Διά τῶν παραμυθητικῶν λόγων τούτων ἐνεψύχωσε τάς Μυροφόρους γυναῖκας «ὁ ἄγγελος, ὁ καταβάς ἐξ οὐρανοῦ καί ἀποκυλίσας τόν λίθον τοῦ μνημείου», εἰς τό ὁποῖον εἶχε ἐνταφιασθῆ ὁ ἐσταυρωμένος Ἰησοῦς Χριστός ὁ Ναζωραῖος. Αἱ Μυροφόροι γυναῖκες, «αἱ τά μύρα συμπαθῶς τοῖς δάκρυσιν κιρνῶσαι», ἔμειναν ἔκπληκτοι καί ἔντρομοι ἐκ τῆς θέας τοῦ κενοῦ τάφου, διά τοῦτο καί ἐνεθάρρυνεν αὐτάς ὁ ἄγγελος διά τῆς ὄψεως αὐτοῦ καί διά τοῦ λόγου: «μή φοβεῖσθε ὑμεῖς». Ἔχων «τήν εἰδέαν αὐτοῦ ὡς ἀστραπήν καί χιόνα», ἐκάθητο ἐπί τοῦ μνήματος καί προσεφθέγγετο ταῖς Μυροφόροις: «οἶδα ὅτι Ἰησοῦν τόν ἐσταυρωμένον ζητεῖτε, ἠγέρθη, οὐκ ἔστιν ὧδε». «Οὐκ ἐπαισχύνεται δέ καλῶν τοῦτον ἐσταυρωμένον, διότι τοῦτο τό κεφάλαιον τῶν ἀγαθῶν», κατά τόν ἱερόν Χρυσόστομον.

Ὁ φαεσφόρος ἄγγελος ἀνήγγειλε τό ἀνήκουστον καί ἀδύνατον ἀνθρώποις. Ἀνήγγειλε ὅ, τι ἠδύνατο νά συμβῇ μόνον τῇ εὐδοκίᾳ, τῇ θελήσει καί τῇ δυνάμει τοῦ Θεοῦ. Ὅτι Ἰησοῦς Χριστός ὁ σεσαρκωμένος Υἱός καί Λόγος τοῦ Θεοῦ καί ἐσταυρωμένος σαρκί, ταφείς, ἀνέστη ἐκ νεκρῶν καί συνανέστησε τό πρόσλημμα, παγγενῆ τόν Ἀδάμ, χειρί παντοδυνάμῳ. Ἐξ ἀγάπης πρός τόν ἄνθρωπον, ἐξηγεῖ ὁ ἱερός Χρυσόστομος, «ὁ Θεός ἀναστάς τῶν θρόνων τῶν βασιλικῶν, εἰς τήν γῆν καί εἰς αὐτόν τόν ᾍδην ἥλατο (ὥρμησε, ἔσπευσε), καί ὁ διάβολος ἀντεπαρετάξατο οὐ Θεῷ γυμνῷ, ἀλλά Θεῷ ἀνθρωπίνῃ φύσει κρυπτομένῳ» καί βλέπομεν «θανάτῳ θάνατον λυόμενον καί κατάραν ἀφανιζομένην κατάρᾳ καί δι’ ὧν ἴσχυσεν ὁ διάβολος διά τούτων καταλυομένην αὐτοῦ τήν τυραννίδα». Ὄντως διά τοῦ θανάτου τοῦ Σωτῆρος κατελύθη ἡ τυραννίς τοῦ θανάτου. «Διά τοῦ σταυροῦ ἦλθε χαρά ἐν ὅλῳ τῷ κόσμῳ». Ὁ ᾍδης «ἐπικράνθη καί γάρ ἐνεπαίχθη», νομίσας ὅτι προσέλαβε κοινόν θνητόν. Διό ἐν τῇ πίστει καί δυνάμει τῆς Ἀναστάσεως τοῦ Χριστοῦ ὁ ἀπόστολος τῶν Ἐθνῶν ἐπαναφωνεῖ τήν προφητικήν πρόρρησιν: «κατεπόθη ὁ θάνατος εἰς νῖκος, ποῦ σου θάνατε τό νῖκος, ποῦ σου θάνατε τό κέντρον;» ( Α΄ Κορ. 15, 54-55).

