Άγιος Πορφύριος: Ο Παρακλητικός Κανών Αγίου Πορφυρίου Καυσοκαλυβίτου του διορατικού και θαυματουργού διαβάζετε στους Ιερούς Ναούς το απόγευμα της ημέρας της εορτής του Αγίου Πορφυρίου ή σε κάθε άλλη περίσταση. Ο Άγιος Πορφύριος ο Καυσοκαλυβίτης εορτάζει 2 Δεκεμβρίου.

Ο Παρακλητικός Κανών Αγίου Πορφυρίου Καυσοκαλυβίτου είναι ποίημα Ευαγγέλου Καραδήμου (Θεολόγου, Φιλολόγου).

Ο Ιερεύς: Ευλογητός ο Θεός ημών πάντοτε, νύν καί αεί καί εις τούς αιώνας τών αιώνων.
Ο Αναγνώστης: Αμήν.

Ψαλμός ρμβ΄ (142)

Κύριε, εισάκουσον τής προσευχής μου, ενώτισαι τήν δέησίν μου εν τή αληθεία σου, εισάκουσόν μου εν τή δικαιοσύνη σου καί μή εισέλθης εις κρίσιν μετά τού δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πάς ζών. ότι κατεδίωξεν ο εχθρός τήν ψυχήν μου, εταπείνωσεν εις γήν τήν ζωήν μου, εκάθισε μέ εν σκοτεινοίς ως νεκρούς αιώνος καί ηκηδίασεν έπ εμέ τό πνεύμά μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοίς έργοις σου, εν ποιήμασι τών χειρών σου εμελέτων. διεπέτασα πρός σέ τάς χείράς μου, η ψυχή μου ως γή άνυδρος σοί.

Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε τό πνεύμά μου μή αποστρέψης τό πρόσωπόν σου άπ εμού, καί ομοιωθήσομαι τοίς καταβαίνουσιν εις λάκκον. ακουστόν ποίησον μοί τό πρωί τό έλεός σου, ότι επί σοί ήλπισα γνώρισον μοί, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου εξελού μέ εκ τών εχθρών μου, Κύριε, ότι πρός σέ κατέφυγον. δίδαξον μέ τού ποιείν τό θέλημά σου, ότι σύ ει ο Θεός μου τό πνεύμά σου τό αγαθόν οδηγήσει μέ εν γή ευθεία. Ένεκεν τού ονόματός σου, Κύριε, ζήσεις μέ, εν τή δικαιοσύνη σου εξάξεις εκ θλίψεως τήν ψυχήν μου καί εν τώ ελέει σου εξολοθρεύσεις τούς εχθρούς μου καί απολείς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ότι εγώ δούλός σου ειμι.

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος ά΄. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος β΄. Πάντα τά έθνη εκύκλωσαν μέ, καί τώ ονόματι Κυρίου ημυνάμην αυτούς.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου εγένετο αύτη, καί έστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Είτα τά παρόντα Τροπάρια.
Ήχος δ΄. Ο υψωθείς εν τώ Σταυρώ.
Τώ υπηρέτη τού Χριστού Πορφυρίω, χαριτωθέντι δωρεαίς εξαισίαις, προσείπωμεν δεόμενοι εκ βάθους ψυχής· άγιε Πορφύριε, ταπεινών ο προστάτης, λύτρωσαι δεόμεθα, πατρική σου πρεσβεία, πάσης ανάγκης, νόσων καί δεινών, τούς αιτουμένους τήν χάριν τήν θείαν σου.

Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Όμοιον.
Ευαρεστήσας τώ Χριστώ εν τώ κόσμω, μετά αγγέλων φωτεινών συγχορεύεις, μεθ ών τόν αίνον άληκτον προσφέρεις τώ Θεώ, όσιε Πορφύριε, μύστα τών απορρήτων, αποκρύφων γνώστα τε μυστηρίων βαθέων, ά διοράν σοι έδωκε Χριστός, βραβεύων, πάτερ, τήν σήν καθαρότητα.

Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Θεοτοκίον
Ου σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλείν οι ανάξιοι ει μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ημάς ερρύσατο εκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν έως νύν ελευθέρους; Ουκ αποστώμεν, Δέσποινα, έκ σού σούς γάρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.

Ψαλμός ν΄ (50)

Ελέησον μέ, ο Θεός, κατά τό μέγα έλεός σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μουεπί πλείον πλύνον μέ από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισον μέ. Ότι τήν ανομίαν μου εγώ γινώσκω, καί η αμαρτία μου ενώπιόν μου εστι διαπαντός. Σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα, όπως άν δικαιωθής εν τοίς λόγοις σου, καί νικήσης εν τώ κρίνεσθαι σέ. Ιδού γάρ εν ανομίαις συνελήφθην, καί εν αμαρτίαις εκίσσησε μέ η μήτηρ μου. Ιδού γάρ αλήθειαν ηγάπησας, τά άδηλα καί τά κρύφια της σοφίας σου εδήλωσας μοί. Ραντιείς μέ υσσώπω, καί καθαρισθήσομαι, πλυνείς μέ, καί υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοί αγαλλίασιν καί ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Αποστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί, ο Θεός, καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου.

Μή απορρίψης μέ από τού προσώπου σου καί τό πνεύμά σου τό άγιον μή αντανέλης άπ εμού. Απόδος μοί τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήριξον μέ. Διδάξω ανόμους τάς οδούς σου, καί ασεβείς επί σέ επιστρέψουσι. Ρύσαι μέ εξ αιμάτων ο Θεός, ο Θεός τής σωτηρίας μουαγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ανοίξεις, καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου. Ότι ει ηθέλησας θυσίαν, έδωκα άνολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τώ Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τή ευδοκία σου τήν Σιών, καί οικοδομηθήτω τά τείχη Ιερουσαλήμ τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους.

Ο Κανών, ού η ακροστιχίς·
Πού καταφύγω; Πορφυρίου σκέπη. Ευαγγέλου.

Είτα ψάλλομεν τάς Ωδάς τού Κανόνος.
Ωδή ά΄. Ήχος πλ. δ΄. Υγράν διοδεύσας.
Άγιε τού Θεού, πρέσβευε υπέρ ημών.
Πολλοίς συνεχόμενος πειρασμοίς, πρός σέ καταφεύγω, ως μεσίτη πρός τόν Θεόν· ειρήνευσον, πάτερ, τήν ζωήν μου καί παύσον σάλον αθλίας καρδίας μου.
Άγιε τού Θεού, πρέσβευε υπέρ ημών.
Oσίως ανύσας σου τήν ζωήν, ευχαίς σου νύν εύρες παρρησίαν πρός τόν Θεόν· πρός Όν μεσιτεύων ασθενούντας ιάσαι, πάτερ, καί λύεις νοσήματα.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Υμνών τόν Σωτήρα εν ουρανοίς φρουροίς τάς μονάς σου εν τώ Άθω καί Αττική, παρέχων τήν χάριν τοίς σοίς τέκνοις τού εκνικάν τά δαιμόνων φρυάγματα.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Θεοτοκίον
Καυσοκαλυβίων τόν αθλητήν καί τήν Θεοτόκον ανυμνήσωμεν εν ωδαίς, πρεσβεύειν αιτούντες πρός Σωτήρα καί βοηθείν εν κινδύνοις καί θλίψεσι.

