ΔΥΝΑΜΗ ΠΡΟΣΕΥΧΗΣ:ΜΕΓΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ στην Παναγία.

Ευλογητός ο Θεός ημών, πάντοτε, νύν, καί αεί, καί εις τούς αιώνας τών αιώνων.

Αμήν.

Ψαλμός 142
Κύριε εισάκουσον τής προσευχής μου ενώτισαι τήν δέησίν μου εν τή αληθεία σου εισάκουσόν μου εν τή δικαιοσύνη σου
καί μή εισέλθης εις κρίσιν μετά τού δούλου σου ότι ου δικαιωθήσεται ενώπιόν σου πάς ζών
ότι κατεδίωξεν ο εχθρός τήν ψυχήν μου εταπείνωσεν εις γήν τήν ζωήν μου εκάθισέ με εν σκοτεινοίς ως νεκρούς αιώνος
καί ηκηδίασεν επ εμέ τό πνεύμά μου εν εμοί εταράχθη η καρδία μου
εμνήσθην ημερών αρχαίων εμελέτησα εν πάσι τοίς έργοις σου εν ποιήμασι τών χειρών σου εμελέτων
διεπέτασα πρός σέ τάς χείράς μου η ψυχή μου ως γή άνυδρός σοι
ταχύ εισάκουσόν μου Κύριε εξέλιπε τό πνεύμά μου μή αποστρέψης τό πρόσωπόν σου απ εμού καί ομοιωθήσομαι τοίς καταβαίνουσιν εις λάκκον
ακουστόν ποίησόν μοι τό πρωί τό έλεός σου ότι επί σοί ήλπισα γνώρισόν μοι Κύριε οδόν εν ή πορεύσομαι ότι πρός σέ ήρα τήν ψυχήν μου
εξελού με εκ τών εχθρών μου Κύριε πρός σέ κατέφυγον
δίδαξόν με τού ποιείν τό θέλημά σου ότι σύ εί ο Θεός μου τό πνεύμά σου τό αγαθόν οδηγήσει με εν γή ευθεία
ένεκεν τού ονόματός σου Κύριε ζήσεις με εν τή δικαιοσύνη σου εξάξεις εκ θλίψεως τήν ψυχήν μου
καί εν τώ ελέει σου εξολοθρεύσεις τούς εχθρούς μου καί απολείς πάντας τούς θλίβοντας τήν ψυχήν μου ότι εγώ δούλός σού ειμι.

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, β. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ημυνάμην αυτούς,

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, γ. Παρά Κυρίου εγένετο αύτη, καί έστι θαυμαστή εν οφθαλμοίς ημών.

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Ήχος δ Ο υψωθείς εν τώ Σταυρώ
Τή Θεοτόκω εκτενώς νύν προσδράμωμεν,
αμαρτωλοί καί ταπεινοί,
καί προσπέσωμεν εν μετανοία,
κράζοντες εκ βάθους ψυχής
Δέσποινα,
βοήθησον εφ ημίν σπλαγχνισθείσα,
σπεύσον,
απολλύμεθα υπό πλήθους πταισμάτων,
μή αποστρέψης σούς δούλους κενούς
σέ γάρ καί μόνην ελπίδα κεκτήμεθα.
Δόξα

Το Απολυτίκιον του Αγίου του Ναού.

Καί νύν
Ου σιωπήσωμέν ποτε, Θεοτόκε,
τάς δυναστείας σου λαλείν οι ανάξιοι
ειμή γάρ σύ προίστασο πρεσβεύουσα,
τίς ημάς ερρύσατο εκ τοσούτων κινδύνων;
Τίς δέ διεφύλαξεν
έως νύν ελευθέρους;
Ουκ αποστώμεν,
Δέσποινα, εκ σού
σούς γάρ δούλους σώζεις αεί,
εκ παντοίων δεινών.

Ψαλμός 50

Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με.

ότι τήν ανομίαν μου εγώ γινώσκω, καί η αμαρτία μου ενώπιόν μού εστι διαπαντός.

σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα, όπως άν δικαιωθής εν τοίς λόγοις σου, καί νικήσης εν τώ κρίνεσθαί σε.

ιδού γάρ εν ανομίαις συνελήφθην, καί εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου.

ιδού γάρ αλήθειαν ηγάπησας, τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι.

ραντιείς με υσσώπω, καί καθαρισθήσομαι, πλυνείς με, καί υπέρ χιόνα λευκανθήσομαι.

ακουτιείς μοι αγαλλίασιν καί ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα.

απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον.

καρδίαν καθαράν κτίσον εν εμοί, ο Θεός, καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου.

μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμά σου τό άγιον μή αντανέλης απ εμού.

απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήριξόν με.

διδάξω ανόμους τάς οδούς σου, καί ασεβείς επί σέ επιστρέψουσι.

ρύσαί με εξ αιμάτων, ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου.

Κύριε, τά χείλη μου ανοίξεις, καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου.

ότι ει ηθέλησας θυσίαν, έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις.

θυσία τώ Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει.

αγάθυνον, Κύριε, εν τή ευδοκία σου τήν Σιών, καί οικοδομηθήτω τά τείχη Ιερουσαλήμ

τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν καί ολοκαυτώματα

τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους.

Ήχος πλ. δ Ωδή α Ο Ειρμός
Αρματηλάτην Φαραώ εβύθισε, τερατουργούσα ποτέ, μωσαϊκή ράβδος, σταυροτύπως πλήξασα καί διελούσα θάλασσαν, Ισραήλ δέ φυγάδα, πεζόν οδίτην διέσωσεν, άσμα τώ Θεώ αναμέλποντα.
Υπεραγία Θεοτόκε, σώσον ημάς.

