ΠΑΡΑΚΛΗΣΗ ΣΤΗΝ ΠΑΝΑΓΙΑ – Η Μικρή Παράκληση στην Παναγία διαβάζεται σε οποιαδήποτε άλλη περίσταση είτε στον Ιερό Ναό είτε στο σπίτι.

Ο Ιερέας: Ευλογητός ο Θεός ημών, πάντοτε, νυν, και αεί, και εις τους αιώνας των αιώνων.

Ο Αναγνώστης: Αμήν.

Ψαλμός 142

Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσόν μου εν τη δικαιοσύνη σου. Και μη εισέλθης εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πας ζων. Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου εταπείνωσεν εις γην την ζωήν μου. Εκάθησε με εν σκοτεινοίς ως νεκρούς αιώνος και ηκηδίασεν επ’ εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείράς μου, η ψυχή μου ως γη άνυδρος σοι.

Ταχύ εισάκουσόν μου κύριε εξέλιπε το πνεύμα μου. Μη αποστρέψης το πρόσωπόν σου απ’ εμού και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησον μοί το πρωί το έλεός σου ότι επί σοι ήλπισα. Γνώρισον μοί, Κύριε, οδόν εν η πορεύσομαι ότι προς σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου, Κύριε, προς σε κατέφυγον. Δίδαξον με του ποιείν το θέλημά σου ότι συ ει ο Θεός μου. Το πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία, ένεκα του ονόματός σου, Κύριε ζήσεις με. Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου, και εν τω ελέει σου εξολεθρεύσεις τους εχθρούς μου. Και απολείς πάντας τους θλίβοντας την ψυχήν μου ότι εγώ δούλός σου ειμι.

Ήχος δ΄
Θεός Κύριος, και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος α΄. Εξομολογείσθε τω Κυρίω, και επικαλείσθε το όνομα το άγιον αυτού.
Θεός Κύριος, και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος β΄. Πάντα τα έθνη εκύκλωσαν με, και τω ονόματι Κυρίου ήμυναμην αυτούς,
Θεός Κύριος, και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου εγένετο αύτη, και εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Ήχος δ΄. Ο υψωθείς εν τω Σταυρώ.
Τη Θεοτόκω εκτενώς νυν προσδράμωμεν· αμαρτωλοί και ταπεινοί, και προσπέσωμεν· εν μετανοία, κράζοντες εκ βάθους ψυχής· Δέσποινα, βοήθησον εφ’ ημίν σπλαγχνισθείσα· σπεύσον, απολλύμεθα υπό πλήθους πταισμάτων· μη αποστρέψης σούς δούλους κενούς· σε γαρ και μόνην ελπίδα κεκτήμεθα.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Και πάλι το ίδιο ή το Απολυτίκιο του αγίου του Ναού.
Και νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

Ου σιωπήσωμεν ποτέ, Θεοτόκε· τας δυναστείας σου λαλείν οι ανάξιοι· ειμή γαρ συ προιστασο πρεσβεύουσα· τις ημάς ερρύσατο εκ τοσούτων κινδύνων;· Τις δε διεφύλαξεν έως νυν ελευθέρους;· Ουκ αποστώμεν, Δέσποινα, εκ σου· σούς γαρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.

Ο Αναγνώστης

Ψαλμός Ν΄ (50)
Ελέησον με ο Θεός κατά το μέγα έλεός σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου. Επί πλείον πλύνον με από της ανομίας μου και από της αμαρτίας μου καθάρισον με. Ότι την ανομίαν μου εγώ γινώσκω και η αμαρτία μου ενώπιόν μου εστι διά παντός. Σοι μόνω ήμαρτον και το πονηρόν ενώπιόν σου εποίησα, όπως αν δικαιωθής εν τοις λόγοις σου, και νικήσης εν τω κρίνεσθαι σε. Ιδού γαρ εν ανομίαις συνελήφθην και εν αμαρτίαις εκίσσησε με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας, τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσας μοί. Ραντιείς με υσσώπω και καθαρισθήσομαι, πλυνείς με, και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς με αγαλλίασιν και ευφροσύνην αγαλλιάσονται οστέα τεταπεινωμένα.

