Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 22 Δεκεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Ὡς τῶν νοσούντων ταχινῇ θεραπεία, καὶ πεπτωκότων ἐξανάστασις θεία, Ἀναστασίαν μάρτυς καλλιπάρθενε, λύτρωσαι τοὺς κάμνοντας συντριμμῶν ὀλεθρίων, ἔγειρον πρεσβείαις σου, ἐκ βυθοῦ ἀπωλείας, τοὺς ἀλλοτρόπῳ πίστει καὶ στοργῇ, τῇ ἱερᾷ σου Εἰκόνι προστρέχοντας.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἔγειρον ἡμᾶς παθὼν Ἀναστασία. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐπίνευσον μάρτυς ὡς εὐμενής, ἡμῶν τῇ δεήσει, καὶ πρυτάνευσον δαψιλώς, τῶν σῶν δωρεῶν τὰς χορηγίας, Ἀναστασίᾳ τοῖς σε μεγαλύνουσι.

Γαλήνην ἐν βίῳ εἰλικρινεῖ, καὶ πάντων σκανδάλων, τὴν τελείαν ἀποφυγήν, ἡμᾶς ἐνδυνάμωσον παμμάκαρ, ἰχνηλατεῖν διὰ βίου καὶ σῴζεσθαι.

Ἐπίχεε ἄνωθεν δαψιλῶν τὸν ἔλαιον Μάρτυς, τῶν φαρμάκων τῶν μυστικῶν, καὶ ἴασαι νόσων δυσιάτων, Ἀναστασίᾳ ἡμᾶς τοὺς ἱκέτας σου.

Θεοτοκίον.
Ἰλύος με κάθαρον ἐμπαθοῦς, καὶ σῶσόν με Κόρη, ἐπελθούσης μοι συμφορᾶς μὴ οὖν καταλίπῃς με Παρθένε, ἵνα μὴ γέλως τοῖς πᾶσι γενήσωμαι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ῥυπτικῇ σου πρεσβεῖα, τὰ τῶν ψυχῶν τραύματα, καὶ τὰ τῶν σωμάτων θεόφρον, δεινὰ ἑλκώματα, ἡμῶν ἀπόκλινον, Ἀναστασίᾳ καὶ ῥῶσιν, καὶ ὑγίειαν ἄφθονον, πᾶσι χορήγησον.

Ὀδυνῶν δυσφορήτων ἀνιαρῶν θλίψεων, ζάλης καὶ πικρᾶς ἀθυμίας, ἐκ παραπτώσεων, καὶ κοσμικῶν πειρασμῶν, Ἀναστασία θεόφρον, ἐπιστᾶσα λύτρωσαι, ἡμᾶς τοὺς δούλους σου.

Νεκταρόβρυτον νᾶμα, ὕδωρ ζωῆς ἥδιστον, οἷα πὲρ πηγὴ εὐσπλαγχνίας, καὶ ἀγαθότητος, Ἀναστασίᾳ σεμνῇ, τοῖς ἐν εὐχῇ τηκομένοις, κατωδύνων θλίψεων, ῥᾶνον καὶ ὄμβρησον.

Θεοτοκίον.
Ἡ λαμπὰς ἡ φωσφόρος, τῆς ὑπὲρ νοῦν λάμψεως, ἡ ἀνατολῇ ἡ γλυκεῖα, ζωῆς τοῦ σέλαος, λάμψον ἀκτῖνα μοι, τῆς ἀληθοῦς μετανοίας σκότει γὰρ καλύπτομαι, πάσης φαυλότητος.

Ἀνάστησον Ἀναστασίᾳ θεόφρον τοὺς σοὺς ἱκέτας ἐκ συντριμμάτων καὶ χαλεπῶν περιστάσεων, καὶ σεσωσμένους προσάγαγε τῷ Κυρίῳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τοῖς τῶν θαυμάτων σου θείοις πυρσεύμασι, τῶν παθημάτων ἐλαύνεις τὴν μοιράσιν, καὶ τὴν ὑγίειαν παρέχεις τοῖς χρῄζουσιν, Ἀναστασία Χριστοῦ σεμνοπάρθενε σὺ γὰρ τῶν νοσούντων ἰάτειρα.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Μοχθηρὸν καὶ ἐπώδυνον, ὡς ἀποσκιρτήσας τῆς θείας χάριτος, διανύω βίον ἔνδοξε, ἀλλὰ σὺ Χριστῷ με ἐπανάγαγε.