Των λυπηρών επαγωγαί χειμάζουσι τήν ταπεινήν μου ψυχήν, καί συμφορών νέφη, τήν εμήν καλύπτουσι, καρδίαν Θεονύμφευτε, αλλ η φώς τετοκυία, τό θείον καί προαιώνιον, λάμψον μοι τό φώς τό χαρμόσυνον.
Υπεραγία Θεοτόκε, σώσον ημάς.

Εξ αμέτρητων αναγκών καί θλίψεων, καί εξ εχθρών δυσμενών, καί συμφορών βίου, λυτρωθείς Πανάχραντε, τή κραταιά δυνάμει σου, ανυμνώ μεγαλύνω, τήν άμετρόν σου συμπάθειαν, καί την εις εμέ σου παράκλησιν.
Δόξα
Νύν πεποιθώς επί τήν σήν κατέφυγον, αντίληψιν κραταιάν, καί πρός τήν σήν σκέπην, ολοψύχως έδραμον, καί γόνυ κλίνω Δέσποινα, καί θρηνώ καί στενάζω, μή με παρίδης τόν άθλιον, τών Χριστιανών καταφύγιον.
Καί νύν
Ου σιωπήσω τού βοάν τρανώτατα, τά μεγαλεία τά σά· ειμή γάρ σύ Κόρη, πάντοτε προΐστασο, υπέρ εμού πρεσβεύουσα, τώ Υιώ καί Θεώ σου, τίς εκ τοσούτου με κλύδωνος, καί δεινών κινδύνων ερρύσατο.

Ωδή γ Ο Ειρμός
Ουρανίας αψίδος, οροφουργέ Κύριε, καί τής Εκκλησίας δομήτορ, σύ με στερέωσον, εν τή αγάπη τή σή, τών εφετών η ακρότης, τών πιστών τό στήριγμα, μόνε φιλάνθρωπε.
Υπεραγία Θεοτόκε, σώσον ημάς.

Απορήσας εκ πάντων, οδυνηρώς κράζω σοι· πρόφθασον θερμή προστασία, καί σήν βοήθειαν, δός μοι τώ δούλω σου, τώ ταπεινώ καί αθλίω, τώ τήν σήν αντίληψιν, επιζητούντι θερμώς.
Υπεραγία Θεοτόκε, σώσον ημάς.

Εθαυμάστωσας όντως, νύν επ εμοί Δέσποινα, τάς ευεργεσίας σου Κόρη, καί τά ελέη σου· όθεν δοξάζω σε, καί ανυμνώ καί γεραίρω, τήν πολλήν καί άμετρον, κηδεμονίαν σου.
Δόξα
Καταιγίς με χειμάζει, τών συμφορών Δέσποινα, καί τών λυπηρών τρικυμίαι, καταποντίζουσιν· αλλά προφθάσασα, χείρά μοι δός βοηθείας, η θερμή αντίληψις, καί προστασία μου.
Καί νύν.
Αληθή Θεοτόκον, ομολογώ Δέσποινα, σέ τήν τού θανάτου τό κράτος, εξαφανίσασαν· ως γάρ φυσίζωος, εκ τών δεσμών τών τού άδου, πρός ζωήν ανήγαγες, εις γήν με ρεύσαντα.

Διάσωσον, από κινδύνων, τούς δούλους σου, Θεοτόκε,
ότι πάντες μετά Θεόν, εις σέ καταφεύγομεν,
ως άρρηκτον τείχος καί προστασίαν.

Επίβλεψον, εν ευμενεία, πανύμνητε Θεοτόκε,
επί τήν εμήν χαλεπήν τού σώματος κάκωσιν,
καί ίασαι τής ψυχής μου τό άλγος.

Ελέησον ημάς ο Θεός κατά τό μέγα ελεός Σου, δεόμεθά Σου, επάκουσον καί ελέησον.

Κύριε ελέησον(3)
Έτι δεόμεθα υπέρ του Αρχιεπισκόπου ημών (δεινός) καί πάσης της εν Χριστώ ημών αδελφότητος. Κύριε ελέησον(3)
Έτι δεόμεθα υπέρ ελέους, ζωής, ειρήνης, υγείας, σωτηρίας, επισκέψεως, συγχωρήσεως καί αφέσεως των αμαρτιών των δούλων του Θεού, πάντων των ευσεβών καί ορθοδόξων χριστιανών, των κατοικούντων καί παρεπιδημούντων εν τη (κώνη, πόλη) ταύτη, των ενοριτών, επιτρόπων, συνδορομητών καί αφειρωτών του αγίου ναού τούτου. Κύριε ελέησον(3)
Έτι δεόμεθα υπέρ των δούλων του Θεού, (ονόματα).
Ότι ελεήμων καί φιλάνθρωπος Θεός υπάρχεις, καί σοί τήν δόξαν αναπέμπομεν, τώ Πατρί καί τώ Υιώ καί τώ Αγίω Πνεύματι, νύν καί αεί καί εις τους αιώνας των αιώνων.

Αμήν.

Κάθισμα Ήχος β Τά άνω ζητών
Πρεσβεία θερμή,καί τείχος απροσμάχητον,
ελέους πηγή, τού κόσμου καταφύγιον,
εκτενώς βοώμέν σοι Θεοτόκε Δέσποινα, πρόφθασον,
καί εκ κινδύνων λύτρωσαι ημάς,
η μόνη ταχέως προστατεύουσα.

Ωδή δ
Σύ μου ισχύς Κύριε, σύ μου καί δύναμις, σύ Θεός μου, σύ μου αγαλλίαμα, ο πατρικούς, κόλπους μή λιπών, καί τήν ημετέραν, πτωχείαν επισκεψάμενος· διό σύν τώ προφήτη, Αββακούμ σοι κραυγάζω· Τή δυνάμει σου δόξα φιλάνθρωπε.
Υπεραγία Θεοτόκε, σώσον ημάς.

