Οι Χαιρετισμοί εις την Ζωοδόχον Πηγήν της Υπερευλογημένης Δεσποίνης ημών Θεοτόκου και Αειπαρθένου Μαρίας.

Ως ψάλλεται εν Αγίω Όρει και εν τη εν Πάρω Ιερα Μονή της Ζωοδόχου Πηγής της Λογγοβάρδας

Ποίημα Νικοδήμου Ιερομονάχου Κάππου του Πατμίου

Κοντάκιον.
Ήχος πλ. δ΄. Τη Υπερμάχω.
Τη Ζωοδόχω σου Πηγή, Θεοχαρίτωτε, προσενεγκείν ο ευτελής δούλος σου, Δέσποινα, το εφύμνιον τεϑάρρηκα, Θεοτόκε. ᾿Αλλ᾽ ως Μήτηρ του Παντάνακτος υπάρχουσα, του ελέους σου ρανίδα μοι επίσταξον, ίνα κράζω σοι· Χαίρε ύδωρ σωτήριον.

Άγγελοι σύν ανϑρώποις, εποφείλουσιν όντως, Παρϑένε, προσφωνείν σοι το χαίρε (εκ γ΄) και γάρ ως τετοκυίαν τον Χριστόν, άνευϑεν ωδίνων μητρικών θλέποντες. εικότως εξιστάμενοι κραυγάζουσι προς σε τοιαύτα·

Χαίρε δι᾽ ής η χαρά εδόϑη·
Χαίρε δι᾽ ής η αρά επαύϑη.
Χαίρε μυστηρίου αρχαίου φανέρωσις·
Χαίρε της Βουλής του Υψίστου εκπλήρωσις.
Χαίρε ότι Πνεύμα Άγιον επελήλυϑεν εν σοί·
Χαίρε ότι το γεννώμενον εκ σου “Αγιόν εστι.
Χαίρε η σεβομένη εκ βροτών και ᾿Αγγέλων·
Χαίρε δεδοξασμένη εις αιώνας αιώνων.
Χαίρε δι᾽ ής λαμδάνομεν άφεσιν·
Χαίρε δι᾽ ής αντλούμεν την ίασιν.
Χαίρε φλέψ η εν τώ οίκω Κυρίου·
Χαίρε πηγή ύδατος σωτηρίου.

Χαίρε ύδωρ σωτήριον

Βάτον σε ο Θεόπτης εϑεώρει, φωνής τε Θεϊκής ακηκόει· Λέων δε ο μέγας βασιλεύς, ένδον του δάσους ύδωρ ευρείν ηύχετο, φωνής δε της αγίας σου ακούσας, εν εκπλήξει έφη·

᾿Αλληλούϊα

Γένος αδαμιαίον, διά σου σεσωσμένον, Πανάχραντε ᾿Αγνή, καϑοράται· τον Σωτήρα γάρ και Ποιητήν αρρήτως και υπερφυώς έτεκες διό κινείς προς αίνόν σου, πάσαν γλώσσαν φϑέγγεσϑαι ταύτα·

Χαίρε τιμή του βροτείου γένους·
Χαίρε δόξα του σύμπαντος κόσμου.
Χαίρε Μαριάμ το γλυκύτατον όνομα·
Χαίρε της αϑλίας ψυχής μου μελέτημα.
Χαίρε ότι περ εγέννησας τον Σωτήρα μου Χριστόν·
Χαίρε ότι περ εϑήλασας τον τροφέα του παντός.
Χαίρε η εκ της ρίζης Ιεσσαί φυείσα·
Χαίρε η εκ στείρας παραδόξως τεχϑείσα.
Χαίρε ευδοκίας Θεού το προοίμιον·
Χαίρε σωτηρίας ημών το κεφάλαιον.
Χαίρε σε γάρ πάς πιστός προσκαλείται·
Χαίρε σε γάρ θοηϑόν εξαιτείται·

Χαίρε ύδωρ σωτήριον

Δύναμις του Υψίστου, αριδήλως οράται, εν ύδατι Πηγής σου, Παρϑένε· οι γάρ προστρέχοντες εν αυτώ, τυφλοί. χωλοί, γενικώς άπαντες. κομίζονται την ίασιν, ψυχής και σώματος βοώντες·

