Πηγάσιος, Ἀνεμπόδιστος, Ἐλπιδοφόρος, Ἀφθόνιος, Ἀκίνδυνος,

τ.ἔ. Βαρθολομαῖος.

Ὁ τῆς Ὀρθοδόξου Ἐκκλησίας Πατριάρχης, ὁ Οἰκουμενικὸς τῶν τοῦ Χριστοῦ Μαρτύρων Ἄναξ.

Τοιοῦτος ἐστὲ Παναγιώτατε, Ὑμεῖς, ὁ σήμερον ἐορτάζων καὶ πάλιν, ὡς ἑκάστην τετραετίαν, τὰ Γενέθλια Ὑμῶν. Φῶς ἐξ ἀνεσπέρου φωτός, ὁ φωτίζων καὶ ἁγιάζων τὴν Οἰκουμένην καὶ τοὺς ἐν αὐτῇ πιστεύοντας καὶ μὴ εἰς τὴν Θεανδρικότητα τοῦ Κυρίου ἡμῶν, τοῦ ἕν σώματι ἐπισκεψαμένου, τοῦ κενώσαντος ἑαυτὸν καὶ εὐλογήσαντος πάντας, ἰδὶᾳ δὲ τόν Φανόν τῆς ἁγίας Ἐκκλησίας ἡμῶν, τὸ ἀειθαλές, παρὰ τὰς δυνάμεις τοῦ σκότους, ἔκπέμπον φωτοακτίδας Φανάριον, τῆς ἐλπίδος τῶν ἀπηλπισμένων, χαρᾶς τῶν ἀδικουμένων καὶ καταδυναστευομένων.

Ἔντεινε, Παναγιώτατε, καὶ κατευοδοῦ νῦν καὶ ἀεὶ καὶ βασίλευε ἐκ τοῦ ἁγίου κατοικητηρίου Σου ἐν ὀλβιότητι καὶ ὑγείᾳ, θεώμενος τὰ ὅσια καὶ ἰερὰ διαχρονικῶς, ἅ χάριτι Θείᾳ, ἐπεδαψίλευσας.

Προσκυνοῦμεν Σὲ Δέσποτα καὶ αὖθις ἵνα ἀγαλλόμενοι βροντοφωνήσωμεν μετ’ ἀνεκλαλήτου ἀκούσματος τὰ ὅσα ἅγια καὶ εἰρηνικὰ κατὰ τὴν Πατριαρχείαν Σου ἐποίησας εἰς δόξαν τῆς Ἐκκλησίας καὶ τοῦ ὀνόματος τοῦ Θεοῦ.

Χαλκηδών, τῇ 29.2.2024

πρ. Χ. Ἀθανάσιος

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.