Αποστρεψον το πρόσωπόν σου από των αμαρτιών μου, και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μη απορρίψης με από του προσώπου σου και το πνεύμα το Άγιον μη αντανέλης απ’ εμού. Απόδος μοί την αγαλλίασιν του σωτηρίου σου και πνεύματι ηγεμονικώ στήριξον με. Διδάξω ανόμους τας οδούς σου και ασεβείς επί σε επιστρέψουσι. Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην σου. Κύριε τα χείλη μου ανοίξεις και το στόμα μου αναγγελεί την αίνεσίν σου. Ότι ει ηθέλησας θυσίαν, έδωκα αν, ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει. Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιων, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα. Τότε ανοίσουσιν επί το θυσιαστήριόν σου μόσχους.

Ήχος πλ. δ΄. Ωδή α΄. Ο Ειρμός
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Πολλοίς συνεχόμενος πειρασμοίς· προς σε καταφεύγω, σωτηρίαν επιζητών.· Ω Μήτερ του Λόγου και Παρθένε· των δυσχερών και δεινών με διασωσον.
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Παθών με ταράττουσι προσβολαί· πολλής αθυμίας, εμπιπλώσαι μου την ψυχήν· ειρήνευσον, Κόρη, τη γαλήνη· τη του Υιού και Θεού σου, Πανάμωμε.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Σωτήρα τεκούσαν σε και Θεόν· δυσωπώ, Παρθένε, λυτρωθήναι με των δεινών· σοι γαρ νυν προσφεύγων ανατείνω· και την ψυχήν και την διάνοιαν.
Και νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.
Νοσούντα το σώμα και την ψυχήν· επισκοπής θείας, και προνοίας της παρά σου· αξίωσον, μόνη Θεομήτορ· ως αγαθή αγαθού τε λοχεύτρια.

Ωδή γ΄. Ειρμός
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Προστασίαν και σκέπην, ζωής εμής τίθημι· Σε, Θεογεννήτορ, Παρθένε, συ με κυβέρνησον· προς τον λιμένα σου, των αγαθών η αιτία· των πιστών το στήριγμα, μόνη πανύμνητε.
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Ικετεύω, Παρθένε, τον ψυχικόν τάραχον· και της αθυμίας την ζάλην διασκεδάσαι μου· συ γαρ, Θεονυμφε, τον αρχηγόν της γαλήνης· τον Χριστόν εκύησας, μόνη πανάχραντε.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Ευεργέτην τεκούσα, τον των καλών αίτιον· της ευεργεσίας τον πλούτον, πάσιν αναβλυσον· πάντα γαρ δύνασαι, ως δυνατόν εν ισχύι· τον Χριστόν κυήσασα, Θεομακάριστε.
Και νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.
Χαλεπαίς αρρωστίαις, και νοσεροίς πάθεσιν· εξεταζομένω, Παρθένε, συ μοί βοήθησον· των ιαμάτων γαρ, ανελλιπή σε γινώσκω· θησαυρόν, Πανάμωμε, τον αδαπάνητον.

Διασωσον· από κινδύνων, τους δούλους σου, Θεοτόκε· ότι πάντες μετά Θεόν, εις σε καταφεύγομεν· ως άρρηκτον τείχος και προστασίαν.
Επιβλεψον· εν ευμενεία, πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος.

Ο Ιερέας: Ελέησον ημάς…
Ο Χορός: Κύριε ελέησον

Κάθισμα Ήχος β΄. Τα άνω ζητών
Πρεσβεία θερμή, και τείχος απροσμάχητον· ελέους πηγή, του κόσμου καταφύγιον· εκτενώς βοώμεν σοι, Θεοτόκε Δέσποινα, προφθασον· και εκ κινδύνων λύτρωσαι ημάς· η μόνη ταχέως προστατεύουσα.

Ωδή δ΄. Ειρμός
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Των παθών μου τον τάραχον· η τον κυβερνήτην τεκούσα Κύριον· και τον κλύδωνα κατεύνασον· των εμών πταισμάτων, Θεονύμφευτε.
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Ευσπλαγχνίας την άβυσσον· επικαλουμένω της σης παρασχου μοί· η τον εύσπλαγχνον κυήσασα· και Σωτήρα πάντων, των υμνούντων σε.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Απολαύοντες, Παναγνέ· των σων δωρημάτων ευχαριστήριον· αναμέλπομεν εφύμνιον· οι γινώσκοντες σε Θεομήτορα.
Και νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.
Οι ελπίδα και στήριγμα· και της σωτηρίας τείχος ακράδαντον· κεκτημένοι σε, Πανύμνητε· δυσχερείας πάσης, εκλυτρούμεθα.