᾿Αλληλούϊα

Έχουσα την Πηγήν σου, Θεοτόκε Παρϑένε. η πόλις σου ϑησαυρόν ιαμάτων, την της πίστεως έδραν πλουτεί, και σε πολιούχον κραταιάν κέκτηται· ημείς δε αγαλλόμενοι σύν αυτή δοώμεν ταύτα·

Χαίρε η δόξα της Εκκλησίας·
Χαίρε η λάμψις Ορϑοδοξίας.
Χαίρε Βασιλέων το ϑείον αγλάϊσμα·
Χαίρε Πατριαρχών σεπτόν εγκαλλώπισμα.
Χαίρε ανακεφαλαίωσις των δύο Διαϑηκών.
Χαίρε ράβδος ποιμαντήριος των κλεινών Ιεραρχών.
Χαίρε των ιερέων καλλονή και λαμπρότης·
Χαίρε των διακόνων χαρμονή και τερπνότης.
Χαίρε Κληρικών το σεμνολόγημα·
Χαίρε ᾿Ασκητών μέγα εντρύφημα.
Χαίρε πιστών Ορϑοδόξων το κύδος·
Χαίρε των ορϑά φρονούντων το νίκος.

Χαίρε ύδωρ σωτήριον

Ζήτησον επιμόνως και ευρήσεις το ύδωρ. ενταύϑά που του άλσους. ώ Λέων· ποτίσας δε εκ τούτου τον τυφλόν, και τας κόρας αυτού τώ πηλώ ίασαι· αμφότεροι δε οικούσάν με τον δε τον χώρον, κράξατε γνόντες·

᾿Αλληλούϊα

Ήκουσε της φωνής σου ιδιώτης ών τότε, την σήν Πηγήν ο ανακαλύψας φιλάνϑρωπος μέν πράγματι ών, Λέοντος δε όνομα πλουτών έντρομος, ός οίκόν σοι δειμάμενος εδίδαξε πάντας βοάν σοι·

Χαίρε πηγή ακενώτου μύρου·
Χαίρε κρατήρ αειζώου ρείϑρου.
Χαίρε ποταμέ Παραδείσου αείρρυτε·
Χαίρε εις αρχάς πολλαπλάς διαιρούμενε.
Χαίρε ύδωρ το ανώτερον κολυμβήϑρας Σιλωάμ·
Χαίρε άπαντας ιώμενον τους φωνούντας Μαριάμ!
Χαίρε ότι υπάρχεις ιατρείον των νόσων·
Χαίρε ότι καϑαίρεις τας ψυχάς των ανθρώπων.
Χαίρε φλογμόν των παϑών η σβεννύουσα·
Χαίρε παντός κινδύνου εξαίρουσα.
Χαίρε σε γάρ προσκυνούμεν οι δούλοι·
Χαίρε σοί γάρ προσφωνούμεν εν πίστει·

Χαίρε ύδωρ σωτήριον

Θετταλός νεανίας, εξανίσταται αίφνης, προσχύσει τη τριττή ύδατός σου· ϑανών γάρ γλιχόμενος αυτού, παλινζωΐας ως ϑαυμαστώς έτυχε, δοξάζων, μεγαλύνων σε, μετά πάντων ψάλλων·

᾿Αλληλούϊα

Ίδε μου την ανάγκην, και την ϑλίψιν, Παρϑένε, και επίσκεψαι την κάκωσιν ην έχω κατά σάρκα, δεινώς γε κακουχούμενος, ελεεινώς άληκτα· και γάρ επικαλούμαΐ σε εν κλαυϑμώ γοερώς ανακραυγάζων·

Χαίρε επίσκεψις των νοσούντων·
Χαίρε παράκλησις των πενϑούντων.
Χαίρε των εν κλίνη κειμένων ανέγερσις·
Χαίρε ψυχικών παϑημάτων αφάνισις.
Χαίρε πάντων η ανάρρωσις καχεκτούντων εν σαρκί·
Χαίρε αύϑις η διόρϑωσις των νοσούντων εν νοΐ.
Χαίρε ότι τους πόνους της σαρκός καταπαύεις·
Χαίρε ότι απάντων τας ψυχάς διασώζεις.
Χαίρε, ιατρέ, ψυχής τε και σώματος·
Χαίρε χορηγέ πάσης αγιότητος.
Χαίρε ζωής της αιωνίου φρέαρ·
Χαίρε εξ ής ϑεία χέονται ρείϑρα·