Καί πού λοιπόν, άλλην ευρήσω αντίληψιν; πού προσφύγω; πού δέ καί σωθήσομαι; τίνα θερμήν έξω βοηθόν, θλίψεσι τού βίου καί ζάλαις οίμοι! κλονούμενος; Εις σέ μόνην ελπίζω, καί θαρρώ καί καυχώμαι, καί προστρέχω τή σκέπη σου σώσον με.
Υπεραγία Θεοτόκε, σώσον ημάς.

Τόν ποταμόν, τόν γλυκερόν τού ελέους σου, τόν πλουσίαις δωρεαίς δροσίσαντα, τήν παναθλίαν καί ταπεινήν, πάναγνε ψυχήν μου, τών συμφορών καί τών θλίψεων, καμίνω φλογισθείσαν, μεγαλύνω κηρύττω, καί προστρέχω τή σκέπη σου σώσον με.
Δόξα
Σέ τήν αγνήν, σέ τήν Παρθένον καί άσπιλον, μόνην φέρω, τείχος απροσμάχητον, καταφυγήν σκέπην κραταιάν, όπλον σωτηρίας μή με παρίδης τόν άσωτον, ελπίς απηλπισμένων, ασθενών συμμαχία, θλιβομένων χαρά καί αντίληψις.
Καί νύν
Πώς εξειπείν, σού κατ αξίαν δυνήσομαι, τούς αμέτρους, οικτιρμούς ώ Δέσποινα, τούς τήν εμήν πάντοτε ψυχήν, δεινώς πυρουμένην, ως ύδωρ περιδροσίσαντας; Αλλ ώ τής σής προνοίας, καί τής ευεργεσίας, ής αφθόνως αυτός παραπήλαυσα!

Ωδή ε
Ίνα τί με απώσω, από τού προσώπου σου τό φώς τό άδυτον, καί εκάλυψέ με, τό αλλότριον σκότος τόν δείλαιον. Αλλ επίστρεψόν με, καί πρός τό φώς τών εντολών σου, τάς οδούς μου κατεύθυνον δέομαι.
Υπεραγία Θεοτόκε, σώσον ημάς.

Ευχαρίστως βοώ σοι· χαίρε Μητροπάρθενε, χαίρε Θεόνυμφε χαίρε θεία σκέπη, χαίρε όπλον καί τείχος απόρθητον, χαίρε προστασία, καί βοηθέ καί σωτηρία, τών εις σέ προστρεχόντων εκ πίστεως.
Υπεραγία Θεοτόκε, σώσον ημάς.

Οι μισούντες με μάτην, βέλεμνα καί ξίφη καί λάκκον ηυτρέπισαν, καί επιζητούσι, τό πανάθλιον σώμα σπαράξαι μου, καί καταβιβάσαι, πρός γήν Αγνή επιζητούσιν· αλλ εκ τούτων προφθάσασα σώσόν με.
Δόξα
Από πάσης ανάγκης, θλίψεως καί νόσου καί βλάβης με λύτρωσαι, καί τή σή δυνάμει, εν τή σκέπη σου φύλαξον άτρωτον, εκ παντός κινδύνου, καί εξ εχθρών τών πολεμούντων, καί μισούντων με Κόρη πανύμνητε.
Καί νύν
Τί σοι δώρον προσάξω, τής ευχαριστίας ανθ ώνπερ απήλαυσα, τών σών δωρημάτων, καί τής σής αμέτρητου χρηστότητος; Τοιγαρούν δοξάζω, υμνολογώ καί μεγαλύνω, σού τήν άμετρον πρός με συμπάθειαν.

Ωδή ς
Τήν δέησιν, εκχεώ πρός Κύριον, καί αυτώ απαγγελώ μου τάς θλίψεις, ότι κακών η ψυχή μου επλήσθη, καί η ζωή μου τώ άδη προσήγγισε καί δέομαι ως Ιωνάς· Εκ φθοράς ο Θεός με ανάγαγε.
Υπεραγία Θεοτόκε, σώσον ημάς.

Τά νέφη, τών λυπηρών εκάλυψαν, τήν αθλίαν μου ψυχήν καί καρδίαν, καί σκοτασμόν εμποιούσι μοι Κόρη, αλλ η γεννήσασα φώς τό απρόσιτον, απέλασον ταύτα μακράν, τή εμπνεύσει τής θείας πρεσβείας σου.
Υπεραγία Θεοτόκε, σώσον ημάς.

Παράκλησιν, εν ταίς θλίψεσιν οίδα, καί τών νόσων ιατρόν σε γινώσκω, καί παντελή συντριμμόν τού θανάτου, καί ποταμόν τής ζωής ανεξάντλητον, καί πάντων τών εν συμφοραίς, ταχινήν καί οξείαν αντίληψιν.
Δόξα
Ου κρύπτω σου, τόν βυθόν τού ελέους, καί τήν βρύσιν τών απείρων θαυμάτων, καί τήν πηγήν τήν αέναον όντως, τής πρός εμέ συμπαθείας σου Δέσποινα· αλλ άπασιν ομολογώ, καί βοώ καί κηρύττω καί φθέγγομαι.
Καί νύν
Εκύκλωσαν, αι τού βίου με ζάλαι, ώσπερ μέλισσαι κηρίον Παρθένε, καί τήν εμήν κατασχούσαι καρδίαν, κατατιτρώσκουσι βέλει τών θλίψεων· αλλ εύροιμί σε βοηθόν, καί διώκτην καί ρύστην Πανάχραντε.

Διάσωσον, από κινδύνων, τούς δούλους σου, Θεοτόκε,
ότι πάντες μετά Θεόν, εις σέ καταφεύγομεν,
ως άρρηκτον τείχος καί προστασίαν.