Ωδή ε΄. Ειρμός
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Έμπλησον, Αγνή, ευφροσύνης την καρδίαν μου· την σην ακήρατον διδούσα χαράν· της ευφροσύνης· η γεννήσασα τον αίτιον.
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Λύτρωσαι ημάς, εκ κινδύνων, Θεοτόκε Αγνή· η αιωνίαν τεκούσα λύτρωσιν· και την ειρήνην· την πάντα νούν υπερέχουσαν.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Λύσον την αχλύν, των πταισμάτων μου, Θεονυμφε· τω φωτισμώ της σης λαμπρότητος· η φως τεκούσα· το θείον και προαιώνιον.
Και νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.
Ίασαι Αγνή, των παθών μου την ασθένειαν· επισκοπής σου αξιώσασα· και την υγείαν· τη πρεσβεία σου παρασχου μοί.

Ωδή στ΄. Ειρμός
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Θανάτου και της φθοράς ως έσωσεν· εαυτόν εκδεδωκώς τω θανάτω· την τη φθορά και θανάτω μου φύσιν· κατασχεθείσαν, Παρθένε, δυσώπησον· τον Κύριόν σου και Υιόν· της εχθρών κακουργίας με ρύσασθαι.
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Προστάτιν σε, της ζωής επίσταμαι· και φρουράν ασφαλεστάτην Παρθένε· των πειρασμών διαλύουσαν όχλον· και επηρείας δαιμόνων ελαύνουσαν· και δέομαι διαπαντός· εκ φθοράς των παθών μου ρυσθήναι με.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Ως τείχος, καταφυγής κεκτήμεθα· και ψυχών σε παντελή σωτηρίαν· και πλατυσμόν εν ταίς θλίψεσι, Κόρη· και τω φωτί σου αεί αγαλλόμεθα.· Ω Δέσποινα, και νυν ημάς· των παθών και κινδύνων διασωσον.
Και νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.
Εν κλίνη νυν, ασθενών κατακείμαι· και ουκ έστιν ίασις τη σαρκί μου· αλλ’ η Θεόν και Σωτήρα του κόσμου· και τον λυτήρα των νόσων κυήσασα· σου δέομαι της αγαθής· εκ φθοράς νοσημάτων αναστησον.

Διασωσον· από κινδύνων, τους δούλους σου, Θεοτόκε· ότι πάντες μετά Θεόν, εις σε καταφεύγομεν· ως άρρηκτον τείχος και προστασίαν.
Άχραντε· η διά λόγου τον Λόγον ανερμηνεύτως· επ’ εσχάτων των ημερών τεκούσα, δυσώπησον· ως έχουσα μητρικήν παρρησίαν.

Κοντάκιον Ήχος β΄.
Προστασία των Χριστιανών ακαταίσχυντε, μεσιτεία προς τον Ποιητήν αμετάθετε, μη παρίδης αμαρτωλών δεήσεων φωνάς, αλλά προφθασον, ως αγαθή, εις την βοήθειαν ημών, των πιστώς κραυγαζόντων σοι. Τάχυνον εις πρεσβείαν, και σπεύσον εις ικεσίαν, η προστατεύουσα αεί, Θεοτόκε, των τιμώντων σε.

Το Α΄ Αντίφωνο των Αναβαθμών. Ήχος δ΄.

Εκ νεότητός μου, πολλά πολεμεί με πάθη, αλλ’ αυτός αντιλαβού, και σώσον, Σωτήρ μου. (δις)
Οι μισούντες Σιών, αισχύνθητε από του Κυρίου, ως χόρτος γαρ, πυρί έσεσθε απεξηραμμένοι. (δις)
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Αγίω Πνεύματι, πάσα ψυχή ζωούται, και καθάρσει υψούται, λαμπρύνεται τη Τριαδική μονάδι, ιεροκρυφίως.
Και νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.
Αγίω Πνεύματι, αναβλύζει τα της χάριτος ρείθρα, αρδεύοντα άπασαν την κτίσιν, προς ζωογονίαν.

