Τό ἑσπέρας τοῦ Μεγάλου Σαββάτου πρός Κυριακήν, Κυριακήν τοῦ Πάσχα, 5ης/18ης πρός 6ην/19ην Ἀπριλίου 2020, ἑωρτάσθη ἡ ἑορτή τῆς ἐκ νεκρῶν Ἀναστάσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Κατά τήν ἑορτήν ταύτην ἡ Ἐκκλησία εὐγνωμονεῖ καί δοξολογεῖ, ποιοῦσα μνήμην τοῦ θείου καί θαυμαστοῦ γεγονότος, ὅτι ὁ ἐσταυρωμένος Υἱός καί Λόγος τοῦ Θεοῦ, Ἰησοῦς Χριστός, ὁ Ναζωραῖος, ταφείς, ἐνίκησε τήν δύναμιν τοῦ διαβόλου καί τήν ἐξουσίαν τοῦ Ἅιδου καί ἀνέστη ἐκ νεκρῶν συνανιστῶν τόν Ἀδάμ καί τούς ἀπογόνους αὐτοῦ χειρί παντοδυνάμῳ.

Τήν ἑορτήν ταύτην τῶν ἑορτῶν ἡ Ἐκκλησία Ἱεροσολύμων ἑώρτασεν εἰς τόν Ναόν τῆς Ἀναστάσεως καί αὐτόν τόν ὄλβιον καί κενόν Τάφον τοῦ Κυρίου, διά τῆς Ἀκολουθίας τοῦ Ὄρθρου, τοῦ Κανόνος «Κύματι θαλάσσης», τοῦ Χριστός Ἀνέστη ἐν χαρᾷ ἀνεκλαλήτῳ καί τῆς θείας Λειτουργίας τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου καί τοῦ Κατηχητικοῦ λόγου αὐτοῦ: «Εἴ τις εὐσεβής καί φιλόθεος», προεξάρχοντος τῆς Α.Θ.Μ. τοῦ Πατρός ἡμῶν καί Πατριάρχου Ἱεροσολύμων κ.κ. Θεοφίλου, συλλειτουργούντων Αὐτῷ τῶν Σεβασμιωτάτων Ἀρχιερέων, Μητροπολίτου Καπιτωλιάδος κ. Ἡσυχίου, καί Ἀρχιεπισκόπου Μαδάβων κ. Ἀριστοβούλου καί ἐλαχίστων Ἀρχιμανδριτῶν, μή ὑπερβαινόντων ὅλων τούς δέκα τόν ἀριθμόν, λόγῳ τῶν μέτρων προστασίας τῆς ὑγιείας ἔναντι τοῦ κορονοϊοῦ, τά ὁποῖα ἐπέβαλεν ἡ Ἰσραηλινή Ἀστυνομία.

Εἰς τό Κοινωνικόν τῆς θείας Λειτουργίας ὁ Γέρων Ἀρχιγραμματεύς ἀνέγνωσε τό Πασχάλιον Πατριαρχικόν Μήνυμα ἔχον ὡς ἕπεται:

Θανάτου ἑορτάζομεν νέκρωσιν, Ἅδου τήν καθαίρεσιν,

ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν καί σκιρτῶντες

ὑμνοῦμεν τόν αἴτιον, τόν μόνον εὐλογητόν τῶν πατέρων

Θεόν καί ὑπερένδοξον.

(Τροπάριον Ζ’ ὠδῆς κανόνος Ἀναστάσεως Ἰωάννου Δαμασκηνοῦ).

Ἐν χαρᾷ ἀνεκλαλήτῳ καί πεπληρωμένῃ, καρδίαις καθαραῖς καί ἀρρυπώτοις χείλεσι, φωναῖς ἀκαταπαύστοις καί αἰσίαις καί ἀλαλαγμοῖς σεμνοῖς ἡ Ἐκκλησία βοᾷ καί διαλαλεῖ κατά τήν νύκτα τῆς Ἀναστάσεως καί καθ’ ὅλην τήν Πασχάλιον περίοδον τό «Χριστός ἀνέστη ἐκ νεκρῶν θανάτῳ θάνατον πατήσας καί τοῖς ἐν τοῖς μνήμασι ζωήν χαρισάμενος». Ἐν βεβαιότητι πίστεως τῷ Σταυρωθέντι καί ἐκ νεκρῶν Ἀναστάντι Κυρίῳ Ἰησοῦ Χριστῷ καί ἐπ’ ἐλπίδι Ἀναστάσεως ζωῆς αἰωνίου, ἡ Ἐκκλησία ψάλλει «Ἀναστάσεως ἡμέρα καί λαμπρυνθῶμεν τῇ πανηγύρει καί ἀλλήλους περιπτυξώμεθα, εἴπωμεν ἀδελφοί καί τοῖς μισοῦσιν ἡμᾶς συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει».

