ΕΥΑΓΓΕΛΙΟ ΣΗΜΕΡΑ: Ευαγγέλιο και Απόστολος της Τετάρτης 8 Ιανουαρίου 2020. Γιορτή σήμερα: Όσιος Γεώργιος Χοζεβίτης και Οσία Δομνίκη. Κατά Ιωάννη - Ευαγγέλιο, Γ'(3) 22-33. Επιστολή Αποστόλου Παύλου - Προς Ρωμαίους, ΣΤ'(6) 3-11.

Μελετήστε το Ευαγγέλιο κάθε μέρα από την ΕΚΚΛΗΣΙΑ Online.

Ευαγγέλιο Σήμερα

Κατά Ιωάννη Γ'(3) 22-33

Μετὰ ταῦτα ἦλθεν ὁ ᾿Ιησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν ᾿Ιουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβε μετ’ αὐτῶν καὶ ἐβάπτιζεν.
ἦν δὲ καὶ ᾿Ιωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλείμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ, καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο·
οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ ᾿Ιωάννης.
᾿Εγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν ᾿Ιωάννου μετὰ ᾿Ιουδαίου περὶ καθαρισμοῦ.
καὶ ἦλθον πρὸς τὸν ᾿Ιωάννην καὶ εἶπον αὐτῷ· ραββί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ ᾿Ιορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν.
ἀπεκρίθη ᾿Ιωάννης καὶ εἶπεν· οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδέν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ.
αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε ὅτι εἶπον· οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός, ἀλλ’ ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου.
ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται.
ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.

ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστι καὶ ἐκ τῆς γῆς λαλεῖ· ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστί,
καὶ ὃ ἑώρακε καὶ ἤκουσε, τοῦτο μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει.
ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν.

Διαβάστε ολόκληρο το Ευαγγέλιο της Τετάρτης 8 Ιανουαρίου 2020 και σε νεοελληνική απόδοση, κατά την εορτή της Οσίας Δομνίκης και του Οσίου Γεωργίου του Χοζεβίτου.

Απόστολος Σήμερα

Επιστολή Αποστόλου Παύλου – Προς Ρωμαίους, ΣΤ'(6) 3-11

ἢ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν ᾿Ιησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν;
συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ πατρός, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.
εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα,
τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ·
ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας.
εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ,
εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει.
ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ, ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ.
οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ ᾿Ιησοῦ τῷ Κυρίῳ ἡμῶν.

Διαβάστε ολόκληρο τον Απόστολο της Τετάρτης 8 Ιανουαρίου 2020 και σε νεοελληνική απόδοση.

Εκκλησία Online
Αποστολή
Αξιολόγηση επισκεπτών 5 (1 ψήφος)

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.