Ωδή γ΄. Ουρανίας αψίδος.
Άγιε τού Θεού, πρέσβευε υπέρ ημών.
Αγαλλόμενοι πάντες, ως εν χορώ, κράζομεν σού τούς άθλους, πάτερ, αινούντες καί τούς αγώνάς σου κατά τού άρχοντος τών ακαθάρτων πνευμάτων, ού μανίας, όσιε, σώζε υμνούντάς σε.
Άγιε τού Θεού, πρέσβευε υπέρ ημών.
Ταπεινώσεως άκρας, υπακοής πρότυπον όντως ασκουμένων εγένου όρει εν Άθωνι καί εις τήν Εύβοιαν, εν τή μονή Χαραλάμπους· όθεν χάριν έλαβες πλήττειν τούς δαίμονας.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Απορρήτων τόν μύστην, θαυματουργόν όσιον, πάσης Αττικής τόν προστάτην πάντες δοξάσωμεν, ύμνοις εξαίροντες, τών χαρισμάτων τό πλήθος, δι ών ο Παράκλητος τούτον εκόσμησε.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Θεοτοκίον.
Φυλακτήριον πάντων από δεινών, θλίψεων, σύ υπάρχεις μόνη, Παρθένε φρούρει υμνούντάς σε εν τώ ελέει σου, πρεσβείαις τού Πορφυρίου, πανελλήνων Γέροντος, παντελεήμονος.

Διάσωσον από κινδύνων τούς δούλους σου, θείε Πάτερ, τούς τήν σήν εν δεινοίς αιτούντας βοήθειαν καί δίωξον άγχος καί ακηδίαν.
Επίβλεψον εν ευμενεία, πανύμνητε Θεοτόκε, επί τήν εμήν χαλεπήν τού σώματος κάκωσιν καί ίασαι τής ψυχής μου τό άλγος.

Αίτησις καί τό Κάθισμα.
Ήχος β΄. Πρεσβεία θερμή.
Φυλάξαι ημάς δεόμεθα εκ θλίψεων, τηρήσαι πιστούς τή πίστει τού Χριστού ημών, Πορφύριε όσιε, τής Ευβοίας άγιον βλάστημα, τής Εκκλησίας καύχημα σεπτόν καί πάντων οσίων εγκαλλώπισμα.

Ωδή δ΄. Εισακήκοα Κύριε.
Άγιε τού Θεού, πρέσβευε υπέρ ημών.
Υψωθείς εν παλαίσμασι πρός τόν φθονερόν τών ανθρώπων τύραννον, θείον στέφος, πάτερ, έλαβες νικητής προβάς ως ωραιότατος.
Άγιε τού Θεού, πρέσβευε υπέρ ημών.
Γέρας πόνοις σου δέδοται τό διερμηνεύειν σε τά μυστήρια, καί τά μέλλοντα προβλέπειν σε καί ιάσθαι πάντα τά νοσήματα.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Ώ καινά καί θαυμάσια τά τή χάριτί σου τερατουργούμενα! Ποίοις λόγοις ύμνους πλέξω σοι; Δειλιώ, ώ πάτερ, καί εξίσταμαι.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Θεοτοκίον.
Παναγία μου Δέσποινα, τών αγγέλων θαύμα τό ακατάληπτον, υμνωδείν σε καταξίωσον τού Σωτήρος πάντων τήν γεννήτριαν.

Ωδή ε΄. Φώτισον ημάς.
Άγιε τού Θεού, πρέσβευε υπέρ ημών.
Ρώσιν εν δεινοίς σέ, Πορφύριε, κεκτήμεθα, σοί προσφεύγοντες θερμαίς εν προσευχαίς, ως μεσίτη πρός Θεόν τόν πανοικτίρμονα.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Φύλαξον ημάς τούς τιμώντάς σε, Πορφύριε, χορηγών τής μαρτυρίας τού Χριστού τήν προαίρεσιν καί ζέσιν θείας πίστεως.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Θεοτοκίον.
Ύμνον σοι, Αγνή, ευφροσύνως αναμέλπομεν, τών αγγέλων ούσαν όντως γλυκασμόν, καί πικρίαν Εύας λύσασαν τώ τόκω σου.