Άχραντε, η διά λόγου τόν Λόγον ανερμηνεύτως,
επ εσχάτων τών ημερών τεκούσα, δυσώπησον,
ως έχουσα μητρικήν παρρησίαν.

Ελέησον ημάς ο Θεός κατά τό μέγα ελεός Σου, δεόμεθά Σου, επάκουσον καί ελέησον.

Κύριε ελέησον (3)
Έτι δεόμεθα υπέρ του Αρχιεπισκόπου ημών (δεινός) καί πάσης της εν Χριστώ ημών αδελφότητος.

Κύριε ελέησον (3)
Έτι δεόμεθα υπέρ ελέους, ζωής, ειρήνης, υγείας, σωτηρίας, επισκέψεως, συγχωρήσεως καί αφέσεως των αμαρτιών των δούλων του Θεού, πάντων των ευσεβών καί ορθοδόξων χριστιανών, των κατοικούντων καί παρεπιδημούντων εν τη (κώνη, πόλη) ταύτη, των ενοριτών, επιτρόπων, συνδορομητών καί αφειρωτών του αγίου ναού τούτου.

Κύριε ελέησον (3)
Έτι δεόμεθα υπέρ των δούλων του Θεού, (ονόματα).
Ότι ελεήμων καί φιλάνθρωπος Θεός υπάρχεις, καί σοί τήν δόξαν αναπέμπομεν, τώ Πατρί καί τώ Υιώ καί τώ Αγίω Πνεύματι, νύν καί αεί καί εις τους αιώνας των αιώνων.

Αμήν.

Κοντάκιον Ήχος β
Προστασία τών Χριστιανών ακαταίσχυντε,
μεσιτεία πρός τόν Ποιητήν αμετάθετε.
Μή παρίδης αμαρτωλών δεήσεων φωνάς,
αλλά πρόφθασον, ως αγαθή,
εις τήν βοήθειαν ημών,
τών πιστώς κραυγαζόντων σοι
Τάχυνον εις πρεσβείαν,
καί σπεύσον εις ικεσίαν,
η προστατεύουσα αεί,
Θεοτόκε, τών τιμώντων σε.

Α Αντίφωνον
Ήχος δ
Εκ νεότητός μου, πολλά πολεμεί με πάθη, αλλ αυτός αντιλαβού, καί σώσον, Σωτήρ μου. (δίς)
Οι μισούντες Σιών, αισχύνθητε από τού Κυρίου ως χόρτος γάρ, πυρί έσεσθε απεξηραμμένοι. (δίς)
Δόξα
Αγίω Πνεύματι, πάσα ψυχή ζωούται, καί καθάρσει υψούται, λαμπρύνεται τή Τριαδική μονάδι, ιεροκρυφίως.
Καί νύν
Αγίω Πνεύματι, αναβλύζει τά τής χάριτος ρείθρα, αρδεύοντα άπασαν τήν κτίσιν, πρός ζωογονίαν.

Προκείμενον
Μνησθήσομαι τού ονόματός σου εν πάση γενεά καί γενεά.

Μνησθήσομαι τού ονόματός σου εν πάση γενεά καί γενεά

Στίχ. Άκουσον, θύγατερ, καί ίδε, καί κλίνον τό ούς σου, καί επιλάθου τού λαού σου, καί τού οίκου τού πατρός σου, καί επιθυμήσει ο Βασιλεύς τού κάλλους σου.

Τού ονόματός σου εν πάση γενεά καί γενεά μνησθήσομαι.

Καί υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τόν Θεόν ημών ικετεύσωμεν.
Κύριε, ελέησον (γ).
Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ειρήνη πάσι.
Καί τώ Πνεύματί σου.
Εκ τού κατά Λουκάν αγίου Ευαγγελίου, τό Ανάγνωσμα.
Πρόσχωμεν.

Δόξα σοί, Κύριε, δόξα σοί.

Τώ καιρώ εκείνω, εισήλθεν ο Ιησούς εις κώμην τινά, γυνή δέ τις, ονόματι Μάρθα, υπεδέξατο αυτόν εις τόν οίκον αυτής. Καί τήδε ήν αδελφή, καλουμένη Μαρία, ή καί παρακαθήσασα παρά τούς πόδας τού Ιησού, ήκουε τών λόγων αυτού η δέ Μάρθα περιεσπάτο περί πολλήν διακονίαν, επιστάσα δέ είπε· Κύριε, ου μέλει σοι, ότι η αδελφή μου μόνην με κατέλιπε διακονείν; ειπέ ούν αυτή ίνα μοι συναντιλάβηται. Αποκριθείς δέ ο Ιησούς είπεν αυτή· Μάρθα, Μάρθα, μεριμνάς καί τυρβάζη περί πολλά, ενός δέ εστι χρεία. Μαρία δέ τήν αγαθήν μερίδα εξελέξατο, ήτις ουκ αφαιρεθήσεται απ αυτής. Εγένετο δέ εν τώ λέγειν αυτόν ταύτα, επάρασά τις γυνή φωνήν εκ τού όχλου είπεν αυτώ· Μακαρία η κοιλία η βαστάσασά σε καί μαστοί, ούς εθήλασας. Αυτός δέ είπε· Μενούν γε, μακάριοι οι ακούοντες τόν λόγον τού Θεού καί φυλάσσοντες αυτόν.

Δόξα σοί, Κύριε, δόξα σοί.

