ΠΑΤΡΙΑΡΧΕΙΟ ΙΕΡΟΣΟΛΥΜΩΝ

Θεία Λειτουργία εις μνήμην της εγέρσεως του Λαζάρου, φίλου του Χριστού, καταγομένου εκ Βηθανίας, τελέσθηκε το πρωί του Σαββάτου, 3ης /16ης Απριλίου 2022, στη Μονή των αδελφών του Λαζάρου, Μάρθας και Μαρίας, και στον τόπο της υπ’ αυτών προϋπαντήσεως Αυτού στη Βηθανία.

Προεξήρχε ο Μακαριώτατος Πατριάρχης Ιεροσολύμων κ.κ. Θεόφιλος, συλλειτουργούντων των Σεβασμιωτάτων Αριεπισκόπων Γεράσων κ. Θεοφάνους, Κωνσταντίνης κ. Αριστάρχου και Πέλλης κ. Φιλουμένου, Αγιοταφιτών Ιερομονάχων ως των Γέροντος Καμαράση Αρχιμανδρίτου π. Νεκταρίου, του Αρχιμανδρίτου π. Κλαυδίου, του εφημερίου της Μονής Αρχιμανδρίτου π. Επιφανίου και Αραβοφώνων και Ρωσοφώνων Πρεσβυτέρων, ψάλλοντος του κ. Βασιλείου Γκοτσοπούλου, παρουσία του Γενικού Προξένου της Ελλάδος στα Ιεροσόλυμα κ. Ευαγγέλου Βλιώρα και προσκυνητών και εντοπίων πιστών.

Στο Κοινωνικό της Θείας Λειτουργίας τον θείο Λόγο κήρυξε ο Μακαριώτατος ως έπεται:

«Εἶπεν αὐτῇ [τῇ Μάρθᾳ ] ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ Ἀνάστασις καί ἡ ζωή. ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται· καί πᾶς ὁ ζῶν καί πιστεύων εἰς ἐμέ οὐ μή ἀποθάνῃ εἰς τόν αἰῶνα· πιστεύεις τοῦτο; λέγει αὐτῷ· Ναί, Κύριε, ἐγώ πεπίστευκα ὅτι σύ εἶ ὁ Χριστός ὁ Υἱός τοῦ Θεοῦ, ὁ εἰς τόν κόσμον ἐρχόμενος», (Ἰωαν. 11, 25-26). λέγει ὁ αὐτήκοος καί αὐτόπτης γενόμενος Ἰωάννης ὁ Εὐαγγελιστής.

Ἀγαπητοί ἐν Χριστῷ ἀδελφοί,

Εὐλαβεῖς Χριστιανοί καί προσκυνηταί,

Ἡ χάρις τοῦ ἀδελφοῦ τῆς Μάρθας καί τῆς Μαρίας καί τοῦ φίλου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Λαζάρου, συνήγαγεν ἡμᾶς ἐν τῷ ἱερῷ τούτῳ τόπῳ τῆς ἁγιογραφικῆς κώμης Βηθανίας, ἵνα ἑορτάσωμεν τήν ἐκ νεκρῶν ἔγερσιν τοῦ Λαζάρου ἀφ’ ἑνός· καί τήν ὑπό τοῦ Χριστοῦ πιστοποίησιν πρό τοῦ σταυρικοῦ πάθους αὐτοῦ, τήν κοινήν ἡμῶν τῶν ἀνθρώπων ἀνάστασιν.

Ἡ ὑπό τοῦ Εὐαγγελιστοῦ Ἰωάννου λεπτομερής ἐξιστόρησις τῆς ἐκ νεκρῶν ἐγέρσεως τοῦ Λαζάρου, ἐγένετο πρίν τῆς διά βαΐων καί κλάδων θριαμβευτικῆς εἰσόδου τοῦ Ἰησοῦ εἰς τήν ἁγίαν Πόλιν Ἱερουσαλήμ. Διό καί ἡ Ἁγία ἡμῶν Ἐκκλησία καλεῖ τήν σημερινήν ἡμέραν «τό πρό τῆς Κυριακῆς τῶν Βαΐων Σάββατον», ἤ καλύτερον τό Σάββατον πρό τῆς ἑβδομάδος τῶν ἁγίων Παθῶν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. «Σήμερον Βηθανία, προανακηρύττει τήν Ἀνάστασιν, Χριστοῦ τοῦ ζωοδότου, τῇ ἐγέρσει Λαζάρου χορεύουσα», ἀναφωνεῖ καί ὁ ὑμνῳδός τῆς Ἐκκλησίας.