Ωδή στ΄. Τήν δέησιν.
Άγιε τού Θεού, πρέσβευε υπέρ ημών.
Ρωννύμεθα ταίς ευχαίς σου, όσιε, καί ψυχάς εις ουρανούς ανυψούμεν, υπομονήν καί ανδρείαν πλουτούντες εν πειρασμοίς καί δειναίς επιθέσεσι, Πορφύριε, πάτερ ημών· όθεν πάντες κοινή ανυμνούμέν σε.
Άγιε τού Θεού, πρέσβευε υπέρ ημών.
Ιώμενος πάσαν νόσον, όσιε, αγαπάν ημάς Σωτήρα κελεύεις όλη ψυχή, καί νοΐ, καί καρδία, καί πρός Αυτόν αναπέμπειν τήν δέησιν, ότι Αυτός προνοητής καί ημών αντιλήπτωρ γεγένηται.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Ολόφωτος η σεπτή σου, όσιε, κεφαλή, χάριτι θεία εφάνη τόν θείον μύστην Χριστού προδηλούσα τή προσελθούση γυνή πρός προσκύνησιν, πληρώσασα εκ θαυμασμού τήν ψυχήν ταύτης, μάκαρ Πορφύριε.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Θεοτοκίον.
Υμνούντές σε, Θεοτόκε Άχραντε, τάς ψυχάς ημών γαλήνης πληρούμεν, τή τού Υιού σου αγάπη θαρρούντες καί μητρικαίς σου πρεσβείαις ελπίζοντες, δεόμενοι επιτυχείν παραδείσου τερπνού απολαύσεως.

Διάσωσον από κινδύνων, Πορφύριε, σούς ικέτας καί παράσχου τή σή μονή βοήθειαν, όσιε, ως έχων πρός Κύριον παρρησίαν.
Άχραντε, η διά λόγου τόν Λόγον ανερμηνεύτως επ εσχάτων τών ημερών τεκούσα, δυσώπησον ως έχουσα μητρικήν παρρησίαν.

Αίτησις καί τό Κοντάκιον.
Ήχος β΄. Προστασία τών χριστιανών.
Στεναζόντων πάντων η παράκλησις γέγονας, κλονουμένων εν πίστει, τοίς θαύμασι στήριγμα. Όθεν πάντες πρός τήν σήν χάριν σπεύδομεν πιστοί πολλής δέξασθαι σής αρωγής εν τώ πελάγει τής ζωής καί τή ζάλη τών θλίψεων.
Δίδου ημίν υγείαν, ψυχής τε τήν ευρωστίαν, ευχαίς σου, πάτερ, πρός Θεόν, ικετεύομεν οι δούλοί σου.

Προκείμενον.
Τίμιος εναντίον Κυρίου ο θάνατος τού Οσίου αυτού. (γ΄)
Στίχ. Τοίς αγίοις τοίς εν τή γή αυτού εθαυμάστωσεν ο Κύριος.

Ευαγγέλιον κατά Ματθαίον (ια΄ 27-30).

Είπεν ο Κύριος τοίς εαυτού Μαθηταίς· Πάντα μοι παρεδόθη υπό τού Πατρός μου· καί ουδείς επιγινώσκει τόν Υιόν, ει μή ο Πατήρ· ουδέ τόν Πατέρα τις επιγινώσκει, ει μή ο Υιός, καί ώ εάν βούληται ο Υιός αποκαλύψαι. Δεύτε πρός με πάντες οι κοπιώντες καί πεφορτισμένοι, καγώ αναπαύσω υμάς. Άρατε τόν ζυγόν μου εφ υμάς, καί μάθετε απ εμού, ότι πράός ειμι καί ταπεινός τή καρδία, καί ευρήσετε ανάπαυσιν ταίς ψυχαίς υμών. Ο γάρ ζυγός μου χρηστός, καί τό φορτίον μου ελαφρόν εστιν.

Ήχος β΄.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Ταίς τού σού Οσίου πρεσβείαις, Ελεήμον, εξάλειψον τά πλήθη τών εμών εγκλημάτων.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Ταίς τής Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τά πλήθη τών εμών εγκλημάτων.

