Διαβάστε την προσευχή.

Δέσποτα παντοκράτορ, ὁ ἀντιλήπτωρ καί σωτήρ τοῦ
κόσμου ̇ὁ ἰατρός καί βοηθός τῶν πασχόντων, λυτρωτής τε
καί Σωτήρ τῶν νοσούντων ̇ὁ τάς σωματικάς καί ψυχικάς θλίψεις
τῶν ἀνθρώπων θεραπεύων ̇ὁ νικητής τοῦ θανάτου ̇αἰτούμεθά
Σου, ὁ Θεός ἡμῶν, καθάρισον καί ἀπάλλαξον ἡμᾶς ἀπό πάσης
νόσου καί ἀπό παντός μολυσμοῦ σαρκός καί πνεύματος. Κύριε,
μή ἐγκαταλίπῃς ἡμᾶς. Τήν ἰατρικήν Σου δύναμιν οὐρανόθεν
ἐξαπόστειλον.

Πᾶσαν λανθάνουσαν ἀσθένειαν ἀποδίωξον.
Βοήθησον ἡμῖν εἰς καιρόν λοιμοῦ, καί ρῦσαι ἡμᾶς ἀπό πάσης
θλίψεως, κακῶν καί ὀδύνης. Παῦσον τήν ἐνεστῶσαν μάστιγα,
ὑπομονήν δέ ἐν τῷ καιρῷ τούτῳ δός ἡμῖν, Κύριε. Ἀνάστησον
ἡμᾶς. Γενοῦ ἰατρός πάντων ἡμῶν ̇ ἐξέγειρον ἡμᾶς ἀπό κλίνης
ὀδυνηρᾶς καί ἀπό στρωμνῆς κακώσεως. Πρόσδεξαι τάς ἱκεσίας
τῶν ἰατρῶν, τῶν νοσηλευτῶν καί πάντων τῶν διακονούντων καί
παρεχομένων τοῖς ἀσθενοῦσι φροντίδα, περίθαλψιν καί
κουφισμόν ἐν τοῖς χώροις τῆς Ὑγείας. Ἐνίσχυσον αὐτούς διά τῆς
φιλανθρωπίας Σου καί στερέωσον αὐτούς ἐν τῇ δυνάμει Σου.

Ἀνάπαυσον ἐν τόπῳ ἀναψύξεως τούς ὑπό τῆς ἐπαράτου
λοιμικῆς νόσου φθορᾷ ὑποκύψαντας κεκοιμημένους δούλους
Σου καί ἀδελφούς ἡμῶν, ἀποκατάστησον δέ ἡμᾶς, τούς
περιλειπομένους, ὑγιεῖς καί τεθεραπευμένους ἐν τῇ ἁγίᾳ Σου
Ἐκκλησίᾳ, εἰς προσκύνησιν καί δόξαν τοῦ ἁγίου Σου ὀνόματος.
Σόν γάρ ἐστι τό ἐλεεῖν καί σῴζειν ἡμᾶς, ὁ Θεός ἡμῶν, καί Σοί τήν
δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καί τῷ Υἱῷ, καί τῷ Ἁγίῳ
Πνεύματι, νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εκκλησία Online
Αποστολή
Αξιολόγηση επισκεπτών 5 (2 ψήφοι)

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.