ΕΥΑΓΓΕΛΙΟ ΣΗΜΕΡΑ: Ευαγγέλιο και Απόστολος της Πέμπτης 18 Νοεμβρίου 2021. Γιορτή σήμερα: Άγιος Ρωμανός και Άγιος Πλάτων. Κατά Λουκά - Ευαγγέλιο ΙΣΤ'(16) 1-9. Επιστολή Αποστόλου Παύλου - Προς Κολοσσαείς, Δ'(4) 2-9.

Μελετήστε το Ευαγγέλιο κάθε μέρα από την ΕΚΚΛΗΣΙΑ Online.

Ευαγγέλιο Σήμερα

Κατά Λουκά ΙΣΤ'(16) 1-9

Ἔλεγε δὲ καὶ πρὸς τοὺς μαθητὰς αὐτοῦ· ἄνθρωπός τις ἦν πλούσιος, ὃς εἶχεν οἰκονόμον, καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ
καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ· τί τοῦτο ἀκούω περὶ σοῦ; ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου· οὐ γὰρ δύνῃ ἔτι οἰκονομεῖν.
εἶπε δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος· τί ποιήσω, ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ᾿ ἐμοῦ; σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι·
ἔγνων τί ποιήσω, ἵνα, ὅταν μετασταθῶ ἐκ τῆς οἰκονομίας, δέξωνταί με εἰς τοὺς οἴκους ἑαυτῶν.
καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεωφειλετῶν τοῦ κυρίου ἑαυτοῦ ἔλεγε τῷ πρώτῳ· πόσον ὀφείλεις σὺ τῷ κυρίῳ μου;
ὁ δὲ εἶπεν· ἑκατὸν βάτους ἐλαίου. καὶ εἶπεν αὐτῷ· δέξαι σου τὸ γράμμα καὶ καθίσας ταχέως γράψον πεντήκοντα.
ἔπειτα ἑτέρῳ εἶπε· σὺ δὲ πόσον ὀφείλεις; ὁ δὲ εἶπεν· ἑκατὸν κόρους σίτου. καὶ λέγει αὐτῷ· δέξαι σου τὸ γράμμα καὶ γράψον ὀγδοήκοντα.
καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας, ὅτι φρονίμως ἐποίησεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσι.
Κἀγὼ ὑμῖν λέγω· ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα, ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.

Διαβάστε ολόκληρο το Ευαγγέλιο της Πέμπτης 18 Νοεμβρίου 2021 και σε νεοελληνική απόδοση, κατά την εορτή του Αγίου Πλάτωνος.

Απόστολος Σήμερα

Επιστολή Αποστόλου Παύλου – Προς Κολοσσαείς, Δ'(4) 2-9

Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ,
προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ Θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, δι’ ὃ καὶ δέδεμαι,
ἵνα φανερώσω αὐτὸ ὡς δεῖ με λαλῆσαι.
᾿Εν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι.
ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.

Τὰ κατ’ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ,
ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῷ τὰ περὶ ὑμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν,
σὺν ᾿Ονησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωριοῦσι τὰ ᾧδε.

Διαβάστε ολόκληρο τον Απόστολο της Πέμπτης 18 Νοεμβρίου 2021 και σε νεοελληνική απόδοση, κατά την εορτή του Αγίου Ρωμανού.

Εκκλησία Online
Αποστολή
Αξιολόγηση επισκεπτών 5 (2 ψήφοι)

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.