Προσόμοιον.
Ήχος πλ. β΄. Όλην αποθέμενοι.
Στίχ. Ελεήμον, ελέησόν με ο Θεός, κατά τό μέγα έλεός Σου καί κατά τό πλήθος τών οικτιρμών Σου εξάλειψον τό ανόμημά μου.

Καυσοκαλυβίων τε τού όρους Άθωνος μύστην, μοναχών τό σέμνωμα, ιερέων πάντιμον εγκαλλώπισμα, ιατρόν άριστον, ορφανών πατέρα, τών πιπτόντων σε ανόρθωσιν έγνωμεν, όσιε, καί τών δαιμονόντων τήν λύτρωσιν· γαλήνης ημίν πρόξενον καί χαράς μεγάλης τόν αίτιον. Όθεν σοι βοώμεν· μή παύση επισκέπτεσθαι ημάς, ιάσθαι, πάτερ Πορφύριε, καί φυλάττειν δούλους σου.

Ο Ιερεύς:

Σώσον ο Θεός τόν λαόν σου καί ευλόγησον τήν κληρονομίαν σου επισκεψαι τόν κόσμον σου εν ελέει καί οικτιρμοίς. Υψωσον κέρας Χριστιανών ορθοδόξων καί καταπεμψον εφ ημάς τά ελέη σου τά πλούσια πρεσβείαις τής παναχράντου Δεσποίνης ημών Θεοτόκου καί Αειπαρθένου Μαρίας δυνάμει τού Τιμίου καί Ζωοποιού Σταυρού προστασίαις τών τιμίων επουρανίων Δυνάμεων Ασωμάτων ικεσίαις τού Τιμίου καί Ενδόξου Προφήτου, Προδρόμου καί Βαπτιστού Ιωάννου τών αγίων ενδόξων καί πανευφήμων Αποστόλων ών εν Αγίοις Πατέρων ημών, μεγάλων ιεραρχών καί οικουμενικών διδασκάλων Βασιλείου τού Μεγάλου, Γρηγορίου τού Θεολόγου καί Ιωάννου τού Χρυσοστόμου, Αθανασίου καί Κυρίλλου, Ιωάννου τού Ελεήμμονος, πατριαρχών Αλεξανδρείας.

Νικολάου τού εν Μύροις, Σπυρίδωνος επισκόπου Τριμυθούντος, τών Θαυματουργών τών αγίων ενδόξων μεγαλομαρτύρων Γεωργίου τού Τροπαιοφόρου, Δημητρίου τού Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τών ιερομαρτύρων Χαραλάμπους καί Ελευθερίου, τών αγίων ενδόξων καί καλλινίκων Μαρτύρων. Τών οσίων καί θεοφόρων Πατέρων ημών. Τών αγίων καί δικαίων θεοπατόρων Ιωακείμ καί Άννης. Τού αγίου . (τής ημέρας), καί πάντων σου τών Αγίων. Ικετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Επάκουσον ημών τών αμαρτωλών δεομένων σου καί ελέησον ημάς.

Ωδή ζ΄. Οι εκ τής Ιουδαίας.
Άγιε τού Θεού, πρέσβευε υπέρ ημών.
Εν απλότητι όλην τήν ζωήν σου διήλθες καί υπηρέτησας Θεώ τε καί ανθρώποις, νυκτός τε καί ημέρας προσευχόμενος, όσιε, καί φέρων πόνους ημών, Πορφύριε, παμμάκαρ.
Άγιε τού Θεού, πρέσβευε υπέρ ημών.
Πατρικήν σου πρεσβείαν, εκζητούμεν, τρισμάκαρ, πρός τόν Θεόν ημών, ίνα διασωθώμεν κινδύνων καί μανίας πονηρού πολεμήτορος, θαρρούντες, πάτερ, τή σή μεγάλη ευσπλαγχνία.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Ηγαπήθης υφ όλων, ως αγάπην πηγάζων καί πλημμυρών ημάς, πληγάς τε θεραπεύων, δαιμόνια εκβάλλων, καί εκ πόνων λυτρούμενος, παρέχων χάριν δ αεί τοίς αιτουμένοις πάσι.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Θεοτοκίον.
Ευγνωμόνως υμνούμεν Σέ, Παρθένε καί μήτερ Θεοχαρίτωτε, ως τέξασαν τώ κόσμω Σωτήρα απειράνδρως καί Θεόν Πανοικτίρμονα, πρός όν πρεσβεύεις αεί σωθήναι τούς ανθρώπους.