Προκείμενον

Μνησθήσομαι του ονόματός σου εν πάση γενεά και γενεά.
Στίχος: Άκουσον, θύγατερ, και ίδε, και κλίνον το ούς σου, και επιλάθου του λαού σου, και του οίκου του πατρός σου, και επιθυμήσει ο Βασιλεύς του κάλλους σου.
Του ονόματός σου μνησθήσομαι εν πάση γενεά και γενεά.

Ο Ιερέας: Και υπέρ του καταξιωθήναι ημάς…
Ο Χορός: Κύριε, ελέησον

Και το Ευαγγέλιον (Λούκ. α΄ 39-49,56)
Εν ταίς ημέραις εκείναις, αναστάσα Μαριάμ επορεύθη εις την ορεινήν μετά σπουδής, εις πόλιν Ιούδα, και εισήλθεν εις τον οίκον Ζαχαρίου, και ησπάσατο την Ελισάβετ. Και εγένετο ως ήκουσεν η Ελισάβετ τον ασπασμόν της Μαρίας, εσκίρτησε το βρέφος εν τη κοιλία αυτής, και επλήσθη Πνεύματος Αγίου η Ελισάβετ, και ανεφώνησε φωνή μεγάλη, και είπεν, Ευλογημένη συ εν γυναιξί, και ευλογημένος ο καρπός της κοιλίας σου, και πόθεν μοί τούτο, ίνα έλθη η μήτηρ του Κυρίου μου προς με; ιδού γαρ, ως εγένετο η φωνή του ασπασμού σου εις τα ώτα μου, εσκίρτησε το βρέφος εν αγαλλιάσει εν τη κοιλία μου. Και μακαρία η πιστεύσασα, ότι έσται τελείωσις τοις λελαλημένοις αυτή παρά Κυρίου.

Και είπε Μαριάμ, Μεγαλύνει η ψυχή μου τον Κύριον, και ηγαλλίασε το πνεύμα μου επί τω Θεώ τω σωτήρι μου, ότι επέβλεψεν επί τηv ταπείνωσιν της δούλης αυτού. Ιδού γαρ, από του νυν μακαριούσι με πάσαι αι γενεαί. Ότι εποίησε μοί μεγαλεία ο δυνατός, και άγιοv το όνομα αυτού. Έμεινε δε Μαριάμ συν αυτή ωσεί μήνας τρεις, και υπέστρεψεν εις τον οίκοv αυτής.

Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.

Ήχος β΄.
Πάτερ, Λόγε, Πνεύμα, Τριάς η εν Μονάδι, εξάλειψον τα πλήθη, των εμών εγκλημάτων.
Και νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.
Ταίς της Θεοτόκου, πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη, των εμών εγκλημάτων.

Ελέησον με, ο Θεός, κατά το μέγα έλεός σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου.

Ήχος πλ. β΄. Όλην αποθέμενοι.
Μη καταπιστεύσης με, ανθρωπίνη προστασία, Παναγία δέσποινα, αλλά δέξαι δέησιν, του ικέτου σου, θλίψις γαρ έχει με, φέρειν ου δύναμαι, των δαιμόνων τα τοξεύματα, σκέπην ου κέκτημαι, ουδέ που προσφύγω ο άθλιος, πάντοθεν πολεμούμενος, και παραμυθίαν ουκ έχω πλην σου, Δέσποινα του κόσμου, ελπίς και προστασία των πιστών, μη μου παρίδης την δέησιν, το συμφέρον ποίησον.

Θεοτοκίον

Ουδείς προστρέχων επί σοι, κατησχυμένος από σου εκπορεύεται, αγνή Παρθένε Θεοτόκε, αλλ’ αιτείται την χάριν, και λαμβάνει το δώρημα, προς το συμφέρον της αιτήσεως.

Μεταβολή των θλιβομένων, απαλλαγή των ασθενούντων υπάρχουσα, Θεοτόκε Παρθένε, σώζε πόλιν και λαόν, των πολεμουμένων η ειρήνη, των χειμαζομένων η γαλήνη, η μόνη προστασία των πιστών.