Δόξα Ήχος β
Πάτερ, Λόγε, Πνεύμα, Τριάς η εν Μονάδι, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.
Καί νύν
Ταίς τής Θεοτόκου, πρεσβείαις, Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Ήχος πλ. β Όλην αποθέμενοι
Μή καταπιστεύσης με,
ανθρωπίνη προστασία,
Παναγία δέσποινα,
αλλά δέξαι δέησιν, τού ικέτου σου
θλίψις γάρ έχει με,
φέρειν ου δύναμαι,
τών δαιμόνων τά τοξεύματα,
σκέπην ου κέκτημαι,
ουδέ πού προσφύγω ο άθλιος,
πάντοθεν πολεμούμενος,
καί παραμυθίαν ουκ έχω πλήν σου
Δέσποινα τού κόσμου,
ελπίς καί προστασία τών πιστών,
μή μου παρίδης τήν δέησιν,
τό συμφέρον ποίησον.

Έτερα Θεοτοκία
Ουδείς προστρέχων επί σοί,

κατησχυμένος από σού εκπορεύεται,
αγνή Παρθένε Θεοτόκε,
αλλ αιτείται τήν χάριν, καί λαμβάνει τό δώρημα,
πρός τό συμφέρον τής αιτήσεως.

Μεταβολή τών θλιβομένων,

απαλλαγή τών ασθενούντων υπάρχουσα,
Θεοτόκε Παρθένε,
σώζε πόλιν καί λαόν, τών πολεμουμένων η ειρήνη,

τών χειμαζομένων η γαλήνη,
η μόνη προστασία τών πιστών.

Σώσον, ο Θεός, τόν λαόν σου, καί ευλόγησον τήν κληρονομίαν σου επίσκεψαι τόν κόσμον σου εν ελέει καί οικτιρμοίς ύψωσον κέρας Χριστιανών Ορθοδόξων, καί κατάπεμψον εφ ημάς τά ελέη σου τά πλούσια πρεσβείαις τής παναχράντου, Δεσποίνης ημών, Θεοτόκου καί αειπαρθένου Μαρίας δυνάμει τού τιμίου καί ζωοποιού Σταυρού, προστασίαις τών τιμίων επουρανίων Δυνάμεων ασωμάτων, ικεσίαις τού τιμίου, ενδόξου, προφήτου Προδρόμου καί βαπτιστού Ιωάννου, τών αγίων, ενδόξων, καί πανευφήμων Αποστόλων. Τών εν αγίοις Πατέρων ημών, μεγάλων Ιεραρχών, καί Οικουμενικών Διδασκάλων, Βασιλείου τού Μεγάλου, Γρηγορίου τού Θεολόγου καί Ιωάννου τού Χρυσοστόμου, Αθανασίου καί Κυρίλλου, Ιωάννου τού Ελεήμονος, πατριαρχών Αλεξανδρείας Νικολάου τού εν Μύροις τής Λυκίας, Σπυρίδωνος επισκόπου Τριμυθούντος, καί Νεκταρίου τής Πενταπόλεως, τών θαυματουργών τών αγίων ενδόξων μεγαλομαρτύρων Γεωργίου τού Τροπαιοφόρου, Δημητρίου τού Μυροβλύτου, Θεοδώρου τού Τήρωνος, καί Θεοδώρου τού Στρατηλάτου καί Μηνά τού θαυματουργού, τών ιερομαρτύρων Χαραλάμπους καί Ελευθερίου τών αγίων, ενδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Αναστασίας, Κυριακής, Φωτεινής, Μαρίνης, Παρασκευής καί Ειρήνης τών αγίων ενδόξων καί καλλινίκων Μαρτύρων, τών οσίων καί θεοφόρων Πατέρων ημών, (ναού), τών αγίων καί δικαίων θεοπατόρων Ιωακείμ καί Άννης, (ημέρας), καί πάντων σου τών Αγίων ικετεύομέν σε, μόνε πολυέλεε Κύριε, επάκουσον ημών τών αμαρτωλών δεομένων σου καί ελέησον ημάς.

Κύριε, ελέησον (ιβ).
Ελέει, καί οικτιρμοίς, καί φιλανθρωπία τού μονογενούς σου Υιού, μεθ΄ ού ευλογητός εί, σύν τώ παναγίω καί αγαθώ καί ζωοποιώ σου Πνεύματι, νύν καί αεί καί εις τούς αιώνας τών αιώνων.

Αμήν.

Ωδή ζ
Παίδες Εβραίων εν καμίνω, κατεπάτησαν τήν φλόγα θαρσαλέως, καί εις δρόσον τό πύρ μετέβαλον βοώντες· Ευλογητός εί Κύριε, ο Θεός εις τούς αιώνας.
Υπεραγία Θεοτόκε, σώσον ημάς.

Φώς η τεκούσα Θεοτόκε, σκοτισθέντα με νυκτί αμαρτημάτων, φωταγώγησον σύ, φωτός ούσα δοχείον, τό καθαρόν καί άμωμον, ίνα πόθω σε δοξάζω.
Υπεραγία Θεοτόκε, σώσον ημάς.

Σκέπη γενού καί προστασία, καί αντίληψις καί καύχημα Παρθένε, γυμνωθέντι μοι νύν, απάσης βοηθείας, αβοήθητων δύναμις, καί ελπίς απηλπισμένων.
Δόξα
Όλη ψυχή καί διανοία, καί καρδία σε καί χείλεσι δοξάζω, απολαύσας τών σών, μεγάλων χαρισμάτων αλλ ώ τής σής χρηστότητος, καί απείρων σου θαυμάτων!
Καί νύν
Βλέψον ιλέω όμματί σου, καί επίσκεψαι τήν κάκωσιν ήν έχω, καί δεινών συμφορών, καί βλάβης καί κινδύνων, καί πειρασμών με λύτρωσαι, αμετρήτω σου ελέει.

