ΕΥΑΓΓΕΛΙΟ ΚΥΡΙΑΚΗΣ: Ευαγγέλιο και Απόστολος της Κυριακής 20 Οκτωβρίου 2024. Γιορτή σήμερα: Άγιος Αρτέμιος, Οσία Ματρώνα και Όσιος Γεράσιμος. Κατά Λουκά - Εωθινό Ευαγγέλιο ΚΔ'(24) 36-53. Κατά Λουκά - Ευαγγέλιο Όρθρου ΣΤ'(6) 17-23. Κατά Λουκά - Ευαγγέλιο Η'(8) 27-39. Επιστολή Αποστόλου Παύλου - Προς Κορίνθιους Β', ΣΤ'(6) 16 - Ζ'(7) 1.

Μελετήστε το Ευαγγέλιο Κυριακής και κάθε ημέρας από την ΕΚΚΛΗΣΙΑ Online.

Εωθινό Ευαγγέλιο Κυριακής

Εωθινόν ΣΤ’ – Κατά Λουκά ΚΔ'(24) 36-53

Ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς ὁ ᾿Ιησοῦς ἔστη ἐν μέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν.
πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν.
καὶ εἶπεν αὐτοῖς· τί τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν;
ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.
καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.
ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· ἔχετέ τι βρώσιμον ἐνθάδε;
οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου,
καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.
εἶπε δὲ αὐτοῖς· οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ.
τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς,
καὶ εἶπεν αὐτοῖς ὅτι οὕτω γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ,
καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ ῾Ιερουσαλήμ.
ὑμεῖς δέ ἐστε μάρτυρες τούτων.
καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾿ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει ῾Ιερουσαλὴμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους.

᾿Εξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς.
καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ᾿ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν.
καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς ῾Ιερουσαλὴμ μετὰ χαρᾶς μεγάλης,
καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. ᾿Αμήν.

Διαβάστε ολόκληρο το Εωθινό Ευαγγέλιο Κυριακής 20 Οκτωβρίου 2024 και σε νεοελληνική απόδοση, κατά την Κυριακή ΣΤ Λουκά.

Ορθρινό Ευαγγέλιο

Κατά Λουκά ΣΤ'(6) 17-23

Καὶ καταβὰς μετ᾿ αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν,
καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο·
καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.

Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.
μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε.
μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.

Διαβάστε ολόκληρο το Ευαγγέλιο Όρθρου Κυριακής 20 Οκτωβρίου 2024 και σε νεοελληνική απόδοση, κατά την εορτή του Οσίου Γερασίμου.

Ευαγγέλιο Κυριακής

Κατά Λουκά Η'(8) 27-39

ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ᾿ ἐν τοῖς μνήμασιν.
ἰδὼν δὲ τὸν ᾿Ιησοῦν καὶ ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπε· τί ἐμοὶ καὶ σοί, ᾿Ιησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς.
παρήγγειλε γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεῖτο ἁλύσεσι καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὰς ἐρήμους.
ἐπηρώτησε δὲ αὐτὸν ὁ ᾿Ιησοῦς λέγων· τί σοί ἐστιν ὄνομα; ὁ δὲ εἶπε· λεγεών· ὅτι δαιμόνια πολλὰ εἰσῆλθεν εἰς αὐτόν·
καὶ παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν.
ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν τῷ ὄρει· καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς.
ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη.
ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγενημένον ἔφυγον, καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς.
ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός, καὶ ἦλθον πρὸς τὸν ᾿Ιησοῦν καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον, ἀφ᾿ οὗ τὰ δαιμόνια ἐξεληλύθει, ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ ᾿Ιησοῦ, καὶ ἐφοβήθησαν.
ἀπήγγειλαν δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς.
καὶ ἠρώτησαν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γαδαρηνῶν ἀπελθεῖν ἀπ᾿ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς τὸ πλοῖον ὑπέστρεψεν.
ἐδέετο δὲ αὐτοῦ ὁ ἀνήρ, ἀφ᾿ οὗ ἐξεληλύθει τὰ δαιμόνια, εἶναι σὺν αὐτῷ· ἀπέλυσε δὲ αὐτὸν ὁ ᾿Ιησοῦς λέγων·
ὑπόστρεφε εἰς τὸν οἶκόν σου καὶ διηγοῦ ὅσα ἐποίησέ σοι ὁ Θεός. καὶ ἀπῆλθε καθ᾿ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ ᾿Ιησοῦς.

Διαβάστε ολόκληρο το Ευαγγέλιο Κυριακής 20 Οκτωβρίου 2024 και σε νεοελληνική απόδοση, κατά την εορτή του Αγίου Αρτεμίου.

Απόστολος Σήμερα

Επιστολή Αποστόλου Παύλου – Προς Κορίνθιους Β’, ΣΤ'(6) 16 – Ζ'(7) 1

Τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός.
διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς,
καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ.

Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.

Διαβάστε ολόκληρο τον Απόστολο της Κυριακής 20 Οκτωβρίου 2024 και σε νεοελληνική απόδοση, κατά την εορτή της Οσίας Ματρώνης.

Ο Όρθρος και η Πανηγυρική Θεία Λειτουργία Ζωντανά της Κυριακής ΣΤ Λουκά με την εορτή του Οσίου Γερασίμου και του Αγίου Αρτεμίου, με τη θεραπεία του δαιμονισμένου Γερασηνού, από τον Ιερό Ναό Αγίου Βησσαρίωνος Τρικάλων της Κυριακής 20 Οκτωβρίου 2024 07.30 το πρωί.

Πως να στείλετε τα ονόματα

Πρώτα εγγραφείτε στο κανάλι μας στο YouTube

Στείλτε ονόματα στην Εκκλησία Αγίου Βησσαρίωνος μέσω της φόρμας παρακάτω για να μνημονευτούν.

Διαβάστε επίσης την γιορτή σήμερα 20 Οκτωβρίου: Άγιος Αρτέμιος.

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.