Ο Ιερέας:
Σώσον, ο Θεός, τον λαόν σου, και ευλόγησον την κληρονομίαν σου: επισκεψαι τον κόσμον σου εν ελέει και οικτιρμοίς, ύψωσον κέρας Χριστιανών Ορθοδόξων, και καταπεμψον εφ’ ημάς τα ελέη σου τα πλούσια: πρεσβείαις της παναχράντου, Δεσποίνης ημών, Θεοτόκου και αειπαρθένου Μαρίας: δυνάμει του τιμίου και ζωοποιού Σταυρού, προστασίαις των τιμίων επουρανίων Δυνάμεων ασωμάτων, ικεσίαις του τιμίου, ενδόξου, προφήτου προδρόμου και Βαπτιστού Ιωάννου, των αγίων, ενδόξων, και πανευφήμων Αποστόλων, του αγίου ενδόξου πανευφήμου Αποστόλου Βαρνάβα, των εν αγίοις Πατέρων ημών, μεγάλων Ιεραρχών, και Οικουμενικών Διδασκάλων, Βασιλείου του Μεγάλου, Γρηγορίου του Θεολόγου και Ιωάννου του Χρυσοστόμου, Αθανασίου και Κυρίλλου, Ιωάννου του Ελεήμονος, πατριαρχών Αλεξανδρείας, Νικολάου του εν Μύροις, Σπυρίδωνος επισκόπου Τριμυθούντος, των θαυματουργών

Των αγίων ενδόξων μεγαλομαρτύρων Γεωργίου του Τροπαιοφόρου, Δημητρίου του Μυροβλύτου, Θεοδώρου του Τήρωνος, και Θεοδώρου του Στρατηλάτου και Μηνά του θαυματουργού, των ιερομαρτύρων Χαραλάμπους και Ελευθερίου, των οσίων και θεοφόρων Πατέρων ημών, των αγίων και δικαίων θεοπατόρων Ιωακείμ και Άννης, (άγιος της ημέρας), και πάντων σου των Αγίων. ικετεύομεν σε, μόνε πολυέλεε Κύριε, επάκουσον ημών των αμαρτωλών δεομένων σου και ελέησον ημάς.

Ο Χορός: Κύριε, ελέησον (Δώδεκα φορές)
Ο Ιερέας: Ελέει, και οικτιρμοίς, και φιλανθρωπία του μονογενούς σου Υιού, μεθ’ ου ευλογητός ει, συν τω παναγίω και αγαθώ και ζωοποιώ σου Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Ο Χορός: Αμήν.

Ωδή ζ΄. Ο Ειρμός.
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Την ημών σωτηρίαν· ως ηθέλησας Σώτερ, οικονομήσασθαι· εν μήτρα της Παρθένου· κατώκησας τω κόσμω· ην προστάτιν ανέδειξας· Ο των Πατέρων ημών Θεός, ευλογητός ει.
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Θελητήν του ελέους· ον εγέννησας, Μήτερ αγνή δυσώπησον· ρυσθήναι των πταισμάτων· ψυχής τε μολυσμάτων· τους εν πίστει κραυγάζοντας· Ο των Πατέρων ημών Θεός, ευλογητός ει.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Θησαυρόν σωτηρίας· και πηγήν αφθαρσίας, την σε κυήσασαν· και πύργον ασφαλείας· και θύραν μετανοίας· τοις κραυγάζουσιν έδειξας· Ο των Πατέρων ημών Θεός, ευλογητός ει.
Και νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.
Σωμάτων μαλακίας· και ψυχών αρρωστίας, Θεογεννήτρια· των πόθω προσιόντων· τη σκέπη σου τη θεία· θεραπεύειν αξίωσον· η τον Σωτήρα Χριστόν, ημίν αποτεκούσα.

Ωδή η΄. Ο Ειρμός
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Τους βοηθείας, της παρά σου δεομένους· μη παρίδης Παρθένε, υμνούντας· και υπερυψούντας· σε, Κόρη, εις αιώνας.
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Των Ιαμάτων, το δαψιλές επιχέεις· τοις πιστώς υμνούσι σε Παρθένε· και υπερυψούσι· τον άφραστόν σου τόκον.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Τας ασθενείας μου της ψυχής ιατρεύεις· και σαρκός τας οδύνας, Παρθένε· ίνα σε δοξάζω· την Κεχαριτωμένην.
Και νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.
Των πειρασμών συ τας προσβολάς εκδιώκεις· και παθών τας εφόδους Παρθένε· όθεν σε υμνούμεν· εις πάντας τους αιώνας.

