ΕΥΑΓΓΕΛΙΟ ΣΗΜΕΡΑ: Ευαγγέλιο και Απόστολος του Σαββάτου 30 Νοεμβρίου 2019. Γιορτή σήμερα: Άγιος Ανδρέας. Κατά Ματθαίο - Ορθρινό Ευαγγέλιο, Δ'(4) 18-23. Κατά Ιωάννη - Ευαγγέλιο Α'(1) 35-52. Επιστολή Αποστόλου Παύλου - Προς Κορίνθιους Α', Δ'(4) 9-16.

Μελετήστε το Ευαγγέλιο κάθε μέρα από την ΕΚΚΛΗΣΙΑ Online.

Ορθρινό Ευαγγέλιο

Κατά Ματθαίο Δ'(4) 18-23

Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ ᾿Ανδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς·
καὶ λέγει αὐτοῖς· δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.
οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.
Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, ᾿Ιάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ ᾿Ιωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς.
οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.

Διαβάστε ολόκληρο το Ευαγγέλιο Όρθρου του Σαββάτου 30 Νοεμβρίου 2019 και σε νεοελληνική απόδοση.

Ευαγγέλιο Σήμερα

Κατά Ιωάννη Α'(1) 35-52

Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ ᾿Ιωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο,
καὶ ἐμβλέψας τῷ ᾿Ιησοῦ περιπατοῦντι λέγει· ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ.
καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος, καὶ ἠκολούθησαν τῷ ᾿Ιησοῦ.
στραφεὶς δὲ ὁ ᾿Ιησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς·
τί ζητεῖτε; οἱ δὲ εἶπον αὐτῷ· ραββί· ὃ λέγεται ἑρμηνευόμενον διδάσκαλε· ποῦ μένεις;
λέγει αὐτοῖς· ἔρχεσθε καὶ ἴδετε. ἦλθον οὖν καὶ εἶδον ποῦ μένει, καὶ παρ’ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη.
ἦν ᾿Ανδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ ᾿Ιωάννου καὶ ἀκολουθησάντων αὐτῷ.
εὑρίσκει οὗτος πρῶτος τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· εὑρήκαμεν τὸν Μεσσίαν· ὅ ἐστι μεθερμηνευόμενον Χριστός·
καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν ᾿Ιησοῦν. ἐμβλέψας αὐτῷ ὁ ᾿Ιησοῦς εἶπε· σὺ εἶ Σίμων ὁ υἱὸς ᾿Ιωνᾶ, σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος.

Τῇ ἐπαύριον ἠθέλησεν ὁ ᾿Ιησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι.
ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως ᾿Ανδρέου καὶ Πέτρου.
εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, ᾿Ιησοῦν τὸν υἱὸν τοῦ ᾿Ιωσὴφ τὸν ἀπὸ Ναζαρέτ.
καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· ἔρχου καὶ ἴδε.
εἶδεν ὁ ᾿Ιησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς ᾿Ισραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι.

Διαβάστε ολόκληρο το Ευαγγέλιο του Σαββάτου 30 Νοεμβρίου 2019 και σε νεοελληνική απόδοση, κατά την εορτή του Αγίου Αποστόλου Ανδρέου του Πρωτοκλήτου.

Απόστολος Σήμερα

Επιστολή Αποστόλου Παύλου – Προς Κορίνθιους Α’, Δ'(4) 9-16

δοκῶ γὰρ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις.
ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι.
ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν
καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα,
βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι.
Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾿ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ.
ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾿ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ ᾿Ιησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.
παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.

Διαβάστε ολόκληρο τον Απόστολο του Σαββάτου 30 Νοεμβρίου 2019 και σε νεοελληνική απόδοση.

Εκκλησία Online
Αποστολή
Αξιολόγηση επισκεπτών 5 (1 ψήφος)

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.