ΕΥΑΓΓΕΛΙΟ ΣΗΜΕΡΑ: Ευαγγέλιο και Απόστολος της Δευτέρας 23 Δεκεμβρίου 2019. Γιορτή σήμερα: Άγιοι Δέκα Μάρτυρες στην Κρήτη. Κατά Μάρκο - Ευαγγέλιο, Ι'(10) 46-52. Επιστολή Αποστόλου Παύλου - Προς Τιμόθεο Β', Β'(2) 20-26.

Μελετήστε το Ευαγγέλιο κάθε μέρα από την ΕΚΚΛΗΣΙΑ Online.

Ευαγγέλιο Σήμερα

Κατά Μάρκο Ι'(10) 46-52

Καὶ ἔρχονται εἰς ῾Ιεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ ῾Ιεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ, ὁ υἱὸς Τιμαίου Βαρτιμαῖος τυφλὸς ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν.
καὶ ἀκούσας ὅτι ᾿Ιησοῦς ὁ Ναζωραῖός ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν· υἱὲ Δαυῒδ ᾿Ιησοῦ, ἐλέησόν με.
καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν· υἱὲ Δαυΐδ, ἐλέησόν με.
καὶ στὰς ὁ ᾿Ιησοῦς εἶπε· φωνήσατε αὐτόν· καὶ φωνοῦσι τὸν τυφλὸν λέγοντες αὐτῷ· θάρσει, ἔγειρε· φωνεῖ σε.
ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναστὰς ἦλθε πρὸς τὸν ᾿Ιησοῦν.
καὶ ἀποκριθεὶς λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· τί σοι θέλεις ποιήσω; ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ· ραββουνί, ἵνα ἀναβλέψω.
καὶ ὁ ᾿Ιησοῦς εἶπεν αὐτῷ· ὕπαγε, ἡ πίστις σου σέσωκέ σε. καὶ εὐθέως ἀνέβλεψε, καὶ ἠκολούθει τῷ ᾿Ιησοῦ ἐν τῇ ὁδῷ.

Διαβάστε ολόκληρο το Ευαγγέλιο της Δευτέρας 23 Δεκεμβρίου 2019 και σε νεοελληνική απόδοση, κατά την εορτή των Αγίων Δέκα Μαρτύρων στην Κρήτη.

Απόστολος Σήμερα

Επιστολή Αποστόλου Παύλου – Προς Τιμόθεο Β’, Β'(2) 20-26

ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμήν, ἃ δὲ εἰς ἀτιμίαν.
ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον.
τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε, δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν Κύριον ἐκ καθαρᾶς καρδίας.
τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσι μάχας·
δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ’ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον,
ἐν πρᾳότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας,
καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ’ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.

Διαβάστε ολόκληρο τον Απόστολο της Δευτέρας 23 Δεκεμβρίου 2019 και σε νεοελληνική απόδοση.

Εκκλησία Online

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.