Ωδή Θ΄. Ο Ειρμός
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Ροήν μου των δακρύων· μη αποποιήσης· η τον παντός εκ προσώπου παν δάκρυον· αφηρηκότα Παρθένε, Χριστόν κυήσασα.
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Χαράς μου την καρδίαν· πλήρωσον, Παρθένε· η της χαράς δεξαμένη το πλήρωμα· της αμαρτίας την λύπην, εξαφανίσασα.
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Λιμήν και προστασία· των σοι προσφευγόντων· γενού Παρθένε, και τείχος ακράδαντον· καταφυγή τε και σκέπη, και αγαλλίαμα.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Φωτός σου ταίς ακτίσι· λάμπρυνον, Παρθένε· το ζοφερόν της αγνοίας διώκουσα· τους ευσεβώς Θεοτόκον, σε καταγγέλλοντας.
Και νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.
Κακώσεως εν τόπω· τω της ασθενείας· ταπεινωθέντα, Παρθένε, θεράπευσον· εξ αρρωστίας εις ρώσιν, μετασκευάζουσα.

Μεγαλυνάρια
Άξιον εστιν ως αληθώς, μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον, και Μητέρα του Θεού ημών.
Την τιμιωτέραν των Χερουβείμ, και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον, σε μεγαλύνομεν.

Και ο Ιερέας θυμιατίζει το Θυσιαστήριο και το Λαό

Ήχος πλ. β΄.

Την τιμιωτέραν. Την υψηλοτέραν των ουρανών, και καθαρωτέραν λαμπηδόνων ηλιακών, την λυτρωσαμένην, ημάς εκ της κατάρας, την Δέσποιναν του κόσμου, ύμνοις τιμήσωμεν.
Από των πολλών μου αμαρτιών, ασθενεί το σώμα, ασθενεί μου και η ψυχή, προς σε καταφεύγω την Κεχαριτωμένην, ελπίς απηλπισμένων, συ μοί βοήθησον.
Δέσποινα και μήτηρ του Λυτρωτού, δέξαι παρακλήσεις, αναξίων σων ικετών, ίνα μεσιτεύσης προς τον εκ σου τεχθέντα. Ω Δέσποινα, του κόσμου γενού μεσίτρια.
Ψάλλομεν προθύμως σοι την ωδήν, νυν τη πανυμνήτω, Θεοτόκω χαρμονικώς, μετά του Προδρόμου, και πάντων των Αγίων, δυσώπει, Θεοτόκε, του οικτειρήσαι ημάς.
Άλαλα τα χείλη των ασεβών, των μη προσκυνούντων, την εικόνα σου την σεπτήν, την ιστορηθείσαν, υπό του αποστόλου, Λουκά ιερωτάτου, την Οδηγήτριαν.

Λέγεται το Μεγαλυνάριο του αγίου του Ναού. Και:
Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες, μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν, εις το σωθήναι ημάς.

Το Τρισάγιον
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος ελέησον ημάς. (τρεις φορές)
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Παναγία τριάς, ελέησον ημάς. Κύριε ιλάσθητι ταίς αμαρτίαις ημών. Δέσποτα, συγχώρισον τας ανομίας ημίν. Άγιε, επισκεψε και ίασαι τας ασθενείας ημών, ένεκεν του ονόματός σου.
Κύριε ελέησον, Κύριε ελέησον, Κύριε ελέησον.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Πάτερ ημών, ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά Σου, ελθέτω η βασιλεία Σου, γεννηθήτω το θέλημά Σου ως εν ουρανό και επί της γης. Τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον, και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών, και μη εισενέγκης ημάς εις πειρασμόν αλλά ρύσαι ημάς από του πονηρού.
Ο Ιερεύς• Ότι Σου εστιν η βασιλεία και η δύναμις και η δόξα του Πατρός και του Υιού και του Αγίου Πνεύματος, νυν και αεί και εις τους αιώνας των αιώνων.
Ο Αναγνώστης· Αμήν.