Τό θαυμαστόν τοῦτο καί χαρμόσυνον ἄγγελμα τῆς νίκης τοῦ θανάτου εἶναι ὁ καρπός τῆς σταυρώσεως τοῦ Χριστοῦ, καθότι «ἰδού γάρ ἦλθε διά τοῦ σταυροῦ χαρά ἐν ὅλῳ τῷ κόσμῳ». Ἡ νίκη τοῦ Χριστοῦ ἐπί τοῦ θανάτου ἦλθε διά τῆς θυσίας τοῦ σταυροῦ Αὐτοῦ. Ὁ Χριστός, ὁ Μονογενής Υἱός καί Λόγος τοῦ Θεοῦ, κατελθών εἰς τήν γῆν ἐκ τῶν κόλπων τοῦ Πατρός, ἐνανθρωπήσας ἐκ Πνεύματος Ἁγίου καί Μαρίας τῆς Παρθένου, προσήνεγκεν Ἑαυτόν ἑκουσίως τῷ σταυρῷ ὡς ἱερεῖον ἄμωμον διά τήν ἄφεσιν τῶν ἁμαρτιῶν ἡμῶν. Καθά προεῖπεν ὁ προφήτης Ἡσαΐας «ὡς πρόβατον ἐπί σφαγήν ἤχθη καί ὡς ἀμνός ἄμωμος ἐναντίον τοῦ κείροντος αὐτόν ἄφωνος» καί ὡς δακτύλῳ Αὐτόν καθυπέδειξεν Ἰωάννης ὁ Βαπτιστής εἰς τόν Ἰορδάνην, κατεδείχθη ἐν τῷ σταυρῶ «ὁ ἁμνός τοῦ Θεοῦ, ὁ αἴρων τήν ἁμαρτίαν τοῦ κόσμου». Τό πλέον θαυμαστόν εἰς τό μυστήριον τοῦτο, τό ὁποῖον καί δεικνύει τήν ὑπερβάλλουσαν ἀγάπην τοῦ Θεοῦ πρός ἡμᾶς, εἶναι, ὡς καί ὁ ἀπόστολος τῶν ἐθνῶν λέγει, ὅτι «ἐν ᾦ μόλις ὐπέρ δικαίου τις ἀποθανεῖται, Χριστός ὑπέρ ἡμῶν ἀπέθανε ἔτι ἀσθενῶν, ἁμαρτωλῶν καί ἀσεβῶν ὄντων ἡμῶν» (Ρωμ. 5, 6-8). Ἀναμάρτητος ὤν ὁ Χριστός, «Θεός ὤν ἀληθινός ἐκ Θεοῦ ἀληθινοῦ», «ἑαυτόν ἐκένωσε μορφήν δούλου λαβών» (Φιλιπ. 2, 7), ἐταπείνωσεν Ἑαυτόν, ἀνῆλθε ἑκουσίως ἐπί τοῦ σταυροῦ καί διά τοῦ ἀχράντου αἵματος Αὐτοῦ “ὁ πάντων χρεωλύτης ἀνθρώπων ἔσχισε τό χειρόγραφον καί ἔδωκε χάριν ὀφλημάτων ἀρχαίων”.

Σαρκί παθών ὐπέρ ἡμῶν ὁ Χριστός καί ταφείς, κατῆλθεν εἰς τόν Ἅδην. Ἐν τῇ ἀπληστίᾳ αὐτοῦ ὁ Ἅδης, ἀνέμενε καί Τοῦτον, τόν Υἱόν τοῦ Θεοῦ, νά καταφάγῃ. Διά τήν ταπείνωσιν ὅμως τῆς θυσίας Αὐτοῦ, δέν ἠδυνήθη νά ἔχῃ ἰσχύν ἐπ’ Αὐτοῦ. Ἠπατήθη ὁ Ἅδης καί ἐπικράνθη. Νομίσας ὅτι ἐδέχθη θνητόν, συνήντησε Θεόν, Θεόν καί ἄνθρωπον, τόν Θεάνθρωπον Ἰησοῦν Χριστόν, ὁ Ὁποῖος τῇ δυνάμει τοῦ Πατρός καί τῇ ἰδίᾳ αὐτοφυεῖ Αὐτοῦ δυνάμει, ἀνέστη ἐκ νεκρῶν, πρωτότοκος ἐκ τῶν νεκρῶν καί ὡδοποίησε πάσῃ σαρκί τήν ἐκ νεκρῶν ἀνάστασιν. Ἀνεζήτησε καί εἰς τόν Ἅδην ὡς καί εἰς τήν γῆν τό ἀπολωλός πρόβατον, ἐκήρυξε εἰς τόν Ἀδάμ καί τήν Εὔαν καί τούς ἀπογόνους αὐτῶν τό Εὐαγγέλιον τῆς μετανοίας καί σωτηρίας καί ὡς δεικνύει ἡ Ὀρθόδοξος εἰκών τῆς Ἀναστάσεως ἀνέσυρεν αὐτούς μετ’ Αὐτοῦ εἰς τόν Παράδεισον. Ἔκτοτε ἐν τῇ δυνάμει καί τῇ πίστει τῆς Ἀναστάσεως, οἱ ἄνθρωποι ἀποθνήσκομεν σώματι μόνον, ἀποδυόμεθα τό γήινον σκήνωμα ἡμῶν, καθότι «αἷμα καί σάρξ βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται» (Α’ Κορ. 15, 50) καί συζῶμεν μετ’ Αὐτοῦ ψυχῇ καί πνεύματι, προσδοκῶντες ἀνάστασιν νεκρῶν καί ζωήν τοῦ μέλλοντος αἰῶνος.