Ωδή η΄. Τόν Βασιλέα.
Άγιε τού Θεού, πρέσβευε υπέρ ημών.
Υπέρ υγείας καί σωτηρίας τού κόσμου τάς ευχάς σου Χριστώ σύ προσάγεις, όθεν σε υμνούμεν, Πορφύριε, θεόφρον.
Άγιε τού Θεού, πρέσβευε υπέρ ημών.
Αμαρτιών μου Σύ τήν πληθύν άφες, Σώτερ, Πορφυρίου θερμαίς ικεσίαις, καί εν μετανοία τόν βίον μου παράσχου.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Γαλήνην δίδου τρικυμιζούση καρδία, τών δεινών τάς οδύνας πραΰνων χάριτί σου, πάτερ, καμνόντων ευεργέτα.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Θεοτοκίον.
Γέγονας μήτηρ, εν παρθενία τελούσα, τόν Θεόν καί Σωτήρα τεκούσα, όν εκδυσωπούσα, κινδύνων σώζεις πάντας.

Ωδή θ΄. Κυρίως Θεοτόκον.
Άγιε τού Θεού, πρέσβευε υπέρ ημών.
Ελέησον ικέτας καί προσπίπτοντάς σοι τήν ευσπλαγχνίαν τήν σήν αναμένοντας, παρέχων χάριν, υγείαν καί τήν μετάνοιαν.
Άγιε τού Θεού, πρέσβευε υπέρ ημών.
Λαλήσας ο κωφός σοι τήν ευχαριστίαν, ως διά σού σεσωσμένος, προσέφερε, τών συγγενών θαυμαζόντων καί προσκυνούντων σε.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Ο νέος εν οσίοις καταπλήττεις πάντας τερατουργίαις σου, πάτερ Πορφύριε, ελκύσας άνωθεν χάριν τή ταπεινώσει σου.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Θεοτοκίον.
Υμνούμέν σε Παρθένε, Κεχαριτωμένη, ως τήν ελπίδα τώ κόσμω δωρήσασαν, τεκούσα πάσι Σωτήρα Θεόν καί άνθρωπον.

Άξιον εστίν ως αληθώς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν αειμακάριστον καί παναμώμητον καί μητέρα τού Θεού ημών. Τήν τιμιωτέραν τών Χερουβίμ καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφίμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν τήν όντως Θεοτόκον σέ μεγαλύνομεν.

Μεγαλυνάρια

Χαίροις τών οσίων η καλλονή καί τών ασκουμένων οδηγός καί υπογραμμός.
Χαίροις ιερέων τό στέφος καί η δόξα, Πορφύριε τρισμάκαρ, Άθωνος καύχημα.
Ψάλλομέν σου, πάτερ, τάς αρετάς, ταπεινοφροσύνην καί τήν άκραν υπακοήν, τήν διάκρισίν τε απλότητα, αγνείαν, αγάπης σου τό εύρος τό απροσμέτρητον.
Ως παιδίον γέγονας τή ψυχή, αμνησικακίαν καί απλότητα ενδυθείς, θείων χαρισμάτων τόν πλούτον αποκρύπτων, τή ακενοδοξία πολιτευόμενος.
Διορατικών ήσθα κορυφή, προφητών μεγάλων πλησιέστατος συγγενής· ιαματικών τε συνόμιλος αγίων, Πορφύριε, εδείχθης, Άθωνος κόσμημα.
Τής Αποκαλύψεως θεωρός, τής πρός Ιωάννην, εν τή Πάτμω σύ γεγονώς, ώφθης μύστης μέγας τών θείων μυστηρίων, τά Χερουβείμ εγγίσας τή ταπεινώσει σου.
Ναυαγών τού βίου ώφθης λιμήν καί τών θλιβομένων η παράκλησις η θερμή, τών απολωλότων ποιμήν τής Εκκλησίας, καί κρήνη ιαμάτων τής θείας χάριτος.
Πάσαι τών Αγγέλων αί στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι πάντες μετά τής Θεοτόκου, ποιήσατε πρεσβείαν εις τό σωθήναι ημάς.

