Ὁ ἱερεύς, Εὐλογητός ὁ Θεός ἡμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου πᾷς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ μὲ ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασιν τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρὸς Σὲ τὰς χεῖρας μου, ἡ ψυχὴ μου ὡς γῆ ἄνυδρὸς Σοί. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμα μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σοῦ ἀπ’ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεὸς Σου, ὅτι ἐπὶ Σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς Σὲ ᾖρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς Σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμα Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου, ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγὼ δοῦλος Σου εἰμί.
Ἦχος δ΄
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου
Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου
Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου
Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου
Ἦχος δ’. Ὁ ὑψωθείς.
Ὑπ’ ἀμετρήτων ἀναγκῶν καὶ κακώσεων, καὶ ἀφορήτων πειρασμῶν οἱ στενούμενοι, ἐν μετανοία σπεύσωμεν, βοῶντες θερμῶς• Μάρτυς ἀξιάγαστε, ἀθληφόρε Κυρίου, σπεῦσον ἐξανάστησον, ἐκ παθῶν ἡμᾶς πάντας, ἑξαιτουμένους τὴν σὴν ἀρωγήν, Ἀναστασία, τῆς Ρώμης τὸ βλάστημα.
Δόξα. Τὸ αὐτό.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προίστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοὺ σοὺς γὰρ δούλους σώζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
ΨΑΛΜΟΣ ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Καὶ ἀρχόμεθα τοῦ κανόνος, οὐ ἡ ἀκροστιχίς·
ΔΙΑΣΩΣΟΝ ΜΕ ΟΣΙΟΜΑΡΤΥΣ ΑΝΑΣΤΑΣΙΑ. ΑΡΤ.
Ὠδὴ α’. Ἦχος πλ. δ’. Ὑγράν διοδεύσας
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Δειναῖς χειμαζόμενος προσβολαῖς, πρὸς σὲ ἀνατρέχω, ἐκζητῶν τὴν ἀναψυχὴν ὢ μάρτυς Χριστοῦ Ἀναστασία, ἐξ ὀμιχλώδους θυέλλης με λύτρωσαι.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰάσεων χάριν παντοδαπῶν, καὶ δύναμιν πάσαν, διασώζειν ἐκ συμφορῶν, λαβοῦσα Σεμνὴ παρὰ Κυρίου, ἐκ τῆς διττῆς ἀσθενείας με ἴασαι.
Δόξα Πατρὶ.
Ἀρρήτων χαρίτων καὶ δωρεῶν, τυχεῖν ἠξιώθης, ἐκ χειρὸς παγκρατορικῆς· διό ἐκ τῆς πλάνης καὶ τοῦ δόλου, τοῦ Ἀρχεκάκου ταχὺ με ἑξάρπασον.
Καὶ νῦν.
Σωτῆρα τεκοῦσα καὶ ποιητήν, Ἀνύμφευτε Νύμφη, ὑπερήρθης τῶν οὐρανῶν διό δυσωπῶ σὲ τῶν παγίδων, καὶ τῶν τοῦ κόσμου κακῶν με ἁπάλλαξον.
Ὠδὴ γ’.Οὐρανίας ἁψίδος
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ὡς θερμὴν προστασίαν, καὶ ἀκλινῆ πρόμαχον, ὡς καταφυγὴν τῶν νοσούντων καὶ ἐπανόρθωσιν, ἀεὶ τιμῶντες σε, Ἀναστασία παρθένε, νῦν ἐπικαλούμεθα τὴν σὴν ἀντίληψιν.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Σὺ ἐδέξω Ἁγία, πρὸ τοῦ σεπτοῦ τέλους σου, ἄνωθεν φωνὴν βεβαιοῦσαν, σοὶ τὸ αἰτούμενον, τὸ θεραπεύειν δή, παντοίας νόσους πασχόντων, ὅθεν νῦν ἐνέργησον τὸ ἐν σοί χάρισμα.
Δόξα Πατρὶ
Ὁμηγύρεις ἀζύγων, ἀθωνικὸν σύστημα, καὶ πληθὺς πιστῶν ἐκ περάτων, πάντες προστρέχουσιν, ὡς ἀνυμνήσοντες ἐν τῇ Μονῇ Γρηγορίου, τὰ λαμπρά σου θαύματα καὶ ἀγωνίσματα.