Χαίρε ύδωρ σωτήριον

Κλίμαξ ουρανομήκης από γης τεταμένη προς ύψος το του πόλου εφάνης τώ προπάτορι πάλαι Ιακώβ, δι᾽ ής Θεός κατήλϑεν εν γή, Πάναγνε, ημίν δε αναδέδειξαι πηγή ζωής τοις εκβοώσιν·

᾿Αλληλούϊα

Λόγους εμών χειλέων και καρδίας τον πόϑον δεξαμένη, Μητράνανδρε Κόρη, αντιλήψεως και αρωγής ποίησόν με, Δέσποινα, της σής, άξιον οικτείρασα τον δείλαιον, εκ ψυχής δοώντά σοι ταύτα·

Χαίρε ᾿Αγγέλων η υμνωδία·
Χαίρε ανθρώπων η σωτηρία.
Χαίρε των Προφητών Σεμνή το προκήρυγμα·
Χαίρε των πρωτοπλάστων ᾿Αγνή το καύχημα.
Χαίρε ην περ εθεάσατο πύλην Ιεζεκιήλ·
Χαίρε ην περ προεώρακεν όρος πρίν ο Δανιήλ.
Χαίρε σε γάρ παρϑένων Ησαΐας προλέγει·
Χαίρε σε γάρ Μητέρα του Θεού προαγγέλλει.
Χαίρε Προφητίδων υπερέχουσα·
Χαίρε πασών γυναικών εξάρχουσα.
Χαίρε η τιμή πάντων των Δικαίων·
Χαίρε η δόξα πάντων των ᾿Αγίων·

Χαίρε ύδωρ σωτήριον

Μέλλοντος καταπίπτειν του Ναού της Πηγής σου, Υπέραγνε αγία Παρϑένε, βαστάζουσα ώφϑης αυτόν, έως ού το πλήϑος του λαού απιόν ώχετο’ ου γάρ βούλει τον ϑάνατον, αλλά την ζωήν των βοώντων·

᾿Αλληλούϊα

Νάουσιν εκ πηγής σου δαψιλώς τε και χύδην, ρείϑρα των ϑαυμάτων, Θεοτόκε, επικαλύπτοντα αληϑώς, άπαν το της ϑαλάσσης και γης πρόσωπον, και πάντας διεγείροντα, εν ενί στόματι βοάν σοι·

Χαίρε συντήρησις της υγείας·
Χαίρε εκδίωξις ασϑενείας.
Χαίρε η εκ κινδύνων πολλών εξαίρουσα·
Χαίρε η εκ νηπίων αίνον καταρτίζουσα.
Χαίρε σε γάρ προσκαλούμεϑα εν ημέρα και νυκτί·
Χαίρε σε γάρ επιστάμεϑα βοηϑήσαι δυνατήν.
Χαίρε ότι και Μήτηρ και τροφός σύ υπάρχεις·
Χαίρε ότι και σκέπη και αντίληψις πέλεις.
Χαίρε Χριστιανών το καταφύγιον·
Χαίρε των ευσεβών το προπύργιον.
Χαίρε το έρεισμα των εστηκότων·
Χαίρε διόρϑωσις των επταικότων·

Χαίρε ύδωρ σωτήριον

Ξένα και υπέρ λόγον τα τεράστια πέλει, του ύδατος της Πηγής σου, Παρϑένε· και γάρ τα πεπραγμένα εν σοί ξενήκουστα και υπερφυή ένεστιν· αλλ᾽ ούν ημείς πιστεύοντες, προσκυνούμεν ταύτα βοώντες·

᾿Αλληλούϊα

Όλην μου την ελπίδα ανατίϑημι Κόρη. εις σε την του Θεού μου Μητέρα· σύ ούν ώσπερ στρουϑίον μικρόν, πτέρυξιν αγίαις με ταις Σαίς σκέπασον, ως αν περιϑαλπόμενος κελαδώ εκ καρδίας ούτω·