Τό Τρισάγιον

Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος ελέησον ημάς. (τρείς φορές)
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Παναγία τριάς, ελέησον ημάς. Κύριε ιλάσθητι ταίς αμαρτίαις ημών. Δέσποτα, συγχώρισον τάς ανομίας ημίν. Άγιε, επισκεψε καί ίασαι τάς ασθενείας ημών, ένεκεν τού ονόματός σου.
Κύριε ελέησον, Κύριε ελέησον, Κύριε ελέησον.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Πάτερ ημών, ο εν τοίς ουρανοίς, αγιασθήτω τό όνομά Σου, ελθέτω η βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ως εν ουρανό καί επί τής γής. Τόν άρτον ημών τόν επιούσιον δός ημίν σήμερον, καί άφες ημίν τά οφειλήματα ημών, ως καί ημείς αφίεμεν τοίς οφειλέταις ημών, καί μή εισενέγκης ημάς εις πειρασμόν αλλά ρύσαι ημάς από τού πονηρού.

Ο ιερεύς·
Ότι σού εστιν η βασιλεία, καί η δύναμις, καί η δόξα τού Πατρός, καί τού Υιού καί τού αγίου Πνεύματος, νύν, καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Απολυτίκιον
Ήχος α΄. Τής ερήμου πολίτης.
Τής Ευβοίας τόν γόνον, Πανελλήνων τόν Γέροντα, τής Θεολογίας τόν μύστην καί Χριστού φίλον γνήσιον, Πορφύριον τιμήσωμεν, πιστοί, τόν πλήρη χαρισμάτων εκ παιδός. Δαιμονώντας γάρ λυτρούται, καί ασθενείς ιάται πίστει κράζοντας· δόξα τώ δεδωκότι σοι ισχύν, δόξα τώ σέ αγιάσαντι, δόξα τώ ενεργούντι διά σού πάσιν ιάματα.

Η Εκτενής καί Απόλυσις.
Μετά τήν Απόλυσιν ψάλλομεν αργώς τά κάτωθι τροπάρια.
Ήχος β΄. Ότε εκ τού ξύλου.
Πάσι τοίς τιμώσιν ευλαβώς ιεράν τήν μνήμην σου, πάτερ, καί δεομένοις πιστώς δώρησαι τήν ίασιν παθών, Πορφύριε· καί κινδύνων καί θλίψεων καί ζάλης τού κόσμου λύτρωσαι πρεσβείαις σου τούς σοί προστρέχοντας· έχεις γάρ πολλήν παρρησίαν, ως Χριστού θεράπων καί φίλος, μεσιτεύειν, όσιε, πρός Κύριον.

Ήχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τών δούλων σου, καί λύτρωσαι ημάς, από πάσης ανάγκης καί θλίψεως.

Ήχος β΄.
Τήν πάσαν ελπίδα μου, εις σέ ανατίθημι, Μήτερ τού Θεού, φύλαξον μέ υπό τήν σκέπην σου.

Ο Ιερεύς: Δί ευχών τών αγίων πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός, ελέησον καί σώσον ημάς. Αμήν.

Δίστιχον
Πορφύριε, φύλαττε θερμαίς ευχαίς σου
Ευάγγελον μέλψαντα θαυμάσιά σου.

Εκκλησία Online
Αποστολή
Αξιολόγηση επισκεπτών 0 (0 ψήφοι)

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.