Καὶ νῦν
Νοσημάτων ποικίλων, και πειρασμών έφοδος, και αλλεπαλλήλων κυμάτων, μέγα κλυδώνιον, αναχαιτίζεται, ταις κραταιαίς μεσιτείαις, και ταις παρακλήσεσι της θεομήτορος.
Διάσωσον, ὁσιομάρτυς παρθένε Ἀναστασία, τοὺς σοὺς δούλους ἐκ συμφορῶν, παθῶν τε καὶ θλίψεων, ὡς ἄληκτος κρήνη τῶν Ἰαμάτων.
Ἐπίβλεψον, ἐν εὐμενεία Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Εἴτα μνημονεύει ὁ ἱερεύς, δι’ οὖς ἡ Παράκλησις γίνεται· καὶ ἡμεῖς ψάλλομεν τὸ· Κύριε ἐλέησον, ιε΄.
Μετά δέ τήν εκφώνησιν, τό ἐπόμενον·
Κάθισμα.Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Πηγὴ δωρεῶν, ὑγείαν ἀναβρύουσα, αἰτία καλῶν, ψυχῶν θεραπευτήριος, συμπαθῶς ἐπίβλεψον Ἀναστασία τοῖς ἰκέταις σου, σαῖς μεσιτείαις ἄγουσα ἡμᾶς, εἰς θεῖον νυμφώνα καθαρότητας.
Ὠδὴ δ’. Εἰσακήκοα Κύριε.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Μεγαλύνω τὰ πάθη σου, ἄπερ καθυπέστης διὰ τὸν Κύριον ἑξανάστησόν με δέομαι, Μάρτυς Ἀναστάσεως ἐπώνυμε.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ἐπανέγειρον Πάνσεμνε, κλίνης ὀδυνῶν μου πίκρας τε θλίψεως, κατευθύνουσα τὸν βίον μου, ἐκ τῆς ἀκηδίας πρὸς τὰ κρείττονα.
Δόξα Πατρὶ
Οἰδημάτων νοσήματα, ψύξεις, αἱματώσεις, κῆλαι, ἐγκαύματα, ἀσθενούντων δεομένων σου, τῇ σῇ ἐπικλήσει θεραπεύονται.
Καὶ νῦν
Συμμαχία ὑπέρμαχος, συμπόνος καὶ συμπλοῦς τῶδε τῷ βίω μου, συνεργὸς καὶ συνεπίκουρος, στήθι μοὶ Μαρία Ἀειπάρθενε.
Ὠδὴ ε’. Φώτισον ἡμᾶς.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἴλιγγος δεινός, πυρετός, καρδιοπάθεια, νοσώδεις καὶ λοιμώδεις ἐπιφοραί, τῇ σῇ προνοία, Ἀθληφόρε ἀπελαύνονται.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ὄγκοι φοβεροί, λευχαιμία, νεφροπάθεια, αἱμορραγίαι, ἀρθρίτις καὶ πληγαί, τῇ σῇ φροντίδι καὶ ἀγάπη θεραπεύονται.
Δόξα Πατρὶ
Μόλυνσις ψυχῆς, τῇ μολύνσει νοῦ καὶ σώματος, συνῆλθε ἐν ἐμοὶ τῷ ρυπαρῶ Ἀναστασία, σαῖς λιταῖς ὅλον με κάθαρον.
Καὶ νῦν
Ἄγνισον Ἁγνή, λεπρωθείσαν τὴν καρδίαν μου, τῷ πλήθει τῶν ἀμέτρων μου κακιῶν, ὀδοποιοῦσα, πρὸς τὸ φῶς τῆς Ἀναστάσεως.
Ὠδὴ στ’. Τὴν δέησιν.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ῥωννύμενος, ἐκ πολλῶν κακώσεων, καὶ ἁλλόμενος ὡς ἔλαφος ψάλλω, ἀνευφήμων ποσαπλὼς σοῦς ἀγῶνας, καὶ ἀνύμνων σὰ λαμπρὰ κατορθώματα, προσπίπτω δὲ καὶ προσκυνῶ, τὴν παμπόθητον θείαν εἰκόνα σου.