Χαίρε η Μήτηρ του Ιησού μου·
Χαίρε καϑέδρα του Λυτρωτού μου.
Χαίρε ᾿Ασωμάτων Δυνάμεων έπαινος·
Χαίρε των αΐλων Ταγμάτων εγκώμιον.
Χαίρε ότι της Εικόνος Σου έμπροσϑεν ο Γαβριήλ·
Χαίρε χαίρων εξεβόησεν ύμνον “Αξιόν εστι.
Χαίρε ότι υπάρχεις παντός του κόσμου προστάτις·
Χαίρε ότι τας πόλεις και τας νήσους φυλάττεις.
Χαίρε Προυσού, Τήνου, Κύκκου έφορος·
Χαίρε καλή πολιούχος Αϑωνος.
Χαίρε της γης και θαλάσσης Κυρία
χαίρε ᾿Αγνή, Θεοτόχε Μαρία

Χαίρε ύδωρ Σωτήριον.

Πόνους μου άφορήτους και οδύνας αρρήτους, ελάφρυνον εν ώρα θανάτου·περισκέπουσά μου την ψυχήν, δαιμόνων λυτρουμένη χειρός, Πάνσεμνε, σύν πάσι τοις Δικαίοις με τον ύμνον αξιούσα μέλπειν·

᾿Αλληλούϊα.

Ρήσεσι θεηγόροις, Προφητών Αποστόλων και πάντων των Αγίων Πατέρων, πειθαρχών έκαστος ευσεβής Θεοτόκον σε παναληθή σέβεται, πιστεύων τη καρδία μέν, στόματι δε όμολογών ταύτα·

Χαίρε ο θρόνος του Βασιλέως·
Χαίρε η πόλις Θεού του ζώντος.
Χαίρε απειράνδρως Χριστόν σωματώσασα·
Χαίρε ανωδίνως αυτόν η κυήσασα.
Χαίρε, ην περ εμνηστεύσατο ο Δίκαιος ᾿Ιωσήφ·
Χαίρε, ην ευηγγελίσατο πρωτοστάτης Γαβριήλ.
Χαίρε η πρό τόχου και εν τόχω Παρθένος·
Χαίρε η και μετά τόκον μείνασα Παρθένος.
Χαίρε του Θεού Λόγου το σκήνωμα·
Χαίρε Πατρός και Πνεύματος οίκημα.
Χαίρε, εξ ής ο Σωτήρ εσαρκώθη·
Χαίρε, δι᾽ ής πάς ο κόσμος εσώθη.

Χαίρε ύδωρ Σωτήριον.

Στάμνος χρυσή του μάννα και η Βάτος Μωσέως, και Ῥάβδος ᾿Ααρών βλαστηφόρος· χαί ο Πόκος ο του Γεδεών, και τα Σύμβολα των Προφητών άπαντα, ετύπουν σε την Δέσποιναν, ά οί ορώντες Θεώ ήδον·

᾿Αλληλούϊα.

Τρέμω την της Δευτέρας Παρουσίας ημέραν και φρίττω του Υιού σου το Βήμα, εργασάμενος πράξεις αισχράς, και μιάνας σώμα και ψυχήν πάθεσιν· αλλ᾽ ούν εν μετανοία με πρόέσδεξαι, Πάναγνε, βοώντα·

Χαίρε προστάτις των υπευθύνων·
Χαίρε αθώωσις των ενόχων.
Χαίρε αδεχάστου Κριτού η δυσώπησις·
Χαίρε κρινομένου βροτού η αντίληψις.
Χαίρε Σύ γάρ εί μεσίτρια απάντων των αμαρτωλών·
Χαίρε Σύ γάρ εγγυήτρια δι᾿ αυτούς προς τον Θεόν.
Χαίρε απολογία των εξεταζομενων·
χαίρε συνηγορία των εκδικαζομένων.
Χαίρε πιστών ελπίς αχαταίσχυντος·
χαίρε η χρηπίς αυτών η στερέμνιος.
Χαίρε γεέννης ημάς λυτρουμένη·
χαίρε ασβέστου πυρός ρυομένη.

Χαίρε ύδωρ Σωτήριον.