Ἀλεξίκακον ἄριστον, ἣ τῆς προστασίας σου ἐπισκίασις, ἐν βιαίαις περιστάσεσι, ὦ Ἀναστασίᾳ ἡμῖν γένοιτο.

Συμφορῶν τὸ ἐπίπονον, καὶ ἀσθενημάτων δεινῶν τὴν ἔφοδον, ἐξ ἡμῶν ἀπείργει πάντοτε, ὦ Ἀναστασίᾳ καλλιπάρθενε.

Θεοτοκίον.
Ἀγαλλίασιν ἄυλον, τῇ λελυπημένῃ ψυχῇ μου ὄμβρησον, ὥσπερ δρόσον χαριτόβρυτον, κεχαριτωμένη Μητροπάρθενε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Θαύμασι πολλοῖς, καὶ ἰάσεων δυνάμεσι, διαπρέπουσα ἐν κόσμῳ ἐμφανῶς, πανταχοῦ πάντας προφθάσεις τοὺς καλοῦντάς σε.

Ὤφθης ἀρωγός, τοῖς ποικίλως κινδυνεύουσιν ἐπιφαινομένῃ νοερῶς, καὶ τὸν σάλον καταπαύσασα τῶν θλίψεων.

Νόσων χαλεπῶν, στεναγμῶν τε καὶ κακώσεων, καὶ ταλαιπωρίας πειρασμῶν, ὦ Ἀναστασίᾳ ἡμᾶς λύτρωσαι.

Θεοτοκίον.
Ἄνοιαν δεινήν, ἐκνοσήσας βίῳ χείρονι, συνεσχέθην καταιγίσι πειρασμῶν, ἀλλὰ τούτων Θεοτόκε σύ με λύτρωσαι.

ᾨδὴ ς΄. Τὴν δέησιν.
Νενέκρωμαι, ἁμαρτίας βέλεσι, τοξευθείς τῇ τοῦ ἐχθροῦ συνεργεῖᾳ, καὶ κατωτάτω ἀπέῤῥιμμαι λάκκῳ, καὶ ἐν σκιᾷ τοῦ θανάτου κατώκησα, ἀλλ’ επιστάσα σὺ σεμνῇ, ἐκ βυθοῦ τῶν κακῶν με ἀνάγαγε.

Ἀνάῤῥωσιν, καὶ τελείαν λύτρωσιν, τοῖς ἐν πόνοις τρυχομένοις ἀτρύτοις, ὡς φιλοικτίρμων πρυτάνευσον Μάρτυς, καὶ θλιβομένων τὴν λύπην μετάστρεψον, Ἀναστασία μυστικῶς, εἰς χαρὰν ἀληθῆ καὶ φαιδρότητα.

Σωμάτων σε, ἰατρὸν πανάριστον, καὶ πνευμάτων ἀληθῆ θεραπείαν, ὁ τῶν ψυχῶν καὶ σωμάτων Δεσπότης, Ἀναστασίᾳ λαμπρῶς ἀπειργάσατο, διὸ θεράπευσον ἡμῶν, καὶ ψυχῶν καὶ σωμάτων τοὺς μώλωπας.

Θεοτοκίον.
Τῶν ῥήσεων τοῦ σεπτοῦ θελήματος, παρακούσας ἀκουσία ἐσχάτη, ἀπεμακρύνθην Θεοῦ ὁ παντλήμων, καὶ χλευασμὸς τοῖς πλησίον μου γέγονα, διὸ οἰκτροῦ ὀνειδισμοῦ, Θεοτόκε μου σύ με διάσωσον.

Ἀνάστησον, Ἀναστασία θεόφρον τοὺς σοὺς ἱκέτας, ἐκ συντριμμάτων καὶ χαλεπῶν παραπτώσεων, καὶ σεσωσμένους προσάγαγε τῷ Κυρίῳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τὰ πάθη ἡμῶν, τὰ μυσαρᾷ καὶ χρόνια, ῥοπῇ μυστικῇ, Ἀναστασία ἴασαι, καὶ ζωὴν ἀκίνδυνον, διανύειν ἡμᾶς καταξίωσον, ὣς ἄν τῶν θείων ἐντολῶν, τρυγήσωμεν πάντες, τοὺς ἐνθέους καρπούς.

