ΥΨΩΣΗ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ: Χαιρετισμοὶ εἰς τὸν Τίμιον Σταυρόν Ἀλλ᾿ ἐπειδὴ Σταυρὲ Χριστοῦ, εἴχαμεν περπατήσει· μαζὶ κοντὰ χρόνους ἑννιά, Ἀνατολὴν καὶ Δύση. Ζητοῦντες διὰ τὴν Μονήν, τὴν τοῦ Ξηροποτάμου· ζητοῦντες καὶ λαμβάνοντες, πλούσια Δέσποινά μου.

Γυρίζω τώρα τὴν φωνήν, πρὸς σὲ καὶ τὴν καρδίαν·
τὸν πόθον τῆς καρδίας μου, ᾀεὶ καὶ θυμηδίαν.

Χαῖρε τίμιε Σταυρέ, τοῦ τῶν ὅλων Βασιλέως·
ὑποπόδιον σεπτόν, προσκυνούμενον εὐθέως.

Χαῖρε τίμιε Σταυρέ, τοῦ Ὑψίστου Βασιλέως·
σκῆπτρον τὸ θεοφεγγές, καὶ ὁ θρόνος ὁ ὡραῖος.

Χαῖρε τίμιε Σταυρέ, τῆς δυνάμεως Κυρίου·
κυριεύουσα ἐχθρῶν, ῥάβδος ἐκ Πατρὸς Ἁγίου.

Χαῖρε τίμιε Σταυρέ, τῆς εὐθύτητος Χριστοῦ μου·
ῥάβδος ἡ δαβιτική, Βασιλείας τοῦ Θεοῦ μου.

Χαῖρε τίμιε Σταυρέ, Χριστοῦ ῥάβδος Βασιλέως·
ἡ συντρίψασα ἐχθρούς, ὡσεὶ σκεύη κεραμέως.

Χαῖρε τίμιε Σταυρέ, τοῦ Χριστοῦ τὸ μεγαλεῖον·
ἐν ᾧ κάμπτει γόνυ πᾶν, Οὐρανίων ἐπιγείων.

Χαῖρε τίμιε Σταυρέ, τοῦ Χριστοῦ μου τὸ σημεῖον·
ἐν τῇ ὥρᾳ τῇ φρικτῇ, τὸ φρικτὸν καὶ τῶν Ἁγίων.

Χαῖρε τίμιε Σταυρέ, τοῦ Χριστοῦ μου ἡ ἀγάπη·
δι᾿ οὗ ἔχθρα ἡ ἡμῶν, εἰς ἀγάπην μετετράπη.

Χαῖρε τίμιε Σταυρέ, ὁ Χριστὸς δι᾿ οὗ ὑψώθη·
καὶ ἐσώθη ὁ Ἀδάμ, καὶ σατᾶν ἐταπεινώθη.

Χαῖρε τίμιε Σταυρέ, δι᾿ οὗ ᾍδης ἐκενώθη·
καὶ τὸ γένος τῶν βροτῶν, ἐν τοῦ ᾍδου ἐλυτρώθη.

Χαῖρε τίμιε Σταυρέ, τράπεζα δεδοξασμένη·
ἐφ᾿ ἧς τέθειται ἡ σάρξ, ἡ Χριστοῦ τεθεωμένη.

Χαῖρε τίμιε Σταυρέ, Τράπεζα ἡ παναγία·
ἐφ᾿ ἧς γέγονε Χριστοῦ, ἡ πανάμωμος θυσία.

Χαῖρε τίμιε Σταυρέ, ξύλον τὸ εὐλογημένον·
τὸ βαστάσαν τὸν Χριστόν, καὶ Θεόν, προσηλωμένον.

Χαῖρε τίμιε Σταυρέ, ξύλον τὸ εὐλογημένον·
τὸ βλαστῆσαν τὸν Χριστόν, ἄνθος κεχαριτωμένον.

Χαῖρε τίμιε Σταυρέ, ξύλον τὸ εὐλογημένον·
καὶ τῷ Αἵματι Χριστοῦ, τῷ Ἀχράντῳ βεβαμμένον.

Χαῖρε τίμιε Σταυρέ, ξύλον τὸ εὐλογημένον·
τοῦ χειμάῤῥου τῆς Μονῆς, καὶ διαβεβοημένον.

Χαῖρε τίμιε Σταυρέ, ξύλον τὸ σωτηριώδες·
τῆς Μονῆς τῆς Ἱερᾶς, τοῦ χειμάῤῥου καὶ εὐῶδες.

Χαῖρε τίμιε Σταυρέ, ξύλον προκεκηρυγμένον·
κλίμαξ ἔχουσα ἐν σοί, τὴν Θεὸν ἐστηριγμένον.

Χαῖρε τίμιε Σταυρέ, ἀποδεδοκιμασμένον·
ξύλον εἰς οἰκοδομήν, εἶτα μεμακαρισμένον.

Χαῖρε τίμιε Σταυρέ, ξύλον τὸ ἐκ Κυπαρίσσου·
πεύκης, κέδρου, ὡς φησί, καὶ φυτὸν τοῦ Παραδείσου.