Ἁγία του Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Τὸ σῶμά σου, ἠξιώθης Πάνσεμνε, τῷ Νυμφίῳ παραστήσαι θυσίαν, καὶ δι’ ἐλαίου φρονίμων παρθένων, συνεισελθεῖν εἰς νυμφῶνα οὐράνιον, κακεῖθεν οἵα συμπαθής, καταπέμπειν ἀφθόνως δωρήματα.
Δόξα Πατρὶ
Ὑπήκοος, ἕως τέλους γέγονας, τῇ σεμνῇ σοῦ διδασκάλῳ Σοφίᾳ οὐκ ἐδειλίασας γὰρ τοὺς τυράννους, καὶ τὸ δριμὺ τῶν βασάνων ὑπήνεγκας· διὸ ἀπείληφας τρανώς, τὸν τῆς δόξῃς ἀμάραντον στέφανον.
Καὶ νῦν
Συνέλαβες, ἀπορρήτως Δέσποινα, τόν τοῦ κόσμου συνοχέα καὶ Κτίστην, ἀποκυήσασα τοῦτον ἀφράστως, καὶ μετὰ τόκον ὡς πρὶν διαμείνασα διὸ τιμῶμεν εὐλαβῶς, σὲ τὴν μόνην Ἁγνὴν Ἀειπάρθενον.
Διάσωσον, ὀσιομάρτυς παρθένε Ἀναστασία, τοὺς σοῦς δούλους ἐκ συμφορῶν, παθῶν τε καὶ θλίψεων, ὡς ἄληκτος κρήνη τῶν ἰαμάτων.
Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ΄ ἐσχάτων τῶν ἡμερῶν τεκούσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Εἴτα μνημονεύει ὁ ἱερεύς, ὡς δεδήλωται.
Μετά δέ τήν εκφώνησιν, τό Κοντάκιον.
Ἦχος β’. Προστασία τῶν Χριστιανῶν.
Προστασία τῶν χειμαζόμενων ἀκράδαντε, ἱκεσία πρὸς τὸν Πλαστουργὸν ἀμετάσειστε, μὴ βραδύνης ἀνενεγκεὶν θεῷ λιτὰς ἡμῶν, ἀλλὰ πλήρωσον ὡς συμπαθής, τὸ δεδομένον ἐξ Αὐτοῦ, τοῖς πιστῶς εὐφημούσι σὲ τάχυνον ἐν ἀνάγκῃ, καὶ σπεῦσον πρὸς θεραπείαν, ἡ ἰατρεύουσα ἡμᾶς, Ἀναστάσεως φερώνυμε.
Τὸ Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἱσήκουσε τῆς δεήσεώς μου.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.
ΕΥΑΓΓΕΛΙΟΝ
Ἐκ τοῦ κατά Ματθαῖον.
(Κεφ. κε’, 1-13).
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην, ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τάς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ Νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ λαβοῦσαι τάς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ Νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν ἰδοὺ ὁ Νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τάς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ Νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, ἐν ἡ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Δόξα. Ἦχος β’.
Ταῖς τῆς Ἀθληφόρου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ: Ἐλέησόν με ὁ θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Ὅλη εἰ πλησίον μου, περικαλλὴς καὶ ὡραία, μῶμός σοι οὐκ ἐνεστί, λέγει σοὶ ὁ Κύριος, Ὀσιόαθλε ἄσπιλον κόσμον γάρ, περιβεβλημένη, παρεὶ νῦν ἐκ δεξιῶν αὐτοῦ, πεποικιλμένη δέ, τὰ τροπαιοφόρα μαρτύρια ταῦτα δὴ ταῦτα πρότεινον, ἅπερ δι’ Αὐτὸν καθυπέμεινας, ὅπως ἐξιλάση Αὐτὸν κινοῦσα σπλάγχνα οἰκτιρμῶν, τοῦ συγχωρήσαι καὶ σώσαι μέ, ὅταν μέλλω κρίνεσθαι.
Ὁ ἱερεύς· Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
Ὁ λαός· Κύριε, ἐλέησον ιβ´.
Ὁ ἱερεύς· Ἐλέει, καὶ οἰκτιρμοῖς.
Ὠδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ἀνεγείρεις πεσόντας, νουθετεῖς τοὺς πιστούς, καὶ νεύροις τοὺς κάμνοντας, ὑψοῖς ἡμῶν τὸ κέρας, εὐφραίνεις τοὺς ὑμνούντας, ἐκ καρδίας καὶ μέλποντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἰ.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νοεραῖς ταῖς ἀκτῖσιν, ἐλαμπρύνθης Παμμάκαρ ψυχὴ καὶ σώματι· διὸ ἡ μυροθήκη, τῶν θείων σοῦ λειψάνων, θεραπεύει τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἰ.
Δόξα Πατρὶ.
Ἀγαπῶσα τὸν Κτίστην, τὴν διττὴν ἐντολὴν Μάρτυς ἐξεπλήρωσας, ἐπεὶ καὶ τὸν πλησίον, ἠγάπησας ὡς ἔδει, ἐν τῇ πράξει διδάσκουσα· ὁ τῶν Πατέρων Θεός, ὄντως ἐστὶν Ἀγάπη.
Καὶ νῦν.
Στάμνος ὄντως ἐφάνης, συλλαβοῦσα Χριστὸν μάννα τὸ οὐράνιον, καὶ τοῦτον ἐκτεκοῦσα, τροφὴν ἀθανασίας, καὶ τρυφὴν ἠμῶν ἄρρητον, τὸν τῶν Πατέρων ἠμῶν, Θεὸν εὐλογημένον.
Ὠδὴ η’. Τὸν βασιλέα.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τὶς μὲ χωρίσει, ἀπὸ ἀγάπης Κυρίου; οὐ λιμός, οὐ γυμνότης, οὐ θλῖψις· Αὐτῶ ποθῶ συνεῖναι, ἔφης εἰς τοὺς αἰῶνας.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀνακουφίζεις, παραμυθεῖς ἀσθενοῦντας, ἀναψύχεις καταπονουμένους· πάντα δρᾶς εἰς δόξαν, Χριστοῦ τοῦ ἀναστάντος.
Δόξα Πατρὶ
Συμπαθέστατη καὶ φιλανθρώπῳ προνοίᾳ, συμπαρίστασαι τοῖς ἐνδεέσι, καὶ εὐγνωμονούσι, σὲ Κόρη εἰς αἰῶνας.
Καὶ νῦν
Ἰλαρωτάτη, καὶ ἀγαθὴ διαθέσει, ἀσφαλίζεις παντοίων ἐκ κινδύνων, τοὺς ὑπερυψούντας σε μόνη Θεοτόκε.
Ὠδὴ θ’. Κυρίως θεοτόκον.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Αἱμάτων σου ἐκχύσεις, κάλλος παρθενίας, καὶ ἀκλινεῖς μεσιτείαί σου Πάνσεμνε, ἀποκαθαίρουσι πάθη, πληγὰς καὶ τραύματα.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ἀμόλυντον νυμφῶνα, Κόρη ἐκληρώσω, εἰς οὐρανίους θαλάμους χορεύουσα, τοὺς εὐσεβῶς σὲ τιμῶντας ἐπιβραβεύουσα.
Δόξα Πατρὶ
Ῥοαῖς τῶν σῶν αἱμάτων, μύροις δὲ λειψάνων, ἐν ἐπικλήσει σεπτού σου ὀνόματος, Ἀναστασία πηγάζεις, ἄφθιτα νάματα.
Καὶ νῦν
Τρυφὴ πιστῶν Παρθένε, δόξα σύ Μαρτύρων, Ἱεραρχῶν τὸ σεπτὸν ἐγκαλλώπισμα, Ἀθωνιτὼν δὲ Πατέρων στερρὸν προτείχισμα.
Καὶ εὐθὺς τό Ἄξιόν ἐστιν,
καί τά παρόντα Μεγαλυνάρια.
Ὄνυχας, ὀδόντας τε καὶ μαστούς, χεῖράς τε καὶ πόδας, ἐκκοπεῖσα ἀνηλεῶς, ὄνυξιν ἐξέσθης, πυρὶ καταφλεχθεῖσα, Ἀναστασία μάρτυς ὀσιοπάρθενε.
Δόξῃς ἀκηράτου κατατρυφάν, κατηξιωμένη, ἐν ταῖς ἄνῳ διαμοναῖς, πρόσδεξαι δεήσεις, λαοῦ ἡμαρτηκότος, καὶ σαῖς πρεσβείαις ῥῦσαί, πάντας κολάσεως.