Καὶ εὐθύς τὸ Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεως μου.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κέφ. ι΄ 16 – 22).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα ἐν μέσῳ λύκων γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δε ἀπό τῶν ἀνθρώπων παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς καὶ ἐπὶ ἡγεμόνας δε καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ένθεσιν. Ὅταν δε παραδώσουσιν ὑμᾶς, μὴ μεριμνήσητε πως ἡ τι λαλήσητε δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνη τῇ ὤρα τι λαλήσητε. Οὐ γὰρ ὑμεῖς ἔστε οἱ λαλοῦντες, ἀλλά τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δε ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου ὁ δε ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

Δόξα
Ταῖς τῆς Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ῥῶσιν ἀδαπάνητον, ψυχῶν ὁμοῦ καὶ σωμάτων, ὡς πηγὴ ἀκένωτος, ἐπομβρίᾳ κρείττονι, ἀναβλύζουσα, τῶν παθὼν κάθαρον, καὶ τῶν νοσημάτων, τὰς σπιλάδας καὶ προστρίμματα, ἐξ ἡμῶν τέλειον, ὦ Ἀναστασία πολύαθλε, ὑγίειας ἱλαρότητα, τῆς κατ’ ἄμφω πᾶσι παρέχουσα, καὶ τὸν σὸν νυμφίον, ἀπαύστως καθικέτευε Χριστόν, ἁμαρτημάτων συγχώρησιν, δοῦναι τοῖς τιμῶσί σε.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ἄλυτον βίον εἰρηναῖον, ἐν σεμνότητι καὶ πάσῃ εὐσεβείᾳ, διανύειν ἡμᾶς, ἐνίσχυσον λιταῖς σου, Ἀναστασία ἔνδοξε, ἰαμάτων ἡ πλημμύρα.

Σβέσον τὴν φλόγα τῶν παθὼν μου, καὶ κατάπαυσον τὸν πόνον τῆς ψυχῆς μου, καὶ χαρὰν ἀληθῆ καὶ θείαν εὐφροσύνην, Ἀναστασία δώρησαι, τῷ δεινῶς κεκακωμένῳ.

Ἴδε εὐσπλάγχνῳ ὄμματί σου, τὴν ταπείνωσιν ἡμῶν Μεγαλομάρτυς, καὶ μεγάλων κακῶν, ἡμῖν ἐπερχομένων, τὴν ῥύμην ἀναχαίτισον, τῇ μεγίστῃ σου πρεσβείᾳ.

Θεοτοκίον.
Ἄκουσον Κόρη τῆς φωνῆς μου, ἐνωτίσθητι μυχίους στεναγμούς μου, καὶ μελλούσης ὀργῆς, καὶ φανερᾶς αἰσχύνης, ὡς οἶδάς με ἀπάλλαξον, τὸν δεινῶς συντετριμμένον.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Γεωργία τῆς σῆς ἐπιστασίας, παθημάτων δεινῶν, ἀνάσπασον τὰς ῥίζας, ἐκ τῶν ψυχῶν ἡμῶν θεομακάριστε, καὶ τῆς ἀφθαρσίας, ἐμφύτευσον ἐν ταύταις, τὰς θεῖας ἀναδόσεις.

Ἐφορῶσα ἡμᾶς μὴ διαλίπῃς, τοὺς τὴν σὴν ἀρωγήν, νῦν ἐπιβοωμένους, Ἀναστασία μάρτυς καλλιπάρθενε, ὅπως λυτρωθῶμεν, πάσης ἐπηρείας, ἐχθροῦ τοῦ παλαμναίου.

Ῥέει ἄφθονον χάριν ἰαμάτων, ἡ πανσέβαστος, καὶ ἱερὰ Εἰκών σου, καὶ νοσημάτων σβέννυσι τοὺς ἄνθρακας, καὶ τοὺς φλεγομένου, θλίψεσιν ἀτρώτους, ἐνθέους ἀναψύχει.

Θεοτοκίον.
Ἀπὸ πάσης ὀργῆς θανατηφόρου, καὶ βουλῆς πονηρᾶς, τοῦ ἀρχηγοῦ τοῦ σκότους, εὐλογημένη σῶσόν με Πανάμωμε καὶ τῆς ἐνεστώτης, ῥῦσαί με ἀνάγκης, τῇ σῇ ἐπιστασίᾳ.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σωμάτων σηπεδόνας, καὶ ψυχῶν τὰς νόσους, τῇ μυστικῇ χειρουργίᾳ θεράπευσον, Ἀναστασία θεόφρον τῶν προσιόντων σοι.