Ἡ τριήμερος ταφή καί ἡ ἐκ νεκρῶν Ἀνάστασις τοῦ Ἰησοῦ Χριστοῦ ἀποτελεῖ τό ἀποκορύφωμα τοῦ μυστηρίου τῆς θείας Οἰκονομίας, τουτέστιν τῆς ἐκ τῆς ἐκ τῶν ἁγνῶν αἱμάτων τῆς ἀειπαρθένου καί θεοτόκου Μαρίας ἐνσαρκώσεως καί ἐνανθρωπήσεως, διά Πνεύματος Ἁγίου, τοῦ Υἱοῦ καί Λόγου τοῦ Θεοῦ Πατρός ἡμῶν.

Προσέτι δέ ἐπιμαρτυρεῖ τήν ἐκ τῆς ἁμαρτίας καί τῆς φθορᾶς τοῦ θανάτου ἐλευθερίαν ἡμῶν ὡς καί τήν ὥραν τῆς ἐσχάτων κρίσεως, δηλονότι τῆς θείας Δικαιοσύνης: «ὅτι ἔρχεται ὥρα, καί ἐκπορεύσονται οἱ τά ἀγαθά ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δέ τά φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως», (Ἰωάν. 5, 28-29) λέγει Κύριος. Ὁμοίως δέ ἐν Πνεύματι Ἁγίῳ εἶπεν καί ὁ Προφήτης Ἡσαΐας: «ἀναστήσονται οἱ νεκροί, καί ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις» (Ἡσ. 26,19).

Ὁ Ἅγιος Κύριλλος Ἀλεξανδρείας, ἑρμηνεύων τόν Εὐαγγελικόν λόγον τοῦ Κυρίου: «λύσατε αὐτοῦ [τόν τεθνηκότα Λάζαρον ] καί ἄφετε ὑπάγειν», (Ἰωάν. 11,44), λέγει: Χρησίμως [=πρός τό συμφέρον ἡμῶν] οὖν διά χειρῶν οἰκείων ἐπέτρεψεν αὐτοῖς λῦσαι αὐτόν, ἵνα μηδεμίαν ἔχοιεν συκοφαντίας ἀφορμήν, ἀλλά μάρτυρες ὦσι τοῦ θαύματος. Καί τοῦτο δέ ἔχει δεῖγμα τῆς καθολικῆς ἀναστάσεως, ὅτε λυομένης τῆς ἁμαρτίας καί τῆς τοῦ θανάτου φθορᾶς, ἐλεύθερος ἀφίεται ἕκαστος».

Ὁ δέ θεῖος Παῦλος καταδεικνύων τό ὑπερβάλλον μέγεθος τοῦ γεγονότος τῆς Ἀναστάσεως τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ λέγει: «εἰ δέ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδέ Χριστός ἐγήγερται· εἰ δέ Χριστός οὐκ ἐγήγερται, κενόν ἄρα τό κήρυγμα ἡμῶν, κενή καί ἡ πίστις ἡμῶν», (Α΄Κορ. 15,13-14).

Ἡμεῖς, ἀγαπητοί μου ἀδελφοί, οἱ προσδοκῶντες τήν Ἀνάστασιν τῶν νεκρῶν, μετά τοῦ ὑμνῳδοῦ εἴπωμεν: «Λάζαρον τεθνεῶτα, τετραήμερον ἀνέστησας Χριστέ, πρό τοῦ σοῦ θανάτου, διασείσας τοῦ θανάτου τό κράτος, καί δι’ ἑνός προσφιλοῦς, τήν πάντων ἀνθρώπων προμηνύων, ἐκ φθορᾶς ἐλευθερίαν· διό προσκυνοῦντές σου, τήν παντοδύναμον ἐξουσίαν, βοῶμεν· Εὐλογημένος εἶ Σωτήρ, ἐρχόμενος ἐν δόξῃ, σῶσαι τάς ψυχάς ἡμῶν».

Εὐλογημένη καί Ἁγία ἑβδομάς τῶν Παθῶν καί καλόν Πάσχα! Ἀμήν».

Μετά το πέρας της Λειτουργίας, ο Σεβασμιώτατος Αρχιεπίσκοπος Γεράσων κ. Θεοφάνης προεξήρχε της λιτανείας από της Μονής έως και του Τάφου του Λαζάρου, επί του οποίου και ανεγνώσθη η κατά Ιωάννην Ευαγγελική περικοπή της Εγέρσεως του Λαζάρου, με τη συμμετοχή πολλών πιστών και την παρουσία του Γενικού Προξένου της Ελλάδος στα Ιεροσόλυμα κ. Ευαγγέλου Βλιώρα.

Μετά την θεία Λειτουργία την Αρχιερατική συνοδεία δέχθηκε το Δημαρχιακό Συμβούλιο της Βηθανίας, το οποίον προηγουμένως είχε έλθει στην Ιερά Μονή Μάρθας και Μαρίας και ευλογήθηκε από τον Μακαριώτατο, ενώ τους δεξιώθηκε η πολιά ηγουμένη εκ Κύπρου μοναχή Ευπραξία.

Εκκλησία Online

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.