Τρεῖς λαμπροὺς στεφάνους ἀπολαβεῖν, Μάκαρ ἠξιώθης, ἐκ χειρὸς τοῦ Δημιουργοῦ τὸν τῆς παρθενίας, καὶ τόν του μαρτυρίου, τὸν τῆς ὑπακοῆς δέ, ἐν τῇ ἀσκήσει σου.
Ἄφθονα Ἰάματα παρασχεῖν, νῦν μὴ κατοκνήσῃς, μηδὲ πέμψῃς ἡμᾶς κενούς· ὢ Ἀναστασία, τὸ δύνασθαι γὰρ ἔχεις, ὡς φέρουσα τὴν χάριν τοῦ Παντοκράτορας.
Ζῆ ἡ σὴ ψυχὴ ἐν χειρὶ Θεοῦ, ἄνευθεν βασάνων, ἐν εἰρήνῃ διηνεκεῖ χαίρει δὲ πλουτοῦσα, Μονὴ τοῦ Γρηγορίου, τὰ θεία λείψανά σου, κόσμον ὡς ἄφθαρτον.
Ἔλαιον ἀγάπης παρθενικῆς, νήψεως ἐν πᾶσι, ἐγρηγόρσεως μυστικῆς, ἔσχες ἐν λαμπάδι, τῇ σῇ Ἀναστασία, διο νῦν ἐμβατεύεις εἰς τά οὐράνια.
Ἔλαιον ἐπίσταξον ἔπ´ ἔμέ, τόν κεναῖς ἀπάταις, δουλωθέντα καί ἡδοναῖς, φώτισον τόν νοῦν μου, ψυχήν τε καί καρδίαν, χριόμενα ἐλαίῳ ἀγαλλιάσεως.
Δίδαξόν μέ Μάρτυς ἐπιτελεῖν, την ἁγιωσύνην, ἐν τῷ φόβῳ τῷ πρός Θεόν, καί τή σῇ πρεσβεία καθήλωσον τάς σάρκας, καί πρός τόν Ἰησοῦν μου, στρέψον τήν ἔφεσιν.
Ὡς ἀπολαβοῦσα δόξης τρισσώς, τό λογιστικόν μου, σύν τῷ ἐπιθυμητικῷ, καί θυμοειδεῖ μοῦ καταύγασαν φωτί σου, καί τῆς θεώσεώς μέ ποίησον ἄξιον.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον· Παναγία Τριάς, Πάτερ ἡμῶν· Ὅτι Σοῦ ἐστιν.
Εἶτα τὸ παρόν Ἀπολυτίκιον.
Ἦχος γ’. Τὴν ὡραιότητα.
Τὴν ὀσιόαθλον καὶ καλλιπάρθενον, Ῥώμης τὸ βλάστημα, καὶ μέγα καύχημα, τῆς ἀναστάσεως Χριστοῦ, ἀξίως τὴν ἐπώνυμον, δεῦτε εὐφημήσωμεν, Ἀναστασίαν τὴν πάνσεμνον, βρύει γὰρ ἰάσεων, ἀκεσώδυνα φάρμακα, τοῖς τῶν λειψάνων αὐτῆς τὴν θήκην, προσπτυσσομένοις μετὰ πίστεως.
Ὁ ἱερεύς μνημονεύει·
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κ.τ.λ.
Είτα ποιεῖ τήν Ἀπόλυσιν.
Πρὸ δὲ τοῦ Δι’ εὐχῶν, ψάλλονται τὰ παρόντα·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντες οἱ ἐν νόσοις χαλεπαῖς, καὶ ταῖς τρικυμίαις τοῦ βίου, ἐκταρασσόμενοι νῦν, δεῦτε δὴ προσδράμωμεν καὶ προσκυνήσωμεν, τὴν εἰκόνα τὴν πάντιμον, τῆς Ἀναστασίας, ταύτην ἱκετεύοντες ἐν κατανύξει πολλῇ· σπεῦσον, ἐξεγέρθητι ὅπως πάντας ἐκ παθὼν ἀναστήσῃς, Μάρτυς Ἀναστάσεως φερώνυμε.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.