Πεῖραν τῆς Ἀναστάσεως ἔλαβον αἱ Μυροφόροι γυναῖκες οὐχί μόνον ἐκ τῆς θέας τοῦ κενοῦ μνημείου καί τοῦ ἀγγέλου καί τοῦ ἀκούσματος τῶν λόγων αὐτοῦ, ἀλλά καί ἐκ τῆς θέας Αὐτοῦ τοῦ Κυρίου Ἀναστάντος, «ὁ Ὁποῖος ὑπήντησεν αὐταῖς λέγων χαίρετε καί μή φοβεῖσθε καί ὑπάγετε ἀπαγγείλατε τοῖ ἀδελφοῖς μου, ἵνα ἀπέλθωσιν εἰς τήν Γαλιλαίαν κἀκεῖ με ὄψονται», (Ματθ. 28, 9-10). Ὄντως ἐπί τεσσαράκοντα ἡμέρας πολλάς παρέδειξε τάς ἐμφανείας Αὐτοῦ ὁ Κύριος, ὡς μαρτυρεῖ ὁ ἀπόστολος Παῦλος, «ὅτι ὁ Κύριος ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα, ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς, ἔπειτα ὤφθη Ἰακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσι» (Α΄ Κορ. 15, 5-7), ὁμιλῶν αὐτοῖς, βεβαιῶν αὐτούς περί τοῦ ἐσταυρωμένου καί ἀναστημένου σώματος Αὐτοῦ, λαμβάνων καί ἐσθίων ἐνώπιον αὐτῶν. Τέλος, δεχόμενος τήν προσκύνησιν τῶν ἕνδεκα εἰς τήν Γαλιλαίαν εἰς τό ὄρος οὗ ἐτάξατο αὐτοῖς, ἐνετείλατο αὐτοῖς, «πορευθέντες μαθητεύσατε πάντα τά ἔθνη», (Ματθ. 28, 16-19).

Τήν ἐντολήν ταύτην ἐκπληροῦντες οἱ ἀπόστολοι, λαβόντες καί Πνεῦμα Ἅγιον, ἐκήρυξαν ἕως ἐσχάτου τῆς γῆς, «ὅπερ εἶδον ἰδίοις ὄμμασι καί ὅπερ ἐψηλάφησαν ἰδίαις χερσί», ἐσαγήνευσαν τήν οἰκουμένην, ἀναδεικνυόμενοι οἱ δώδεκα στῦλοι τοῦ σώματος τῆς Ἐκκλησίας, ἀκρογωνιαίου Ὄντος Αὐτοῦ τοῦ Χριστοῦ. Τό ὑπό τοῦ Κυρίου «οἰκοδομηθέν» σῶμα, ἡ Ἐκκλησία, διά τήν ὁποίαν, ὡς προεῖπεν, «πύλαι ᾍδου οὐ κατισχύσουσιν» (Ματθ. 16, 18), διά τῶν ἀποστόλων καί τῶν διαδόχων αὐτῶν, ἐπισκόπων καί ἱερέων, συνεχίζει ἀνά τούς αἰῶνας τό ἁγιαστικόν καί σωστικόν ἔργον Αὐτοῦ. Εἰς τήν σταυροαναστάσιμον πορείαν αὐτῆς ἐν τῷ κόσμῳ ἡ Ἐκκλησία, ζωοποιουμένη ἐκ τοῦ αἵματος τοῦ σταυροῦ, ἐξ οὗ προῆλθε, μεταδίδει δύναμιν, ἐλπίδα καί χαράν πρός δημιουργίαν, οἰκοδομήν, ἀναψυχήν καί ἀποκατάστασιν τοῦ ἀνθρώπου ἐκ τῶν ἐρειπίων τῆς στάκτης τῶν πολέμων, ἐπαναλαμβάνουσα τήν παραμυθητικήν πρόσκλησιν τοῦ Χριστοῦ, «δεῦτε πρός με πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι κἀγώ ἀναπαύσω ὑμᾶς», (Ματθ. 11, 28).

Ἡ τῶν Ἱεροσολύμων Ἐκκλησία, τεταγμένη, ὑπ’ Αὐτοῦ τοῦ Ἀναστάντος Κυρίου, ἵνα διακονῇ ἐπί τῶν τόπων τῆς κατά σάρκα ἐμφανείας Αὐτοῦ, πιεζομένη ἰδίᾳ κατά τούς τελευταίους καιρούς ὑπό ἀκραίων ἐξτρεμιστικῶν καί ἐχθρικῶν αὐτῇ στοιχείων, ὅμως μή συνθλιβομένη, ἀγωνίζεται ἐν ἀνδρείᾳ, συμπνοίᾳ καί ἑνότητι ὑπέρ τῶν δικαιωμάτων τῆς χριστιανικῆς ὀντότητος καί τοῦ ποιμνίου αὐτῆς εἰς τήν Ἁγίαν Γῆν καί ὑποδέχεται τούς εὐσεβεῖς προσκυνητάς ὡς ἴδιον αὐτῆς ποίμνιον κατά τήν προσκυνηματικήν θεωρίαν αὐτῶν καί ἀπευθύνει εἰς αὐτούς καί τό εὐσεβές ποίμνιον αὐτῆς ὅπου γῆς τόν Πασχάλιον χαιρετισμόν, «Χριστός ἀνέστη ἐκ νεκρῶν θανάτῳ θάνατον πατήσας καί τοῖς ἐν τοῖς μνήμασι ζωήν χαρισάμενος».

Ἐν τῇ Ἁγίᾳ Πόλει Ἱερουσαλήμ ΠΑΣΧΑ 2022

Μετά Πατρικῶν εὐχῶν καί Πατριαρχικῶν εὐλογιῶν,

Διάπυρος πρός Κύριον Εὐχέτης,

ΘΕΟΦΙΛΟΣ Γ΄

Πατριάρχης Ἱεροσολύμων

Εκκλησία Online

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.