοίς. Ήλθε γάρ ο υιός του ανθρώπου σώσαι το απολωλός. Τί υμίν δοκεί; εάν γένηταί τινι ανθρώπω εκατόν πρόβατα και πλανηθή εν εξ αυτών, ουχί αφείς τα ενενήκοντα εννέα επί τα όρη, πορευθείς ζητεί το πλανώμενον; Και εάν γένηται ευρείν αυτό, αμήν λέγω υμίν ότι χαίρει επ᾿ αυτώ μάλλον η επί τοις ενενήκοντα εννέα τοις μη πεπλανημένοις. Ούτως ουκ έστι θέλημα έμπροσθεν του πατρός υμών του εν ουρανοίς ίνα απόληται είς των μικρών τούτων. Εάν δε αμαρτήση εις σε ο αδελφός σου, ύπαγε και έλεγξον αυτόν μεταξύ σου και αυτού μόνου· εάν σου ακούση, εκέρδησας τον αδελφόν σου· εάν δε μη ακούση, παράλαβε μετά σου έτι ένα η δύο, ίνα επί στόματος δύο μαρτύρων η τριών σταθή πάν ῥήμα. Εάν δε παρακούση αυτών, ειπέ τη εκκλησία· εάν δε και της εκκλησίας παρακούση, έστω σοι ώσπερ ο εθνικός και ο τελώνης. Αμήν λέγω υμίν, όσα εάν δήσητε επί της γής, έσται δεδεμένα εν τώ ουρανώ, και όσα εάν λύσητε επί της γής, έσται λελυμένα εν τώ ουρανώ. Πάλιν αμήν λέγω υμίν ότι εάν δύο υμών συμφωνήσωσιν επί της γης περί παντός πράγματος ού εάν αιτήσωνται, γενήσεται αυτοίς παρά του πατρός μου του εν ουρανοίς. Ού γάρ εισι δύο η τρείς συνηγμένοι εις το εμόν όνομα, εκεί ειμι εν μέσω αυτών.

Δόξα.
Ταις του σου Αγίου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Και νύν.
Ταις της Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Στίχος. Ελέησόν με, ο Θεός, κατά το μέγα έλεός σου και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου.
Προσόμοιον.
Ήχος πλ. β΄. Όλην αποθέμενοι.
Κύριε φιλάνθρωπε, ανοίξαντός σου την χείρα, τα σύμπαντα γέμουσι δωρεών σής χάριτος και χρηστότητος, θλίψεις απελαύνονται, νόσοι εκδιώκονται, και δαιμόνων φυγαδεύονται, σφόδρα τοξεύματα, κίνδυνοι παντοίοι εκλείπουσιν, Αγγέλων και Αγίων, δε τάξεις αοράτως παρίστανται, εν οίς και πρεσβύτης Νικόλαος πλανάς ο ταπεινός ημών προστάτης γινώσκεται, προσεπικαλούμενος.

Σώσον ο Θεός τον λαόν σου…

Ωδή ζ΄. Οι εκ της Ιουδαίας.
Ιερά σου προθέσει τώ Σωτήρι σαυτόν αφιέρωσας, και της ιερωσύνης, στολήν ημφιεσμένος, εκ βαθέων ανέμελπες· ο των Πατέρων ημών, Θεός ευλογητός εί.

Αγγελόμορφος ώφθης, λειτουργών τώ Κυρίω, πάτερ Νικόλαε, της χάριτος ακτίσι, την όψιν ηυγασμένος, και μετάρσιος έλεγες· ο των Πατέρων ημών, Θεός ευλογητός εί.

Ναώ σου εν αγίω, εξαιτούμεθα, πάτερ πλανά Νικόλαε, ευλόγει ουρανόθεν, σούς ταπεινούς ικέτας, και διάσωσον ψάλλοντας· ο των Πατέρων ημών, Θεός ευλογητός εί.

Θεοτοκίον.
Ικετεύομεν πάντες, Θεοτόκε οι δούλοί σου οι ανάξιοι, πλήθει αμαρτημάτων, περιπεσόντας ῥύσαι, τώ Υιώ σου νύν κράζοντας· ο των Πατέρων ημών, Θεός ευλογητός εί.

Ωδή η΄. Τον Βασιλέα των ουρανών.
Κλίνον το ούς σου, και την παράκλησιν δέξαι, των σών τέκνων Νικόλαε πάτερ, των υπερυψούντων, Χριστόν εις τους αιώνας.

Όρα κυκλόθεν, της σής εικόνος θεόφρον, αθροισθέντας τους σε ανυμνούντας, και υπερυψούντας, Χριστόν εις τους αιώνας.

Δέησιν δέξαι, ονόματός σου μνησθέντων, και μνημόνευε ημών ταις ευχαίς σου, και γάρ επ’ ελπίδι, τον Κύριον υμνούμεν.

Θεοτοκίον.
Η προσφιλής σοι, Ναξίων νήσος γεραίρει, Εκκλησία δε αξίως υμνεί σε, τον της Θεοτόκου, νυχθήμερον ικέτην.

Ωδή θ΄. Κυρίως Θεοτόκον.
Μεγάλυνον ψυχή μου, τον ιεροφάντην πλανάν Νικόλαον, Νάξου το βλάστημα, αντιδιδόντα σοι εύκαιρον την βοήθειαν.

Ο πάνσεπτος πρεσβύτης, οικείος υπάρχων, ημίν ευήκοα ώτα τείνει τοις μέλπουσιν, αυτώ την ύμνησιν και παράκλησιν.

