ΕΥΑΓΓΕΛΙΟ ΣΗΜΕΡΑ: Ευαγγέλιο και Απόστολος της Παρασκευής του Πάσχα 21 Απριλίου 2023. Εβδομάδα Διακαινησίμου. Ζωοδόχος Πηγή. Γιορτή σήμερα: . Κατά Ιωάννη - Ευαγγέλιο Β'(2) 12-22. Πράξεις Αποστόλων, Γ'(3) 1-8.

Μελετήστε το Ευαγγέλιο κάθε μέρα από την ΕΚΚΛΗΣΙΑ Online.

Ευαγγέλιο Σήμερα

Κατά Ιωάννη Β'(2) 12-22

Μετὰ τοῦτο κατέβη εἰς Καπερναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.

Καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν ᾿Ιουδαίων, καὶ ἀνέβη εἰς ῾Ιεροσόλυμα ὁ ᾿Ιησοῦς.
καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστεράς, καὶ τοὺς κερματιστὰς καθημένους.
καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεε τὸ κέρμα καὶ τὰς τραπέζας ἀνέστρεψε,
καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· ἄρατε ταῦτα ἐντεῦθεν· μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου.
ἐμνήσθησαν δὲ οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν, ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με.
ἀπεκρίθησαν οὖν οἱ ᾿Ιουδαῖοι καὶ εἶπον αὐτῷ· τί σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα ποιεῖς;
ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτοῖς· λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.
εἶπον οὖν οἱ ᾿Ιουδαῖοι· τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;
ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.
ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγε, καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ᾧ εἶπεν ὁ ᾿Ιησοῦς.

Διαβάστε ολόκληρο το Ευαγγέλιο της Παρασκευής του Πάσχα 21 Απριλίου 2023 και σε νεοελληνική απόδοση, κατά την εορτή της Αγίας Αλεξάνδρας της Βασίλισσας.

Απόστολος Σήμερα

Πράξεις Αποστόλων, Γ'(3) 1-8

Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος καὶ ᾿Ιωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην.
καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο, ὃν ἐτίθουν καθ᾿ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην ὡραίαν τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν·
ὃς ἰδὼν Πέτρον καὶ ᾿Ιωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν ἠρώτα ἐλεημοσύνην.
ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ ᾿Ιωάννῃ εἶπε· βλέψον εἰς ἡμᾶς.
ὁ δὲ ἐπεῖχεν αὐτοῖς προσδοκῶν τι παρ᾿ αὐτῶν λαβεῖν.
εἶπε δὲ Πέτρος· ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι ᾿Ιησοῦ Χριστοῦ τοῦ Ναζωραίου ἔγειρε καὶ περιπάτει.
καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρε· παραχρῆμα δὲ ἐστερεώθησαν αὐτοῦ αἱ βάσεις καὶ τὰ σφυρά,
καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθε σὺν αὐτοῖς εἰς τὸ ἱερὸν περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν Θεόν.

Διαβάστε ολόκληρο τον Απόστολο της Παρασκευής του Πάσχα 21 Απριλίου 2023 και σε νεοελληνική απόδοση, κατά την εορτή της Ζωοδόχου Πηγής.

Δείτε σε ζωντανή μετάδοση τον Όρθρο και την Πανηγυρική Θεία Λειτουργία της Ζωοδόχου Πηγής, από τον Ιερό Ναό Αγίου Βησσαρίωνος Πύλης Τρικάλων, Παρασκευή 21 Απριλίου 2023 07.30 το πρωί.

Πως να στείλετε τα ονόματα

Πρώτα εγγραφείτε στο κανάλι μας στο YouTube

Στείλτε ονόματα στην Εκκλησία Online μέσω της φόρμας.

Διαβάστε επίσης την γιορτή σήμερα 21 Απριλίου: Αγία Αλεξάνδρα η Μάρτυς.

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.