Τοῦτο τό μυστήριον τῆς ἐκ νεκρῶν ἀναστάσεως Αὐτοῦ ὁ Χριστός εἶχε προείπει εἰς τούς φίλους μαθητάς Αὐτοῦ ἔτι ὤν μετ’ αὐτῶν εἰς τήν γῆν, μετά δέ τήν Ἀνάστασιν «παρέστησεν Ἑαυτόν αὐτοῖς ζῶντα ἐν πολλοῖς τεκμηρίοις» (Πράξ. Α’, 3), εἰς πολλάς ἐμφανείας μετά τοῦ σώματος Αὐτοῦ τοῦ ἐσταυρωμένου ἐν τύποις τῶν ἥλων, λελαμπρυσμένου καί δεδοξασμένου. Διά τῶν αὐτοπτῶν μαθητῶν Αὐτοῦ παρέδωσε τό μυστήριον τοῦτο εἰς τό σῶμα Αὐτοῦ τήν Ἐκκλησίαν, τήν ὁποίαν ἡδραίωσε διά τοῦ Παρακλήτου Πνεύματος, τό ὁποῖον ἀναληφθείς εἰς οὐρανούς ἀπέστειλε παρά τοῦ Πατρός τήν Πεντηκοστήν ἀπό τῆς Ἀναστάσεως ἡμέραν.

Ἔκτοτε ἡ Ἐκκλησία, τῆς ὁποίας κατά τήν τοῦ Κυρίου ἀψευδῆ πρόρρησιν «πύλαι Ἅδου οὐ κατίσχυσουσι» (Ματθ. 16, 18), συνεχίζει τό ἔργον Αὐτοῦ εἰς τήν γῆν. Κηρύττει τόν Χριστόν Ἐναθρωπήσαντα, Σταυρωθέντα καἰ Ἀναστάντα καί βαπτίζει εἰς τό ὄνομα Αὐτοῦ τούς εἰς Αὐτόν πιστεύοντας, ἁγιάζει τούτους διά τῶν μυστηρίων αὐτῆς καί προσεύχεται ὑπέρ συνδιαλλαγῆς τῆς ἀνθρωπότητος καί ὑπέρ τῆς οἰκουμένης ὅλης. Δι’ ὅλων αὐτῆς τῶν δυνάμεων συμπαρίσταται εἰς τόν πάσχοντα ἄνθρωπον, προσεύχεται τῷ ἰατρῷ τῶν ψυχῶν καί τῶν σωμάτων Κυρίῳ Ἰησοῦ Χριστῷ ὑπέρ παύσεως τῆς ἐνσκηψάσης τῇ οἰκουμένῃ λοιμικῆς θανατηφόρου νόσου, θεραπείας τῶν προσβεβλημένων καί ἐλέους Αὐτοῦ ἐπί τούς ἀνηλεῶς ὑπ’ αὐτῆς θανατωθέντας ἐν τῇ βεβαιότητι ὅτι ὡς Ἐκεῖνος “ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλά ζῇ ἐκ δυνάμεως Θεοῦ οὕτω καί ἡμεῖς εἰ καί ἀσθενοῦμεν ἐν Αὐτῷ, ἀλλά καί ζησόμεθα σύν Αὐτῷ ἐκ δυνάμεως Θεοῦ (Β’ Κορ. 13, 4).

Προσευχήν ἔτι καί ὑπέρ ἑνότητος τῆς Ἑκκλησίας καί εἰρήνης τῆς Μέσης Ἀνατολῆς ἀναπέμπει ἡ Σιωνῖτις Μήτηρ τῶν Ἐκκλησιῶν κατά τήν λαμπροφόρον ἡμέραν τῆς Ἀναστάσεως ἀπό τοῦ ζωηφόρου μνήματος, ἐν ᾧ ἐτάφη καί ἐξ οὗ ἀνέστη Χριστός καί εὔχεται εἰς τό ποίμνιον αὐτῆς εἰς τήν Ἁγίαν Γῆν καί ὅπου γῆς τήν δύναμιν καί τήν εὐλογίαν τοῦ Ἀναστάντος Ἰησοῦ Χριστοῦ.

Χριστός ἀνέστη

Ἐν τῇ Ἁγίᾳ Πόλει Ἱερουσαλήμ, ΠΑΣΧΑ 2020

Μετά Πατρικῶν εὐχῶν καί Πατριαρχικῶν εὐλογιῶν,

Διάπυρος πρός Κύριον εὐχέτης,

ΘΕΟΦΙΛΟΣ Γ’

Πατριάρχης Ἱεροσολύμων

Εκκλησία Online
Αποστολή
Αξιολόγηση επισκεπτών 0 (0 ψήφοι)

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.