Υγραίνοντι προσώπω, δακρύων εκχύσει, πάτερ Νικόλαε σε ικετεύομεν, αντιλαβού αγαθέ, των παρακαλούντων σε.

Θεοτοκίον.
Πανάχραντε παρθένε, Μήτερ Θεού Λόγου, Αγίω Πνεύματι τούτον κυήσασα, σύν ιερεί Νικολάω πλανά με φρούρησον.

Άξιόν εστιν ως αληθώς, μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον και μητέρα του Θεού ημών. Την τιμιωτέραν των Χερουβείμ, και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον σε μεγαλύνομεν.

Και τα παρόντα Μεγαλυνάρια,
Χαίροις ο της Νάξου θείος βλαστός, και των ιερέων ο εν πάσιν υπογραμμός, ελεημοσύναις, νηστείαις, αγρυπνίαις και προσευχαίς σχολάζων, πάτερ Νικόλαε.

Κεχαριτωμένος παρά Θεού, και ηγλαϊσμένος τώ ακτίστω θείω φωτί εν τη Εκκλησία, Νικόλαε ωράθης, εμφαίνων τοις ανθρώποις δόξαν την άρῥητον.

Τον ηγιασμένον σε του Θεού πιστόν οικονόμον μυστηρίων πνευματικών, χάριτος ποικίλης, γινώσκοντές σε μύστην, Νικόλαε αιτούμεν, ημών μνημόνευε.

Θρόνω παριστάμενος τώ σεπτώ μετά παρῥησίας νύν ικέτευε τον Χριστόν, σου γάρ επακούων, δωρείται τοις αιτούσι δόματα ώνπερ χρήζομεν και ιάματα.

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες, μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν,εις το σωθήναι ημάς.

Το Τρισάγιον
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς. (Τρίς).
Δόξα Πατρί, και Υιώ, και Αγίω Πνεύματι,
καί νύν, και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Παναγία Τριάς, ελέησον ημάς· Κύριε, ιλάσθητι ταις αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τας ανομίας ημίν· Άγιε, επίσκεψαι και ίασαι τας ασθενείας ημών, ένεκεν του ονόματός σου.

Κύριε, ελέησον· Κύριε, ελέησον· Κύριε, ελέησον.
Δόξα Πατρί, και Υιώ, και Αγίω Πνεύματι,
καί νύν, και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Πάτερ ημών ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά σου· ελθέτω η βασιλεία σου· γενηθήτω το θέλημά σου, ως εν ουρανώ, και επί της γής. Τον άρτον ημών τον επιούσιον δός ημίν σήμερον· και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών· και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ῥύσαι ημάς από του πονηρού.

Ότι σου εστιν η βασιλεία και η δύναμις και η δόξα του Πατρός και του Υιού καί
τού Αγίου Πνεύματος, νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Και τα Τροπάρια ταύτα. Ήχος πλ. β΄.
Ελέησον ημάς, Κύριε, ελέησον ημάς, πάσης γάρ απολογίας απορούντες, ταύτην σοι την ικεσίαν, ως Δεσπότη, οι αμαρτωλοί προσφέρομεν, ελέησον ημάς.

Δόξα.
Κύριε ελέησον ημάς, επί σοί γάρ πεποίθαμεν. Μη οργισθής ημίν σφόδρα, μηδέ μνησθής των ανομιών ημών. Αλλ’ επίβλεψον και νύν ως εύσπλαχνος και λύτρωσαι ημάς εκ των εχθρών ημών. Σύ γάρ εί Θεός ημών και ημείς λαός σου, πάντες έργα χειρών σου και το όνομά σου επικεκλήμεθα.

Και νύν.
Της ευσπλαγχνίας την πύλην άνοιξον ημίν, ευλογημένη Θεοτόκε, ελπίζοντες εις σε μη αστοχήσομεν, ῥυσθείημεν διά σου των περιστάσεων, σύ γάρ η σωτηρία του γένους των Χριστιανών.

Και το Απολυτικόν. Ήχος α΄. Της ερήμου πολίτης.
Ταις του πλάνου παγίδας εκφυγών, ιερώτατε, απλανώς επορεύθης, διά βίου πατήρ ημών, Νικόλαε αοίδιμε Πλανά, ουράνια χαρίσματα λαβών, αγρυπνίαις και νηστείαις, ιερουργών οσίως τώ Κυρίω σου· όνπερ καθικετεύων εκτενώς, Νάξιον ιεράτευμα, πρέσβευε δωρηθήναι και ημίν το θείον έλεος.

Εκτενής και Απόλυσις, μεθ’ ην ψάλλομεν τα εξής·

Ήχος β΄. Ότε εκ του ξύλου.
Πάτερ, τοις λειψάνοις σου εγγύς, και σεπτής εικόνος σου πρόσθεν, τας ικεσίας ημών, σοί ανατιθέμεθα, όπως πρεσβείαις ταις σαίς, τα ελέη δεξώμεθα Χριστού του Σωτήρος και παρακαλούμέν σε οι εν ανάγκαις πολλαίς· ίλεων ημίν τον Δεσπότην, τη σή δυνατή παρῥησία, ποίησον Νικόλαε μακάριε.

Δέσποινα πρόσδεξαι, τας δεήσεις των δούλων σου, και λύτρωσαι ημάς, από πάσης ανάγκης και θλίψεως.

Την πάσαν ελπίδα μου, εις σε ανατίθημι, Μήτερ του Θεού, φύλαξόν με υπό την σκέπην σου.

Δι’ ευχών των αγίων πατέρων ημών,
Κύριε Ιησού Χριστέ ο Θεός, ελέησον και σώσον ημάς.
Αμήν.

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.