Ο Αναγνώστης λέει το Απολυτίκιον της ημέρας, εφόσον υπάρχει, και εάν δεν υπάρχει λέει τα επόμενα κατανυκτικά Τροπάρια:
Ήχος πλ. β΄.
Ελέησον ημάς, Κύριε, ελέησον ημάς•· πάσης γαρ απολογίας απορούντες· ταύτην σοι την ικεσίαν, ως Δεσπότη· οι αμαρτωλοί προσφέρομεν•· ελέησον ημάς.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Κύριε, ελέησον ημάς· επί σοι γαρ πεποίθαμεν• μη οργισθής ημίν σφόδρα· μηδέ μνησθής, των ανομιών ημών•· αλλ’ επιβλεψον και νυν, ως εύσπλαχνος· και λύτρωσαι ημάς εκ εχθρών ημών•· συ γαρ ει Θεός ημών· και ημείς λαός σου•· πάντες έργα χειρών σου· και το όνομά σου επικεκλήμεθα.

Και νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.
Της ευσπλαχνίας την πύλην ανοιξον ημίν· ευλογημένη Θεοτόκε•· ελπίζοντες εις σε μη αστοχήσωμεν•· ρυσθείημεν διά σου των περιστάσεων•· συ γαρ ει η σωτηρία του γένους
των Χριστιανών.

Δέηση
Ο Ιερέας: Ελέησον ημάς…
Ο Χορός: Κύριε, ελέησον

Ήχος β΄. Ότε εκ του ξύλου
Πάντων προστατεύεις, Αγαθή, των καταφευγόντων εν πίστει τη κραταιά σου χειρί, άλλην γαρ ουκ έχομεν αμαρτωλοί προς Θεόν, εν κινδύνοις και θλίψεσιν, αεί μεσιτείαν, οι κατακαμπτόμενοι υπό πταισμάτων πολλών, Μήτερ του Θεού του Υψίστου, όθεν σοι προσπίπτομεν, ρύσαι πάσης περιστάσεως τους δούλους σου.

Όμοιο:
Πάντων θλιβομένων η χαρά, και αδικουμένων προστάτις, και πενομένων τροφή, ξένων τε παράκλησις, και βακτηρία τυφλών, ασθενούντων επίσκεψις, καταπονουμένων σκέπη και αντίληψις, και ορφανών βοηθός, Μήτερ του Θεού του Υψίστου, συ υπάρχεις, Άχραντε, σπεύσον, δυσωπούμεν, ρύσασθαι τους δούλους σου.

Ήχος πλ. δ΄.
Δέσποινα, προσδεξαι τας δεήσεις των δούλων σου, και λύτρωσαι ημάς, από πάσης ανάγκης και θλίψεως.

Ήχος β΄.
Την πάσαν ελπίδα μου εις σε ανατίθημι, Μήτερ του Θεού, φύλαξον με υπό την σκέπην σου.

Κατά την περίοδο του Δεκαπενταυγούστου συνηθίζεται να ψάλλονται αντί για τα πιο πάνω Τροπάρια τα εξής: Εξαποστειλάρια.

Ήχος γ΄. Ο ουρανόν τοις άστροις. (Οκτασύλλαβοι)

Απόστολοι εκ περάτων, συναθροισθέντες ενθάδε, Γεθσημανή τω χωρίω, κηδεύσατέ μου το σώμα, και συ, Υιέ και Θεέ μου, παράλαβέ μου το πνεύμα.

Ο γλυκασμός των Αγγέλων, των θλιβομένων η χαρά, χριστιανών η προστάτις, Παρθένε Μήτηρ Κυρίου, αντιλαβού μου και ρύσαι, των αιωνίων βασάνων.

Και σε μεσίτριαν έχω, προς τον φιλάνθρωπον Θεόν, μη μου ελέγξη τας πράξεις, ενώπιον των Αγγέλων, παρακαλώ σε, Παρθένε, βοήθησον μοί εν τάχει.

Χρυσοπλοκώτατε πύργε, και δωδεκάτειχε πόλις, ηλιοστάλακτε θρόνε, καθέδρα του Βασιλέως, ακατανόητον θαύμα, πως γαλουχείς τον Δεσπότην.

Ο Ιερέας: Δι’ ευχών των Αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ, ελέησον και σώσον ημάς.
Ο Χορός: Αμήν.

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.