Ωδή η
Τόν εν όρει αγίω δοξασθέντα, καί εν βάτω πυρί το τής Αειπαρθένου, τώ Μωυσή μυστήριον γνωρίσαντα, Κύριον υμνείτε, καί υπερυψούτε, εις πάντας τους αιώνας.
Υπεραγία Θεοτόκε, σώσον ημάς.

Διά σπλάγχνα ελέους σου Παρθένε, μή παρίδης σεμνή, ποντούμενόν με σάλω, βιοτικών κυμάτων, αλλά δίδου μοι χείρα βοηθείας, καταπονουμένω, κακώσεσι τού βίου.
Υπεραγία Θεοτόκε, σώσον ημάς.

Περιστάσεις καί θλίψεις καί ανάγκαι, εύροσάν με Αγνή, καί συμφοραί τού βίου, καί πειρασμοί με πάντοθεν εκύκλωσαν· αλλά πρόστηθί μοι, καί αντιλαβού μου, τή κραταιά σου σκέπη.
Δόξα
Εν ταίς ζάλαις εφεύρον σε λιμένα, εν ταίς λύπαις χαράν καί ευφροσύνην, καί εν ταίς νόσοις ταχινήν βοήθειαν, καί εν τοίς κινδύνοις, ρύστιν καί προστάτιν, εν τοίς πειρατηρίοις.
Καί νύν
Χαίρε θρόνε πυρίμορφε Κυρίου, χαίρε θεία καί μανναδόχε στάμνε, χαίρε χρυσή λυχνία, λαμπάς άσβεστος, χαίρε τών παρθένων δόξα καί μητέρων, ωράϊσμα καί κλέος.

Ωδή θ
Εξέστη επί τούτω ο ουρανός, καί τής γής κατεπλάγη τά πέρατα, ότι Θεός, ώφθη τοίς άνθρωποις σωματικώς, καί η γαστήρ σου γέγονεν, ευρυχωροτέρα τών ουρανών· διό σε Θεοτόκε, Αγγέλων καί ανθρώπων, ταξιαρχίαι μεγαλύνουσι.
Υπεραγία Θεοτόκε, σώσον ημάς.

Πρός τίνα καταφύγω άλλην Αγνή; πού προσδράμω λοιπόν καί σωθήσομαι; πού πορευθώ; ποίαν δέ εφεύρω καταφυγήν; ποίαν θερμήν αντίληψιν; ποίον εν ταίς θλίψεσι βοηθόν; Εις σέ μόνην ελπίζω, εις σέ μόνην καυχώμαι, καί επί σέ θαρρών κατέφυγον.
Υπεραγία Θεοτόκε, σώσον ημάς.

Ουκ έστιν αριθμήσασθαι δυνατόν, μεγαλεία τά σά Θεονύμφευτε, καί τόν βυθόν, τόν ανεξερεύνητον εξειπείν, τών υπέρ νούν θαυμάτων σου, τών τετελεσμένων διηνεκώς, τοίς πόθω σε τιμώσι, καί πίστει προσκυνούσιν, ως αληθή Θεού λοχεύτριαν.
Δόξα
Εν ύμνοις ευχαρίστοις δοξολογώ, καί γεραίρω τό άμετρον έλεος, καί τήν πολλήν, δύναμίν σου ομολογώ καί τάς ευεργεσίας σου, άς υπερεκένωσας εις εμέ, κηρύττω, μεγαλύνω, ψυχή τε καί καρδία, καί λογισμώ καί γλώσση πάντοτε.
Καί νύν
Τήν δέησίν μου δέξαι τήν πενιχράν, καί κλαυθμόν μή παρίδης καί δάκρυα, καί στεναγμόν, αλλ αντιλαβού μου ως αγαθή, καί τάς αιτήσεις πλήρωσον· δύνασαι γάρ πάντα ως πανσθενούς, Δεσπότου Θεού Μήτηρ, ει νεύσεις έτι μόνον, πρός τήν εμήν οικτράν ταπείνωσιν.

Μεγαλυνάρια
Άξιόν εστιν ως αληθώς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν αειμακάριστον καί παναμώμητον, καί Μητέρα τού Θεού ημών.
Τήν τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.

Τήν υψηλοτέραν τών ουρανών, καί καθαρωτέραν λαμπηδόνων ηλιακών, τήν λυτρωσαμένην ημάς εκ τής κατάρας, τήν Δέσποιναν τού κόσμου, ύμνοις τιμήσωμεν.

Από τών πολλών μου αμαρτιών, ασθενεί τό σώμα, ασθενεί μου καί η ψυχή, πρός σέ καταφεύγω τήν Κεχαριτωμένην, ελπίς απηλπισμένων, σύ μοι βοήθησον.

Δέσποινα καί μήτηρ τού Λυτρωτού, δέξαι παρακλήσεις, αναξίων σών ικετών, ίνα μεσιτεύσης πρός τόν εκ σού τεχθέντα. Ώ Δέσποινα, τού κόσμου γενού μεσίτρια.

Ψάλλομεν προθύμως σοι τήν ωδήν, νύν τή πανυμνήτω, Θεοτόκω χαρμονικώς, μετά τού Προδρόμου, καί πάντων τών Αγίων, δυσώπει, Θεοτόκε, τού οικτειρήσαι ημάς.

Άλαλα τά χείλη τών ασεβών, τών μή προσκυνούντων, τήν εικόνα σου τήν σεπτήν, τήν ιστορηθείσαν, υπό τού αποστόλου, Λουκά ιερωτάτου, τήν Οδηγήτριαν.

Μεγαλυνάρια του Αγίου του Ναού.

Πάσαι τών Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες, μετά τής Θεοτόκου, ποιήσατε πρεσβείαν, εις τό σωθήναι ημάς.