“Υδωρ αϑανασίας και πόμα αμόβροσίας, και του νέκταρος φέρτερον νάμα, εκ της Ζωοπαρόχου Πηγής, χαρά και πόϑω αδελφοί πίετε, την πάνσεπτον Εικόνα δε ταύτης προσκυνούντες βοάτε·

᾿Αλληλούϊα

Φερουσαν εν νηδύϊ τον πρό πάντων αιώνων, αρρήτως εκ Πατρός γεννηϑέντα, αισϑόμενος ο στειρωτική κρυπτόμενος μητρώα γαστρί Πρόδρομος, εσκίρτησεν, εδόξασεν, εβόησε προς την Παρϑένον·

Χαίρε ᾿Αγνή Κεχαριτωμένη·
Χαίρε εν γυναιξίν ευλογημένη.
Χαίρε τον Σωτηρα των ψυχών η τέξασα·
Χαίρε τον Δοτήρα των καλών κυήσασα.
Χαίρε ότι περ ο Κύριος μετά σου ο αινετός·
Χαίρε ότι της κοιλίας σου ο καρπός ευλογητός.
Χαίρε δι᾽ ής εδόϑη η χάρις τοις ανθρώποις·
Χαίρε δι᾽ ής επαύϑη της αράς η πικρότης.
Χαίρε γλυκύρρουν ύδωρ προρρέουσα·
Χαίρε αυχμόν της πλάνης διώκουσα.
Χαίρε ζωής τον όμβρον η τεκούσα·
Χαίρε Πηγή ϑαυμαστώς πλημμυρούσα·

Χαίρε ύδωρ σωτήριον

Χαίρε σοι ανακράζω, ως τεκούση αφράστως, του κόσμου την χαράν, Θεοτόκε, καϑ᾽ εκάστην σε εκλιπαρών, της αλήκτου με ποιήσαι χαράς μέτοχον, φωνής αγαλλιάσεως, και ήχου εορτάζοντος ακούειν·

᾿Αλληλούϊα

Ψάλατε ανακράζει, τώ Θεώ ο Προφήτης, ψάλατε, δή τώ Βασιλεί πάντες· επαινών εν τώ αυτώ ψαλμώ, σε την καλλονήν του Ιακώβ άριστα· ημείς ούν τώ προπάτορι πειϑόμενοι ψάλλομεν ταύτα·

Χαίρε το ασμα της Εκκλησίας·
Χαίρε ωδή της σής κληρουχίας.
Χαίρε μελωδιών ιερών η υπόϑεσις·
Χαίρε μουσουργών χοροστατών η ύμνησις.
Χαίρε πάντερπνον ψαλτήριον του Προπάτορος Δαβίδ·
Χαίρε άσμα Σολομώντειον εξιστών πάσαν πνοήν.
Χαίρε ότι φωτίζεις τους τυφλούς ύδατί σου·
Χαίρε ότι φωτίζεις τους ασόφους φωτί σου.
Χαίρε πιστούς εξ “Αδου αρπάζουσα·
Χαίρε ψυχάς των δούλων σου σώζουσα.
Χαίρε δι᾽ ής σωτηρίαν ελπίζω·
Χαίρε εφ᾽ ην πεποιϑώς αποθνήσκω.

Χαίρε ύδωρ σωτήριον

Ώ Πηγή Ζωοδόχε, η θλυστάνουσα πάσι, ψυχής ομού και σώματος ρώσιν (εκ γ΄)· δεδεγμένη δέησιν οικτράν, από πάσης ρύσαι συμφοράς άπαντας, και αιωνίου λύτρωσαι κολάσεως τους συμβοώντας·

᾿Αλληλούϊα

Και αύϑις το Κοντάκιον.
Ήχος πλ. δ΄. Τη Υπερμάχω.
Τη Ζωοδόχω σου Πηγή, Θεοχαρίτωτε, προσενεγκείν ο ευτελής δούλος σου, Δέσποινα, το εφύμνιον τεϑάρρηκα, Θεοτόκε. ᾿Αλλ᾽ ως Μήτηρ του Παντάνακτος υπάρχουσα, του ελέους σου ρανίδα μοι επίσταξον, ίνα κράζω σοι· Χαίρε ύδωρ σωτήριον.

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.