Χαῖρε τίμιε Σταυρέ, τῆς προνοίας τὸ ταμεῖον·
παντὸς κόσμου τῶν κακῶν, ἱλαστήριον τὸ θεῖον.

Χαῖρε τίμιε Σταυρέ, Οὐρανοὺς τῇ ἀρετῇ σου·
ὁ καλύπτων καὶ τὴν γῆν, πᾶσαν καὶ τῇ χάριτί σου.

Χαῖρε τίμιε Σταυρέ, αἰνετὸν τὸ Ὄνομά σου·
ὑπεράνω Οὐρανῶν, ἡ μεγαλοπρέπειά σου.

Χαῖρε τίμιε Σταυρέ, ἡ χαρὰ τῆς Παναγίας·
ἡ ῥομφαία δὲ ἡ πρίν, τῆς Ἁγνῆς αὐτῆς καρδίας.

Χαῖρε τίμιε Σταυρέ, ἡ χαρὰ τῶν Ἀρχαγγέλων·
Χερουβίμ, καὶ Σεραφίμ, καὶ τῶν ἄλλων τῶν Ἀγγέλων.

Χαῖρε τίμιε Σταυρέ, τοῦ μεγάλου Κωνσταντίνου·
ἡ μεγάλη ἡ χαρά, καὶ τὸ τρόπαιον ἐκείνου.

Χαῖρε τίμιε Σταυρέ, ἡ χαρὰ τοῦ Μωϋσέως·
καὶ ἡ δύναμις αὐτοῦ, καὶ ἡ ῥάβδος καὶ τὸ κλέος.

Χαῖρε τίμιε Σταυρέ, ἡ τῆς Ἐρυθρᾶς Θαλάσσης·
κλεὶς τὸ πάλαι κραταιά, τῆς τὸν Ἰσραὴλ σῳσάσης.

Χαῖρε τίμιε Σταυρέ, ὁ γλυκάνας τὴν πικρίαν·
τῶν ὑδάτων τῆς Μεῤῥᾶς, κατ᾿ ἐνέργειαν ἰδίαν.

Χαῖρε τίμιε Σταυρέ, ὁ δι᾿ ὄφεως χαλκίνου·
θεραπεύων τὸν λαόν, ἐκ τοῦ δήγματος ἐκείνου.

Χαῖρε τίμιε Σταυρέ, τῶν ξοάνων καταλύτης·
τῶν θεῶν ὁλοθρευτής, τῶν δαιμόνων κεραυνίτης.

Χαῖρε τίμιε Σταυρέ, νεῖκος τὸ τῶν Ὀρθοδόξων·
συμμαχία τῶν πιστῶν, ἦττα δὲ τῶν κακοδόξων.

Χαῖρε τίμιε Σταυρέ, ἡ ἐλπὶς ἡ τῶν Ῥωμαίων·
τῶν Ἰβήρων ἡ ἰσχύς, καὶ Ξανθῶν τὸ ῥωμαλαῖον.

Χαῖρε τίμιε Σταυρέ, μῆκος τὸ κραταίωμά μου·
πλᾶτος φῶς, βάθος χαρά, ὕψος τὸ ἁγίασμά μου.

Χαῖρε τίμιε Σταυρέ, ξύλον μου τὸ ζωηφόρον·
δένδρον μου ζωοποιόν, καὶ φυτόν μου θεοφόρον.

Χαῖρε τίμιε Σταυρέ, τὸ χρυσοῦν ἐγκόλπιόν μου·
συνοδεία ἡ ἐμή, κάλλος τὸ προσκυνητόν μου.

Χαῖρε τίμιε Σταυρέ, ἡ ἐμὴ παρηγορία·
εἰς τὴν πρόσκαιρον ζωήν, καὶ τοῦ σώματος ὑγεία.

Χαῖρε τίμιε Σταυρέ, ἡ ἐμὴ παραμυθία·
ὥρᾳ τῇ τῆς τελευτῆς, καὶ ψυχῆς μου προστασία.

Χαῖρε τίμιε Σταυρέ, ἡ ἐμὴ συνηγορία·
ἐν τῇ κρίσει τῇ φρικτῇ, καὶ τοῦ κόσμου σωτηρία.

Χαῖρε τίμιε Σταυρέ, Κωνσταντίνου ἡ λατρεία·
Καισαρίου κλίμαξ δέ, ἐν τῇ ἄνω Βασιλείᾳ.

Μεγαλυνάριον.
Ἅγια τὰ χείλη τῶν εὐσεβῶν,
τῶν σὲ προσκυνούντων
τὸν πανάγιον τὸν Σταυρόν,
τὸν ἁγιασθέντα,
Αἵματι τῷ Ἁγίῳ,
Χριστοῦ τοῦ Ζωοδότου,
Ὃν μεγαλύνομεν.

Φανούρης Ευστράτιος
Αποστολή
Αξιολόγηση επισκεπτών 0 (0 ψήφοι)

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.