Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Νικηφόρου τοῦ λεπροῦ, τοῦ ἐν Χίῳ ἐπ᾿ ἐσχάτων τῇ καρτερίᾳ ἀθλήσαντος καὶ ἐν ἀσκήσει διαπρέψαντος. Εὐλογήσαντος τοῦ ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ’ ὃ τὸ Θεὸς Κύριος ὡς συνήθως καὶ τὰ ἑξῆς τροπάρια.

Ἧχος δ΄. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς καρτερίας τὸν σεπτὸν ἀθληφόρον, τὸν συννοσήσαντα λεπροῖς Νικηφόρον, πνευματικαῖς ὑμνήσωμεν ᾠδαῖς οἱ πιστοί, ὅτι θεῖον ἐγκαλλώπισμα ἐν ἐσχάτοις τοῖς χρόνοις, οὗτος ἀναδέδεικται, καὶ κλέος μοναζόντων, καὶ τῶν Ὁσίων σύσκηνος ὁμοῦ, καὶ τῶν νοσούντων ὑπέρμαχος ἄληκτος.

Δόξα. Ἐν σοὶ πάτερ ἀκριβῶς.

Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ὑμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σώζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ Ψαλμὸς καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς:

ΝΙΚΗΝ ΦΕΡΕΙΣ, ΟΣΙΕ, ΤΗΝ ΝΙΚΗΣΑΣΑ ΚΟΣΜΟΝ.

Στίχος: Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Νοσήσας ἐν σώματι ἀθλητά, ὑγιὴς εὑρέθης, τὴν καρδίαν ὡς καὶ τὸν νοῦν, ὅτι ἀπὸ λέπρας ἁμαρτίας, μοναστικοῖς ἐκαθάρθης παλαίσμασιν.

Ἰάσεις μὴ παύσῃ παντοδαπάς, παρέχειν ἀσμένως, τοῖς προστρέχουσιν εὐλαβῶς, τῇ σορῷ τῶν θείων σου λειψάνων, καὶ ἀνιάτως νοσοῦσιν πανόλβιε.

Καλλίμορφος ὤφθης τῇ σῇ ψυχῇ, ὅτι ταύτην κόσμῳ, κατελάμπρυνας ἀρετῶν, ὅθεν ὑπὲρ κόσμου τὸν Νυμφίον, τὸν ὡραιότατον κάλλει ἱκέτευε.

Η συνεχεια στο αρθρο ΚΟΡΩΝΟΙΟΣ: Προσευχή για ασθενείς-Παρακλητικός Κανών στον Άγιο Νικηφόρο το Λεπρόν

Εκκλησία Online
Αποστολή
Αξιολόγηση επισκεπτών 0 (0 ψήφοι)

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.