Ἱλέωσαι σοῖς δούλοις, τῇ σῇ μεσιτείᾳ, τὸν ἀγαθὸν καὶ εὐίλατον Κύριον, ὡς ἄν τῆς τούτου τρυφήσωμεν ἀγαθότητος.

Μνημόνευε ἀπαύστως, ὦ Ἀναστασία, τῶν ὀλοτρόπω σπουδῇ προσιόντων σοι, καὶ ἐκ ψυχῆς ἐξαιτούντων τὴν προστασίαν σου.

Ὁλόσωμον τὸ τραῦμα, κέκτημαι ὁ τάλας, ἀλλ’ ἐπιστάσα συ Μάρτυς με ἴασαι, καὶ πρὸς ὁδὸν μετανοίας ἤδη με ἴθυνον.

Θεοτοκίον.
Ὑψίστου ὤφθης θρόνος, Κεχαριτωμένη, διὸ κἀμὲ ἐκ τῶν κάτῳ ἀνύψωσον, πρὸς ἀληθεὶς ἀναβάσεις ζωῆς κρείττονος.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Παρθενομαρτύρων τὴν καλλονήν, καὶ τῶν ἰαμάτων, τὸν ἀκένωτον θησαυρόν, τὴν νύμφην Κυρίου τὸ σκεῦος τῶν χαρίτων, σεμνὴ Ἀναστασία ὑμνολογοῦμέν σε.

Χαίροις παρθενίας εὔπνους λείπων, ὁ τὰ ἄνθη φέρων, τῆς ἀθλήσεως τὰ τερπνά, ὤν τῇ εὐδοκία σεμνῇ Ἀναστασία, ἡμῶν τὰς διανοίας, εὐφραίνεις πάντοτε.

Χαίρουσα ἠγώνισαι ἀνδρικῶς, ὑπὲρ τῆς ἀγάπης, τοῦ ταθέντος ἐν τῷ Σταυρῷ ὅθεν τῆς εὐκλείας, αὐτοῦ ἐπιτυχοῦσα, ἡμᾶς Ἀναστασία ἀεὶ περίεπε.

Χαίροις τῶν θαυμάτων ἡ λαμπηδών, ἡ τῆς εὐσπλαγχνίας, διαυγάζουσα τὰς αὐγάς, καὶ τῶν παθημάτων, διώκουσα τὸ σκότος, κλυτῇ Ἀναστασία, πιστῶν βοήθεια.

Χάριτι ἐνθεοῦ τὰς παροχάς, δαψιλῶς πορίζου, τοῖς αἰτοῦσιν ὁλοσχερῶς, τὴν σὴν προστασίαν, σεμνῇ Ἀναστασία, καὶ θλιβερῶν παντοίων, ἡμᾶς διάσῳζε.

Ἔγειρον ἐκ λάκκου ἁμαρτιῶν, τὴν ψυχήν μου Μάρτυς, ὀλισθήσασαν χαλεπῶς, καὶ πρὸς μετανοίας, ὁδήγησον με τρίβους, Ἀναστασία Μάρτυς, τὸν εὐφημοῦντάς σε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τὴν ἀθληφόρον τοῦ Χριστοῦ τὴν πανένδοξον, Ἀναστασίαν οἱ πιστοὶ ἱκετεύσωμεν, ὅπως Χριστὸς δεήσειν αὐτῆς τειχίσηται ἡμᾶς, ὅνπερ ἐπεπόθησεν ὡς Νυμφίον οὐράνιον, πάντα ἀποπτύσασα πρὸς τὴν τούτου ἀπόλαυσιν· κατ’ αὀράτων γὰρ ἐχθρῶν καὶ ὁρατῶν, μεσῖτις πέλεις Κυρίῳ εὐπρόσδεκτος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μάρτυς τοῦ Χριστοῦ πανευκλεής, σκέπη τῶν πιστῶν καὶ προστάτις, Ἀναστασία σεμνή, πάσης περιστάσεως, βιαίας λύτρωσαι, τοὺς θερμῶς σοι προστρέχοντας, πᾶσαν εὐλογίαν, θείας ἀγαθότητος, ἐξαιτουμένη αὐτοῖς, ὅπως ἐν σεμνῇ πολιτείᾳ, καὶ εἰρηνικῇ καταστάσει, τὸν σὲ μεγαλύνοντα δοξάζωμεν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.