Τρισάγιον
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς. (εκ γ)
Δόξα Καί νύν
Παναγία Τριάς, ελέησον ημάς.
Κύριε, ιλάσθητι ταίς αμαρτίαις ημών,
Δέσποτα, συγχώρησον τάς ανομίας ημίν.
Άγιε, επίσκεψαι καί ίασαι τάς ασθενείας ημών,
ένεκεν τού ονόματός σου.
Κύριε, ελέησον, (εκ γ)
Δόξα Καί νύν
Πάτερ ημών ο εν τοίς ουρανοίς, αγιασθήτω τό όνομά σου, ελθέτω η βασιλεία σου, γενηθήτω τό θέλημά σου, ως εν ουρανώ, καί επί τής γής. Τόν άρτον ημών τόν επιούσιον δός ημίν σήμερον, καί άφες ημίν τά οφειλήματα ημών, ως καί ημείς αφίεμεν τοίς οφειλέταις ημών, καί μή εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από τού πονηρού.

Ότι σού εστίν η βασιλεία καί η δύναμις καί η δόξα του Πατρός καί τού Υιού καί τού Αγίου Πνεύματος, νύν καί αεί καί εις τούς αιώνας των αιώνων.

Αμήν.

Απολυτίκιον Ήχος δ Ταχύ προκατάλαβε (1-8-2018).
Βασίλειον διάδημα, εστέφθη σή κορυφή, εξ άθλων ών υπέμεινας, υπέρ Χριστού τού Θεού, μαρτύρων Πρωτόαθλε σύ γάρ τήν Ιουδαίων απελέγξας μανίαν, είδές σου τόν Σωτήρα, τού Πατρός δεξιόθεν. Αυτόν ούν εκδυσώπει αεί, υπέρ τών ψυχών ημών.

Απολυτίκιον Ήχος δ (2-8-2018).
Ο Θεός τών Πατέρων ημών ο ποιών αεί μεθ ημών κατά τήν σήν επιείκειαν, μή αποστήσης τό έλεος σου αφ ημών, αλλά ταίς αυτών ικεσίαις , εν ειρήνη κυβέρνησον τήν ζωήν ημών.

Απολυτίκιον Ήχος δ (3-8-2018).
Οι Μάρτυρές σου Κύριε, εν τή αθλήσει αυτών, στεφάνους εκομίσαντο τής αφθαρσίας, εκ σού τού Θεού ημών σχόντες γάρ τήν ισχύν σου, τούς τυράννους καθείλον, έθραυσαν καί δαιμόνων, τά ανίσχυρα θράση. Αυτών ταίς ικεσίαις, Χριστέ ο Θεός, σώσον τάς ψυχάς ημών.

Απολυτίκιον Ήχος δ (4-8-2018).
Χριστού τήν Μεταμόρφωσιν προϋπαντήσωμεν, φαιδρώς πανηγυρίζοντες τά προεόρτια, πιστοί καί βοήσωμεν Ήγγικεν η ημέρα τής ενθέου ευφροσύνης, άνεισιν εις τό όρος τό Θαβώρ ο Δεσπότης, τής Θεότητος αυτού απαστράψαι τήν ωραιότητα.

Από 7 έως 13 -8-2018 το Απολυτίκιον τής Εορτής Ήχος βαρύς
Μετεμορφώθης εν τώ όρει Χριστέ ο Θεός, δείξας τοίς Μαθηταίς σου τήν δόξαν σου, καθώς ηδυναντο. Λάμψον καί ημίν τοίς αμαρτωλοίς, τό φώς σου τό αίδιον, πρεσβείαις τής Θεοτόκου, φωτοδότα δόξα σοι.

Ήχος πλ. β
Ελέησον ημάς, Κύριε, ελέησον ημάς πάσης γάρ απολογίας απορούντες, ταύτην σοι τήν ικεσίαν, ως Δεσπότη, οι αμαρτωλοί προσφέρομεν, ελέησον ημάς.
Δόξα
Κύριε, ελέησον ημάς επί σοί γάρ πεποίθαμεν, μή οργισθής ημίν σφόδρα, μηδέ μνησθής τών ανομιών ημών, αλλ επίβλεψον καί νύν, ώς εύσπλαγχνος, καί λύτρωσαι ημάς εκ τών εχθρών ημών σύ γάρ εί Θεός ημών, καί ημείς λαός σου, πάντες έργα χειρών σου, καί τό όνομά σου επικεκλήμεθα.
Καί νύν
Τής ευσπλαγχνίας τήν πύλην άνοιξον ημίν, ευλογημένη Θεοτόκε, ελπίζοντες εις σέ, μή αστοχήσωμεν, ρυσθείημεν διά σού τών περιστάσεων σύ γάρ εί η σωτηρία τού γένους τών χριστιανών.

Ελέησον ημάς ο Θεός κατά τό μέγα ελεός Σου, δεόμεθά Σου, επάκουσον καί ελέησον.

Κύριε, ελέησον. (3)
Έτι δεόμεθα υπέρ τού Αρχιεπισκόπου ημών, (δείνος) καί πάσης τής εν Χριστώ ημών αδελφότητος.

Κύριε, ελέησον. (3)
Έτι δεόμεθα υπέρ ελέους, ζωής, ειρήνης, υγείας, σωτηρίας, επισκέψεως, συγχωρήσεως καί αφέσεως τών αμαρτιών τών δούλων τού Θεού, πάντων τών ευσεβών καί ορθοδόξων χριστιανών, τών κατοικούντων καί παρεπιδημούντων εν τή πόλει ταύτη, επιτρόπων, συνδρομητών καί αφιερωτών τού αγίου ναού τούτου.

Κύριε, ελέησον. (3)
Έτι δεόμεθα υπέρ τών δούλων τού Θεού, (ονόματα).
Έτι δεόμεθα υπέρ τού διαφυλαχθήναι τήν αγίαν Εκκλησίαν καί τήν πόλιν ταύτην, καί πάσαν πόλιν καί χώραν από οργής, λοιμού, λιμού, σεισμού, καταποντισμού, πυρός, μαχαίρας, επιδρομής αλλοφύλων, εμφυλίου πολέμου, καί αιφνιδίου θανάτου, υπέρ τόν ίλεων, ευμενή καί ευδιάλακτον, γενέσθαι τόν αγαθόν καί φιλάνθρωπον Θεόν ημών, τού αποστρέψαι καί, διασκεδάσαι πάσαν οργήν καί νόσον, τήν καθ ημών κινουμένην, καί ρύσασθαι ημάς εκ τής επικειμένης δικαίας αυτού απειλής, καί ελεήσαι ημάς. Κύριε, ελέησον. (3)
Έτι δεόμεθα καί υπέρ τού εισακούσαι Κύριον τόν Θεόν φωνής τής δεήσεως ημών τών αμαρτωλών, καί ελεήσαι ημάς. Κύριε, ελέησον. (3)
Επάκουσον ημών, ο Θεός, ο Σωτήρ ημών, η ελπίς πάντων τών περάτων τής γής καί τών εν θαλάσση μακράν, καί ίλεως, ίλεως γενού ημίν, Δέσποτα επί ταίς αμαρτίαις ημών, καί ελέησον ημάς. Κύριε, ελέησον. (3)
Ότι ελεήμων καί φιλάνθρωπος Θεός υπάρχεις, καί σοί τήν δόξαν αναπέμπομεν, τώ Πατρί καί τώ Υιώ καί τώ Αγίω Πνεύματι, νύν καί αεί καί εις τούς αιώνας τών αιώνων.

Αμήν.
Δόξα σοι ο Θεός, η ελπίς ημών, Κύριε, δόξα Σοι.
Χριστός ο αληθινός Θεός ημών ταίς πρεσβείαις τής παναχράντου καί παναμώμου αγίας Αυτού μητρός, δυνάμει τού τιμίου καί ζωοποιού Σταυρού, προστασίαις τών τιμίων επουρανίων Δυνάμεων ασωμάτων, ικεσίαις τού τιμίου, ενδόξου, προφήτου Προδρόμου καί Βαπτιστού Ιωάννου, τών αγίων, ενδόξων καί πανευφήμων Αποστόλων, τών αγίων ενδόξων καί καλλινίκων Μαρτύρων, τών οσίων καί θεοφόρων Πατέρων ημών, (τού Ναού) τών αγίων καί δικαίων θεοπατόρων Ιωακείμ καί Άννης, (τής ημέρας) καί πάντων τόν Αγίων, ελεήσαι καί σώσαι ημάς, ως αγαθός καί φιλάνθρωπος καί ελεήμων Θεός.

Θεοτόκια

Ήχος β Ότε εκ τού ξύλου
Πάντων προστατεύεις, Αγαθή,
τών καταφευγόντων εν πίστει
τή κραταιά σου χειρί
άλλην γάρ ουκ έχομεν αμαρτωλοί πρός Θεόν,
εν κινδύνοις καί θλίψεσιν,
αεί μεσιτείαν,
οι κατακαμπτόμενοι υπό πταισμάτων πολλών,
Μήτερ τού Θεού τού Υψίστου
όθεν σοι προσπίπτομεν
Ρύσαι πάσης περιστάσεως τούς δούλους σου.
Όμοιον
Πάντων θλιβομένων η χαρά,
καί αδικουμένων προστάτις,
καί πενομένων τροφή,
ξένων τε παράκλησις, καί βακτηρία τυφλών,
ασθενούντων επίσκεψις,
καταπονουμένων σκέπη καί αντίληψις,
καί ορφανών βοηθός,
Μήτερ τού Θεού τού Υψίστου,
σύ υπάρχεις, Άχραντε, σπεύσον,
δυσωπούμεν, ρύσασθαι τούς δούλους σου.
Ήχος πλ. δ
Δέσποινα, πρόσδεξαι
τάς δεήσεις τών δούλων σου,
καί λύτρωσαι ημάς,
από πάσης ανάγκης καί θλίψεως.
Ήχος β
Τήν πάσαν ελπίδα μου
εις σέ ανατίθημι,
Μήτερ τού Θεού, φύλαξόν με υπό τήν σκέπην σου.

Κατά τήν περίοδον τού 15 Αυγούστου είθισται ίνα ψάλλωνται, αντί τών ανωτέρω Θεοτοκίων, τά επόμενα Εξαποστειλάρια.

Ήχος γ Ο ουρανόν τοίς άστροις
Απόστολοι εκ περάτων,
συναθροισθέντες ενθάδε,
Γεθσημανή τώ χωρίω,
κηδεύσατέ μου τό σώμα,
καί σύ, Υιέ καί Θεέ μου,
παράλαβέ μου τό πνεύμα.

Ο γλυκασμός τών Αγγέλων,
τών θλιβομένων η χαρά,
χριστιανών η προστάτις,
Παρθένε Μήτηρ Κυρίου,
αντιλαβού μου καί ρύσαι,
τών αιωνίων βασάνων.

Καί σέ μεσίτριαν έχω,
πρός τόν φιλάνθρωπον Θεόν,
μή μου ελέγξη τάς πράξεις,
ενώπιον τών Αγγέλων,
παρακαλώ σε, Παρθένε,
βοήθησόν μοι εν τάχει.

Χρυσοπλοκώτατε πύργε,
καί δωδεκάτειχε πόλις,
ηλιοστάλακτε θρόνε,
καθέδρα τού Βασιλέως,
ακατανόητον θαύμα,
πώς γαλουχείς τόν Δεσπότην;

Δι ευχών τών Αγίων Πατέρων ημών

Εκκλησία Online

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.